Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ἦχος δ’. Ό ὐψωθεῖς ἔν τῷ Σταυρῶ.
Τόν Ἱεράρχην τοῦ Χριστοῦ τόν Πανένδοξον, καί τροπαιοῦχον εὐσεβείας ἀήττητον, τῶν Ὀρθοδόξων καύχημα, Σπυρίδωνα σοφόν, πάντες ἀνυμνήσωμεν, πρός αὐτόν ἐκβοῶντες, ῥῦσαι ἱκεσίαις σου, πειρασμῶν καί κινδύνων, τούς μετά πόθου, Πάνσεπτε, τό σόν, καταφιλοῦντας ἱερόν ἐκτύπωμα.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Τῆ θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοί καί ταπεινοῖ καί προσπέσωμεν ἔν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα, βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων μή ἀποστρέψῃς σούς δούλους κενούς σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καί ὅ Κανών.
Έχων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις Σεραφείμ.
Ὠδή ἀ’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Σπυρίδων Μακάριε τῶν πιστῶν, ἀντιλήπτωρ μέ γα, τήν πρεσβείαν σου συνεργόν, ἡμῖν πᾶσι δίδου τοῖς ἐκ πόθου, ἀσπαζομένοις τήν θείαν Εἰκόνα σου.
Πᾶσαι εὐσεβούντων ὦ θαυμαστέ, Σπυρίδων αἵ τάξεις, ἀνυμνοῦσι σε ἀληθῶς· Θεός γάρ ὅ Πλάστης καί Δεσπότης, άξιοχρέως σε Πάτερ ἐδόξασε.
Φωτί τῷ ἀΰλῳ ἔν Ούρανω, Σπυρίδων Παμμάκαρ, σῦν Ἀγγέλοις σύ ἐντρυφῶν, ταῖς πρός τόν Δεσπότην εὐπροσδέκτοις, ἡμᾶς λιταῖς σου φωταγώγησον.
Θεοτόκιον.
Συνέχομαι κινδύνοις καί πειρασμοῖς, καί πρός σέ Παρθένε, καταφεύγων ἐπιζητῶ, τήν λύσιν αὑτῶν καί σωτηρίαν διό λιταῖς σου τόν δοῦλον σου οἴκτειρον.
Ὠδή γ’. Σύ τό στερέωμα.
Νεκράν ὡς ἐφώνησας, ἐκ τοῦ μνημείου Σπυρίδων Ὅσιε, οὕτω κάμε, πταίσμασι θανόντα, σαῖς λιταῖς ἐξανάστησον.
Κόρος οὐ προσγίγνεται, τοῖς σέ τιμῶσι, Σπυρίδων Ὅσιε· Σύ γάρ ἡμῶν, προστάτης καί ῥύστης, καί τιμῇ καί ἀντίληψις.
Ἀπᾴσῃς με θλίψεως, καί ἐκ κινδύνων, Σπυρίδων Ὅσιε, σαῖς προσευχαῖς, καί παντοίων νόσων, καί κολάσεως λύτρωσαι.
θεοτοκίον.
Ἔχων τήν ἐλπίδα μου, ἔν σοί Πανάσπιλε δέσποινα, ὅλην πρός σέ, ἀνατείνω χαίρων τήν ψυχήν καί διάνοιαν.
Ἐκ θλίψεων καί ἐκ παντοίων κινδύνων λύτρωσαι Ἱεράρχα, τούς τήν θείαν Μνήμην σου θερμῶς Ἑορτάζοντας, ὦς ῥύστης τῶν θλιβομένων Σπυρίδων
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ’.
Τοῖς λόγοις ἐκόσμησας, τήν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τό κατ’ εἰκόνα Θεοῦ, Σπυρίδων Μακάριε· ἔλαμψας ἔν τῷ κόσμῳ, τῆ ἔν σῆ σοφροσύνη, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι διό καί νῦν γεραίρομεν πίστει τήν μνήμην σου.
Ὠδή δ’. Εἰσακήκοα Κύριε.
‘Ω πολύφωτε Ἥλιε, τῶν Πατέρων κλέος, Σπυρίδων Ὅσιε, τούς τιμῶντας σε άξίωσον, φωταγωγηθήναι ταῖς πρεσβεῖαις σου.
Παρεστῶς τοῦ Παντάνακτος, θρόνῳ αἰωνίῳ τούς ἀνυμνοῦντας σε, ὦ Σπυρίδων, ἐλευθερῶσον, ἐκ παντός κινδύνου ἱκεσίαις σου.
Ὦς τόν ὄφιν μετέβαλες, εἵς χρυσόν, Σπυρίδων Παναγιώτατε, οὕτω δέομαι μετάβαλε, ἀπό τῶν κακῶν με εἰς μετάνοιαν.
Θεοτοκίον.
Ῥῦσαι, Μῆτερ, τόν δοῦλον σου, ἐκ τῶν κατεχόντων δεινῶν με θλίψεων ἐπί σοι γάρ ἀνατίθημι, πᾶσαν τήν ἐλπίδα Ἀειπάρθενε.
Ὠδή ἕ’. Φώτισον ἡμᾶς.
Λῦσον τῶν παθῶν, τήν ὀμίχλην, Ἁγιώτατε, τῆ φωταγωγίαι τῶν σεπτῶν σου λιτῶν, καί πρός τρίβους, βίου με ἀγίου όδήγησον.
Νόσων Ἰατρός, καί κινδύνων ῥύστης ἔνθεος, σύ ἀνεδείχθης Σπυρίδων Ἱερέ· διό ψυχήν μου, ταῖς λιταῖς σου νῦν θεράπευσον.
Ῥῦσαι με δεινῶν, ὦ Σπυρίδων ἱερώτατε. τόν σοι εὐλαβῶς καταφεύγοντα, καί ταῖς λιταῖς σου, πάσης θλίψεως ἀπάλλαξον.
Θεοτοκίον.
Ἄχραντε ἡμῖν, τοῖς οἰκέταις σου χορήγησον,τοΐς κατεχομένοις ὑπό τῶν θλίψεων, τήν σωτηρίαν, μεσιτείαις σου πρός Κύριον.
Ὠδή ς’. Τῆν δέησιν έκχεῶ.
Νεκρώσας σου τῆς σαρκός τάς κινήσεις, ἐξανέστησας νεκρούς ὦ Σπυρίδων, ζωοποιῶ καί ένθέω σου λόγῳ. Ὅθεν καμοῦ τήν ψυχήν, Πάτερ Ἅγιε, ταῖς σαῖς λιταῖς ὦς συμπαθῇς, νεκρωθεῖσαν τοῖς πάθεσι ζώωσον.
Συνέχει με τῶν πταισμάτων θάλασσα, καί χειμάζει τρικυμία κινδύνων, καί πρός βυθόν ἀπωλείας καθέλκει, τῶν ἀνιάτων παθῶν ἤ ἀντίπνοια, Θεόν ὅ κηρύξας τόν Χριστόν, ὦ Σπυρίδων τόν κλύδωνα κόπασον.
Προστάτα τῶν θλιβομένων Σπυρίδων, μολυνθεῖσαν ἡδοναῖς τήν ψυχήν μου, διά λουτροῦ κατανύξεως θείας, καθαρτικῶν τε δακρύων άπόλουσον καί ῥῦσαι με τῆς φοβερᾶς, σαῖς λιταῖς καί ἀσβέστου κολάσεως.
Θεοτοκίον.
Φυγάδευσον ἐκ τῆς ἀθλίας σαρκός μου, τήν ἀνίατον ἀσθένειαν, Κόρη, καί τῶν δεινῶν ἀλγηδόνων με ῥῦσαι, καί θεραπείαν τελείαν μοι δώρησαι, καί σῶσον με τόν ἐπί σοί, πεποιθότα ταῖς θείαις πρεσβείαις σου.
Ἐκ θλίψεων καί ἐκ παντοίων κινδύνων λύτρωσαι Ἱεράρχα, τούς τήν θείαν Μνήμην σου θερμῶς Ἑορτάζοντας, ὦς ῥύστης τῶν θλιβομένων Σπυρίδων
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἲτησις καὶ τὸ
Κοντάκιον Ἦχος δ’.
Τοῖς λόγοις ἐκόσμησας, τήν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τό κατ’ εἰκόνα Θεοῦ, Σπυρίδων Μακάριε· ἔλαμψας ἔν τῷ κόσμῳ, τῆ ἔν σῆ σοφροσύνη, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι διό καί νῦν γεραίρομεν πίστει τήν μνήμην σου.
Καί εὐθύς τό Προκείμενον. Ἠχός δ’ ’.
Τό στόμα μου λαλήσει σοφίαν, καί ἤ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τά ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν Οἰκουμένην.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην (Κεφ. ί’. 5-16).
Εἶπεν ὅ Κύριος· Ἐγώ εἶμι ἤ θύρα· δι’ ἐμοῦ έάν τις εἰσέλθῃ, σωθήσεται καί εἰσελεύσεται καί ἐξελεῦσεται, καί νομήν εὑρήσει. Ό κλέπτης ούκ ἔρχεται, είμή ἶνα κλέψῃ, καί θύσῃ καί ἀπολέσῃ· ἐγώ ἦλθον, ϊνα ζωήν ἔχωσι, καί περισσόν ἔχωσιν. Ἐγώ εἶμι ὅ ποιμήν ὅ καλός. Ό ποιμήν ὅ καλός τήν ψυχήν αύτοΰ τίθησιν ὑπέρ τῶν προβάτων ὅ μισθωτός δε καί οὐκ ὤν ποιμήν, οὖ οὐκ είσί τά πρόβατα ἴδια, θεωρεῖ τόν λύκον ἐρχομενόν καί ἀφίησι τά πρόβατα καί φεύγει καί ὅ λύκος ἁρπάζει αὑτά, καί σκορπίζει τά πρόβατα. Ό δέ μισθωτός φεύγει, ὅτι μισθωτός ἔστι καί οὗ μέλει αὐτῷ περί τῶν προβάτων. Ἐγώ εἰμί ὅ ποιμήν ὅ καλός, καί γιγνώσκω τά ἐμά καί γιγνώσκομαι ὑπό τῶν ἐμῶν, καθώς γινώσκει με ὅ Πατήρ κἀγώ γιγνώσκω τόν Πατέρα, καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἆ ούκ ἐστιν ἐκ τῆς αὐλῆς ταύτης, κεκεῖνα με δεῖ ἀγαγεῖν καί τῆς φωνῆς μου ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἰς ποιμήν.
Δόξα Πατρί…
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις ἐλεῆμον ἐξάλειψον τά πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον ἐξάλειψον τά πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, έλέησόν με ὅ Θεός…
Προσόμοιον.
Ἦχος πλ’ β’. Ὀλήν ἀποθέμενοι.
Πλοῦτον ἀναφαίρετον, ἔχει σε Κέρκυρα νῆσος, ταύτην ἀξιάγαστε, φαειναῖς αὐγάζοντα, ταῖς λαμπρότησιν ἤ καί νῦν δώρησαι, τήν εἰρήνην Πάτερ, καί τροπαίων αὐτήν ἔμπλησον, ἐχθρῶν τήν ἔπαρσιν, καί παρεμβολάς κάμψας βέλεσι, Σπυρίδων Θεοδόξαστε, καί τῆς συμπαθοῦς μεταδόσεως, πλῆσον τάς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἔν παρρησία δεόμενος, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὅ Θεός τόν λαόν σου.
Ὠδή ζ’. Παῖδες Ἑβραίων.
Σῶσον τούς σε ἀνευφημοῦντας, Ὁσιώτατε Σπυρίδων Ἱεράρχα, καί τῷ θείῳ φωτί καταύγασαν σούς δούλους, καί σαῖς λιταῖς ἐξάρπασον, τῆς Σατάν μηχανουργίας.
‘Ρῦσαι, Σπυρίδων Ἱεράρχα, σαῖς πρεσβείαις σου, δαιμόνων ἐπηρείας, λογισμῶν πονηρῶν σούς δούλους καί κινδύνων, ὅπως ἀεί σῳζόμενοι, καταχρέως σε ὑμνῶμεν.
Παῦσον, Σπυρίδων σαῖς πρεσβείαις, τῆς ψυχῆς μου τήν ἄρρητον ὀδύνην, καί δεινῶν συμφορῶν σόν δοῦλον καί κινδύνων, καί τῶν παθῶν ἀπάλλαξον, ὦς πατήρ τῶν θλιβομένων.
Θεοτοκίον.
Ἔμμονον ἔχων τήν κακίαν, καί δουλούμενος ἀτόποις συνηθείαις, εὐσπλαγχνίας τῆ σῆ προστρέχω ἀνακράζων διάσωσόν με, Πάναγνε, Μητρικαῖς σου ἱκεσίαις.
Ὠδή ἡ’. Τόν Βασιλέα.
Ἀσθενειῶν τε, χαλεπῶν καί κινδύνων, Ἰατρόν σε γινώσκω ὦ Σπυρίδων· ῥῦσαι οὖν ψυχήν μου, λιταῖς σου ἀθυμίας.
Τῶν κατεχόντων, ἀνιαρῶν τούς σοῦς δούλους, ἐλευθέρωσον, Σπυρίδων Ἱεράρχα· θείαις σου πρεσβείαις, αὐτοῖς διδοῦς τήν λύσιν.
Μή διαλείπῃς, τόν Ἰησοῦν ἱκετεύων, ὦς προστάτης Πιστῶν, ὦ Σπυρίδων· διαφυλαχθῆναι, ἤμας ἐκ πάσης βλάβης.
Θεοτόκιον.
Ἵλαθι, Κόρη, τῷ οἰκτροτάτο σου δούλῳ, καί ἐκ νόσων ἀνιάτων με ῥῦσαι· ἶνα σε δοξάζω, εἰς πάντας τούς αἰῶνας.
Ὠδή θ’. Κυρίως Θεοτόκον.
Τούς πόθῳ τῆ σῆ σκέπη, Ἅγιε Σπυρίδων, καταφυγόντας κινδύνων διάσωσον, καί ἐκ παθῶν καί τῶν νόσων, λιταῖς σου λύτρωσαι.
Φρουρῶν μή διαλίπῃς, Ὅσιε Σπυρίδων, τούς σέ τιμῶντας πιστῶς καί δοξάζοντας, καί σαῖς πρεσβείαις, κινδύνων αύτούς λυτρούμενος.
Λυτρούμενος ὡς ὤφθης, πρότερον Σπυρίδων, τούς ἔν Κέρκυρα πιστῶς σοι προστρέξαντας· οὕτω καί νῦν πάσης, ῥῦσαι με περιστάσεως.
Θεοτοκίον.
Μαρία σωτηρίας, λιμένα σε εἰδότες, τῆ Παναχράντῳ σου σκέπη προστρέχομεν, καί ἐκ τῶν νόσων ῥυσθῆναι σέ ἱκετεύομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις Τριμυθοῦντος ἤ καλλονῇ, χαίροις ἆσθενούντων καί πασχόντων ὅ ἰατρός, χαίροις τῶν Πατέρων ὡράισμα καί κλέος, τρισόλβιε Σπυρίδων, σέ μεγαλύνομεν.
Πρέσβευε Σπυρίδων Θαυματουργέ, ὑπέρ Όρθοδόξων καί ἐμοῦ τοῦ ἁμαρτωλοῦ· ὅπως τῶν πταισμάτων τήν λύτρωσιν λαβόντες, παρά Θεοῦ σέ πᾶντες, πόθῳ γεραίρωμεν.
Δέησιν προσάγαγε τῷ Θεῶ, Σπυρίδων Παμμάκαρ, ὑπέρ δουλῶν τῶν σῶν, Σοφέ, τῶν τυραννουμένων ὑπό παντοίων νόσων, θλίψεων καί κινδύνων, καί τούτους λύτρωσαι.
Σπυρίδων τά ὄμματα τῆς έμής, ψυχῆς τυφλωθέντα, ἁμαρτήμασι χαλεποῖς, φώτισον λυταῖς σου, φωτί θεογνωσίας, καί ῥῦσαι με τοῦ Ἄδου, πικρῶν κολάσεων.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
καί τό τροπάριον. Ἦχος ἀ’.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καί θαυματουργός Θεοφόρε Σπυρίδων Πατήρ ἡμῶν διό νεκροῖ σύ ἐν τάφῳ προσφωνεῖς, καί ὄφιν εἰς χρυσοῦν μετέβαλες· καί ἔν τῷ μέλπειν τάς ἀγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντας σοι, Ἱερώτατε. Δόξα τῷ δεδοκώτι συ ἰσχύν· δόξα τῷ σέ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διά σοϋ πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β’ . Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.
Σκεῦος ἀπετέλεσας σαυτόν, Πνεύματος Ἀγίου τρισμάκαρ καθάρας σου τήν ψυχήν χρῖσμα θεῖον ἔλαβες, ’Ἀρχιερεύς γεγονώς, καί προστάτης θερμότατος, λαοῦ Ὀρθοδόξου τού ἐγκαυχωμένου σου, τῆ παναγία Σορῷ· ὅθεν, ὦ Σπυρίδων θεόφρον, εὔχου τῷ Θεῶ ὑπέρ πάντων, ἡμῶν τῶν τιμώντων καί εὐφημούντων σε.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Μνήσθητι οἱ αναγινώσκοντες καί Ψάλλοντες τοῦ συντάξαντος
ταπεινοῦ Ἐπισκόπου Αργυρουπόλεως Σεραφείμ.
Κέρκυρα, Μεσολόγγι, Πειραιάς, Κίσαμος Χανίων, Ελαφόνησος, Βόνιτσα
12 Δεκεμβρίου
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργούντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Το Λείψανο του Αγίου βρίσκεται αδιάφθορο στον ομώνυμο Ναό Κερκύρας.
Απότμημα του Ιερού Λειψάνου του Αγίου βρίσκονται στη Λαύρα Αγίου Αλεξάνδρου Νέβσκι Αγίας Πετρουπόλεως και στο Ναό του Αγίου Γεωργίου των Ελλήνων Βενετίας.