Τροπάριον.
Τον ζωοχέα μελῳδήσωμεν Σπυρίδωνα, τὸν ἐν Κερκύρᾳ, ζῶντα σώματι ὑπάρχοντα, ὀς ἰσχὺν τοῦ θανάτου τοῦ σώματος ἀποβάλλει, αλλ᾽ ὡς ἔχοντα τὸ σῶμα θεοδόξαστον, ὐμνῳδίαις οὐρανίαις ὑπαντήσωμεν, ἀναχράζοντες, Χαίροις σῶμα ἀείζωον.
Ἀνθρωπος ἀγγελάρχης, ἀπεστάλης Σπυρίδων, σπερεῖν σὸν θεοδόχον γῇ σῶμα. καὶ σὺν τῇ ἀκηράτῳ θανῇ, ἄθανατοὐμενόν σε θεωρῶν Οσιε, ἐξίστατο, καὶ ἴστατο πᾶς μέρωψ, ἐκφωνῶν τοιαῦτα·
Χαίροις ἐν ᾧ ἡ φθορὰ ἐτράπη·
Χαίροις ἐξ οὗ ἡ ζωὴ ηὐγάσθη.
Χαίροις ὃ μὴ ἔχων χρωτὸς τὴν ἀλλοίωσιν·
Χαίροις τῶν πνευμάτων ὁ ἔχων ὡμοίωσιν.
Χαίροις κρᾶμα δυσκατάληπτον ἀνθρωπίνοις λογισμοῖς·
Χαίροις πνεῦμα δυσαπόβλητον ἐν ἀνθρώπων σεβασμοῖς.
Χαίροις ὅτι τυγχάνεις τῆς Τριάδος οἰκία·
Χαίροις ὅτι ἐδέξω πᾶσαν χάριν ἁγίαν.
Χαίροις φωστὴρ, φωτίζων τὸν Ἡλιον·
Χαίροις λαμπτὴρ τῆς κόσμου ἐμφαύσεως.
Χαίροις δι’ οὗ εὐλογεῖται ἡ φύσις·
Χαίροις δι᾿ σὗ ἐκλαμπροῦται ἡ πίστις.
Χαίροις σῶμα ἀείζωον.
Βλέπουσα ἡ Κερκύρα, ἑαυτὴν ἐν ὑγείᾳ, φησὶ τῇ φυσικῇ θαρσαλέως. τὸ πανθαύμαστόν μου θεωρῶ, δυσπαράδακτόν σου τοῖς θεσμοῖς πέφυκεν, ἀφθόρου γὰρ χρωτὸς τὴν σύστασιν, οὐ βλέπεις ὦδε;
Ἂλλος Ἂγγελος.
Γἣν ἐβάδισε θεῖαν, καὶ εἰς πόλον ἀνῆλθε, κατέασεν ἐφ᾽ ἡμᾶς τὸ δὲ σῶμα ὃ λαμβάνον τιμᾶς, δηλοῖ πῶς ἐστι δειχθῆναι τὸν βροτὸν ἔνθεον, πρὸς ὃν βοῶμεν ἅπαντες,
ἐν φόβῳ πλὴν ἐνθέως οὕτως·
Χαίροις Θεοῦ τῶν θαυμάτων σῆμα·
Χαίροις ἐσθλῶν οὐρανίων βῆμα.
Χαίροις ἀναστάσεως ἡμῖν τὸ τεκμήριον·
Χαίροις τῶν θαυμάτων Θεοῦ τὸ μαρτύριον.
Χαίροις σῶμα θεοδόξαστον, δι᾽ οὗ ἀνέβη ἡ χαρά·
Χαίροις τίμημα τῆς χάριτος, δι᾽ οὗ πέπτωκε φθορά.
Χαίροις πνευματοφόρον πολυτίμητον γέρας·
Χαίροις τὸ τῶν θαυμάτων εὐζωόβρυτον τέρας.
Χαίροις καὶ γὰρ σοφίαν ἐλάμπρυνας·
Χαίροις καὶ γὰρ καρδίαν ἐκαίνισας.
Χαίροις ἐν σοὶ, ὁμοῦ ἔχων στοιχεῖα·
Χαίροις δ οὗ, κατεπώθη μωρία.
Χαίροις σῶμα ἀείζωον.
Δεῦτε ἐν τῇ Κερκύρᾳ, θεοσύλλεκτα στίφη, πρὸς θέασιν σώματος ἀκηράτου ὃ ἀπέβαλε στόλον ἀγαρηνῶν, καὶ τὴν νῆσον ἔδειξε σωζομένην ἅπασι, καὶ στράτευμα τῆς Θράκης συνετρίψατο, ἐν τῷ κόλπῳ πόντου.
Ἂλλος Ἂγγελος.
Ἒθετο ἐν τῷ ὄρει, Μωῦσῃς μέγαν ὄφιν, ἀνέδραμον πρὸς ὃν δεδηγμένοι. ὁ γὰρ ὄφις ὑγείαν διδοὺς, ἀληθῶς ζωόφιν ἐφορῶ χάριτος, Σπυρίδωνα, ᾧ ἅσμασι νῦν ἄδω, ὡς πρὸς εὐεργέτην.
Χαίροις θηρὸς μετουσίαν φέρων·
Χαίροις πτωχῶν ἀῤῥωστίαν αἴρων.
Χαίροις ὁ θηρὸς μεταλλάξας μισάνθρωπον·
Χαίροις ὁ βροτοῖς ἀναστὰς τὸ φιλάνθρωπον.
Χαίροις νόσημα λεπρόσαρκον, βασιλέως ἐκβαλών·
Χαίροις ἔρισμα πανθαύμαστον, τῶν θαυμάτων τῶν πολλῶν.
Χαίροις ὁ εὐτελείας τὴν ἰσχὺν ἀναδείξας·
Χαίροις ὁ τῆς Τριάδος τὸ τρισσὸν προκηρύξας.
Χαίροις σοφῶν συγχέων τὸ σύστημα·
Χαίροις μωρᾶς σοφίας τὸ σύγχυσμα.
Χαίροις ἡμῶν πρὸς Θεοῦ μεσιτεία·
Χαίροις τῆς γῆς ἡ ἡμῶν εὐτυχεία.
Χαίροις σῶμα ἀείζωον.
Ζήσας ἐν τῇ πενίᾳ, καὶ τοῦ πένητος θέλων, τὴν πενίαν ταχέως διῶξαι ὅθεν ὄφιν εἰς χρυσοῦν ἀγαγὼν, καὶ τροφόπτωχος ἀναδειχθεὶς ἅγιε λαβὼν δέ σου τὸ δώρημα, εὐχάριστος ὅ πένης, ἔφη·
Ἃλλος Ἃγγελος.
Ἡκοὐσταί μοι Σπυρίδων, δίκην οἴκου Τριάδος, τιμᾶσθαι παρὰ πᾶσιν ἀνθρώποις, καταλύσας μὲν παρ᾽ ἐκείνῳ, Πατὴρ, ὁ Λόγος, καὶ Πνεῦμα Ἃγιον, αὐτὸς Θεὸν κηρύξας σαρκωθέντα, δι’ ἡμῶν βοώντων·
Χαίροις Θεοῦ ἁγνοτάτου θύτης·
Χαίροις Χριστοῦ τῶν ῥημάτων μύστης.
Χαίροις ὡς τὰ ῥεῖθρα ποταμοῦ ἀνεχέτισας·
Χαίροις ὡς τὰ κλεῖθρα τῆς ἀβύσσου ἐνίκησας.
Χαίροις ὅτι κατεπάτησας τῶν ὀφέων κεφαλήν·
Χαίροις ὅτι κατεδίωξας τῶν εἰδώλων τὴν ἀχλύν.
Χαίροις τῶν Κερκυραίων πολυδόξαστον σῶμα·
Χαίροις τὸ τῶν Κυπραίων ἁγιώτατον θρέμμα.
Χαίροις λαμπρὸν τῆς φύσεως βλάστημα·
Χαίροις σφοδρὸν ἐγέρσεως γνώρισμα.
Χαίροις δι’ οὗ κατεπώθη κακία·
Χαίροις δι’ οὗ πέπτωκεν αἱρεσία.
Χαίροις σῶμα ἀείζωον.
Θαὐματέμφορα μέγαν, θεωρήσαντες πάντες, συνόδῳ οἱ φιλόσρφοι θάμβει, τῇ χειρὶ γὰρ ἐνσφίγξας πηλόν, δι’ αὐτοῦ ἐδήλοις τὸ Τρισσὸν ἅπασι, καὶ λήψαντες τὸν ἄληπτον, ἐδόξασαν αὐτὸν βοῶντες·
Ἃλλος Ἃγγελος.
Ἳδωμεν τῶν θαυμάτων, ποταμόν σε Σπυρίδων, τὸν ῥέοντα ὑμῖν ἀεὶ ταῦτα, ὅθεν ἔστη πάλαι ποταμὸς, ὅτε σὴν ἀπείληφεν αὐδήν, ἔδραμε τὸ θαῦμα πανταχόσε, τοῦ δοξάσαι
τὸν θαυματουργοῦντα·
Χαίροις ὁ κόσμου ἐάσας δόξαν·
Χαίροις μισθὸν οὐρανοῦ ὁ λήψας.
Χαίροις ὃς ἀπάτην ἐν θαύματι ἔσβεσας·
Χαίροις ὃς Τριάδι πιστεύειν ἐφώτισας.
Χαίροις πρόβατον φιλάνθρωπον τῆς ἀγέλης τοῦ Θεοῦ·
Χαίροις ὅτι τὰ φιλεύσπλαγχνον σὺ κινεῖς τοῦ ποιητοῦ.
Χαίροις ὁ τῶν πενήτων ζωοτρόφε Σπυρίδων·
Χαίροις ὀρφανοφύλαξ, καὶ οἰκέα παροίκων.
Χαίροις Μωσῇ, ὃς δύναμιν εἴληφας·
Χαίροις σοφῶν, μωρίαν ὃς ἤμβλυνας
Χαίροις ὃς γῆν, ὁμοιοῖς παραδείσῳ·
Χαίροις ἐχθροὺς, κατεῶν ἐν ἀβύσῳ.
Χαίροις σῶμα ἀείζωον.
Καπέτασμα τρίτον, κέκτηται ὁ ναός σου, κιβωτόν σου τὴν λάρνακα φέρον, καὶ λυχνίαν νέμεισε φωτὸς, μάννα δέσου τὸ σῶμα ἡμῖν νέμεται, πλαξὶ δὲ σῆς καρδίας καθαρῶμεν, γεγραμμένον οὕτως·
Ἃλλος Ἃγγελος.
Λύεις φύσεως ὅρους, τῇ νεκρᾷ φωνὴν στέλλων ἀπέδωκας δὲ πνεῦμα τῷ βρέφει, καὶ γὰρ εἴληφε τέκνον ἐκ σοῦ, μήτηρ θεωροῦσά σοὺ ἰσχὺν ἔφριξε, θανοῦσα δὲ ἀνέστη, αὖτίκα πρὸς σὲ ἐκβοῶσα·
Χαίροις ἀνάῤῥυσις τῶν νοσούντων·
Χαιροις ἀνάβλεψις μὴ ὁρώντων.
Χαίροις ὃς ἐφάνης τῆς πλάνης κατάπτωσις·
Χαίροις τῶν πνευμάτων δικαία ἀνόρθωσις.
Χαίροις θάνατον μιμούμενος, καὶ αὐτὸν ἐκ θανατῶν·
Χαίροις πνεῦμα χαριτόβρυτον τοῖς ἀνθρώποις βοηθόν.
Χαίροις ἄσειστε κίων ὃ κρατῶν τοὺς ἐν πίστει·
Χαίροις φῶς τὸ σκοτίζον αἱρεσίαν κακίστην.
Χαίροις Μωσῆ θαυμάτων διάδοχε·
Χαίροις ζωῆς τῆς θείας εὐπάροχε.
Χαίροις ὃ σχὼν τοῦ Θεοῦ μεγαλεῖον·
Χαίροις ὁ δοὺς πᾶσι πνεῦμα τὸ θεῖον.
Χαίροις σῶμα ἀείζωον.
Μέτοχος εἴ Αγγέλων, ἐν τῇ γῇ ὦ Σπυρίδων, μετέστης ἐκ τῆς γῆς εἰς τὰ ἄνω, ἐπεδόθης εἰς χεῖρας Θεοῦ, ἀλλ᾽ ἐγνώσθης ὄντως, καὶ βροτὸς τέλειος, διόπερ ἐξεπλάγησαν οἱ
Αγγελοι βοῶντες, οὕτως·
Ἃλλος Ἃγγελος.
Νέον τῶν ἱερέων, θίασον καθορᾶσθαι, καλεῖ πρὸς ἑαυτὸν ὁ Σπυρίδων, ἐξ Αγγέλων λειτουργεῖσθαι βροτὸν, λειτουργοῦντα Τριάδι ἄρτῳ ἐν βήματι, τό δε γὰρ θαῦμα βλέψαντες οἱ Αγγελοι, αὐτὸν ἀνύμνουν·
Χαίροις τὸ ἄσμα τὸ τῶν Αγγέλων·
Χαίροις τὸ ψάλμα τῶν Ἀρχαγγέλων.
Χαίροις ὅτι λάμψεως πάντας ἐπλούτισας·
Χαίροις ὁ θανέμπνους, ὃς πλείστους ἐζώωσας.
Χαίροις σχεῦος τὸ τῆς χάριτος, ἐν ᾧ ἵσταται σωτήρ·
Χαίροις χρᾶμα τὸ ἀκήρατον, καὶ τῶν ὀρφανῶν πατήρ.
Χαίροις ὁ κλεπτοφόροις βοηθῶν σε κλοπεύειν·
Χαίροις ὁ ἀσπλαγχνοῦντας ὁδηγῶν εὐσπλαγχνία.
Χαίροις βροτὸς τοῦ χόρτου ἐντρύφημα·
Χαίροις θνητῶν ἁγίων ὑπόδειγμα.
Χαίροις στοργὴ τῶν βροτῶν μικροκόσμων·
Χαίροις πηγὴ πᾶσι χάριν κινοῦσα.
Χαίροις σῶμα ἀείζωον.
Ξύλου γνώσεως πάλαι, ἐφαψάμενος τότε, Αδὰμ ὄντος ἐν τῷ παραδείσῳ, ἀλλ᾽ ἐκείνῳ μὴ συμφωνήσας βροτὸς, τῇ βουλῇ ἐφάνη ὑψηλὸς Ἃγγελος, τὴν θέωσιν ἑλκύσας ταπεινώσει, καὶ βουλῇ τοῦ κτίστου·
Ἃλλος Ἃγγελος.
Ὃλον ἣν ἐν τῷ βίῳ, καὶ θανάτου μετέχει, τὰ νῦν τὸ σὸν ἀκήρατον σῶμα, προμετάπτωσις γὰρ μυστικὴ, οὗ κατάβρωσις δὲ βροτικὴ γέγονε, καὶ γόνος ἐκ τῶν ἄνω ὁ ἀνεκλήθης, πρὸς βοώντων ταῦτα·
Χαίροις βρωτῶν, ἀθανάτων σῆμα·
Χαίροις ζωῆς, καὶ θανάταυ μίγμα.
Χαίροις Ἰουδαίων ἀμφίβολον ὅραμα·
Χαίροις Ἱερέων ἀγλαώτατον δώρημα.
Χαίροις γέννημα πανθαύμαστον τὸ ἐπὶ τῆς Τριμυθοῦν·
Χαίροις πότισμα πανήδυστον τὸ νοσοῦσι βοηθοῦν.
Χαίροις ὁ ἐναντίοις νῦν ἡμᾶς κατευφραίνων·
Χαίροις ὁ εὐποτμίαν, καὶ ζωὴν συζευγνύων.
Χαίροις ὁλκὴ χειμάρους κρατήσασα·
Χαίροις πηγὴ χαρίτων πλουτήσασα.
Χαίροις λουτρὸν τοῦ ποτὲ Κωνσταντίνου·
Χαίροις ποινὴ πορνικοῦ μὲν γυναίου.
Χαίροις σῶμα ἀείζωον.
Πόλει τῶν Κερκυραίων, καταπλήττεται ἔθνη, ὁρῶντα τὰ βλαστήματα ἄγαρ, ἐδιώχθησαν μὲν ὑπὸ σοῦ, καθεώρουν γὰρ ὑλικὸν Ἃγγελον, φορῶν εἰς χεῖρας φάσγανον, διῶκων τοὺς κατὰ γῆς, καὶ πόντου·
Ἃλλος Ἃγγελος.
Ρήτορες καθορῶσι, φωλητῆρος Κερκύρας, ἐν πτύῳ τυπωθεῖσαν εἰκόνα, ἐκ φαρμάκων γὰρ σχῆμα λαβὼν, τὴν σὴν ὄψιν ἔθου, καὶ τυφλὸν ὡμμάτωσας, ἡμεῖς δὲ σὺν μητρὶ
τοῦτο θαυμάζοντες, σαφῶς βοῶμεν·
Χαίροις χρυσίον πτωχῆς ἐτάζων·
Χαίροις ἀνάκτων, πιστῶν ὁ φύλαξ.
Χαίροις ὅτι δούλου τὴν χεῖρα ἐξήρανας·
Χαίροις ὅτι κάλλος ἀδόντων ἐμώρανας.
Χαίροις ὅτι κατεσύγχυσας τοὺς σοφοὺς συζητητάς·
Χαίροις ὅτι ἀπημαύρωσας τοὺς κακίας ποιητάς.
Χαίροις τῶν ἐπιγείων τοὺς θεσμοὺς ὁ συγχύσας·
Χαίροις τῶν οὐρανίων τὰς εὐθύνας κοσμήσας.
Χαίροις φυτὸν ἐπισκέπτον Κερκύραν·
Χαίροις καρπὸς καταφραίνων καρδίαν.
Χαίροις τρυφὴ τῆς Κερκύρας ὑπάρχων·
Χαίροις, ὁ ὑγροψυχροθερμοξηράρχων.
Χαίροις σῶμα ἀείζωον.
Σῶμά σοὺ μὲν τὸ θεῖον, ἵσταται παῤῥησίᾳ, ἐμφέρων θησαυροὺς τῶν θαυμάτων, καὶ ἐκ γῆς ὑπάρχων ὡς βροτὸς, τὴν δὲ γῆν ἐάσας Οὐρανῷ ᾧκησας, γηείνοις τὰ οὐράνια ἑνώσας, ἐξ ἡμῶν ἀκούεις·
Ἃλλος Ἂγγελος.
Τόκος εἶ τῆς Τριάδος, ὁ ἐνδείξας Τριάδα, Αγγέλοις, καὶ κακίας ἀνθρώποις, ὁ γὰρ οὐρανοῦ, καὶ γῆς ἀνεμόρφωσέ σε ποιητὴς ἄφθαρτον, ποιήσας σε ἀκήρατον, δεικνύει
σε ζωντανὸν τοῖς πᾶσι·
Χαίροις ὁ στύλος ταπεινοσύνης·
Χαίροις ὁ κόσμος τῆς σωφροσύνης.
Χαίροις ὃ μισῶν θησαυροὺς σητοβρόσεως·
Χαίροις ὃ σωτὴρ λεπρικῆς ἀμαυρώσεως.
Χαίροις θεῖε ὅ τὸν Ελληνα συναρμόσας πιστοῖς·
Χαίροις ὅτι τὰ ἀγάλματα καταῤῥίψας ἐπὶ γῆν.
Χαίροις Θεοῦ κριμάτων, σῆμα πᾶσι δεικνύων·
Χαίροις δρόσος θαυμάτων, σὲ κυκλοῖ οὐρανίων.
Χαίροις ὀχεὺς τῆς μεταμορφώσεως·
Χαίροις λαμπὰς τῆς θείας αὐγάσεως.
Χαίροις αὐγὴ ὀρθοδόξου σοφίας·
Χαίροις ὀσμὴ τῆς ἡμῶν σωτηρίας.
Χαίροις σῶμα ἀείζωον.
Υπο σκέπην σου Πάτερ, ἀνατρέχομεν πάντες, ὡς Νῶε κιβωτὸν εἰς τὴν θείαν, εἰς ἀνάγκας λιμοὺς, σεισμοὺς ἔχομέν σε βοηθὸν ἅπαντες, ἀνθ᾽ ὧν τελοῦμεν ἄξιον, τὸ δώρημα, νυνὶ πρὸς σὲ βοῶντες ·
Ἃλλος Ἃγγελος.
Φωτοβόλον, λυχνίαν, ἐν τῷ βίῳ φανεῖσαν, ἐτέθης εἰς χαρὰν τοῖς ἀνθρώποις, ζωῆς ἄφθαρτον ἤναψας φῶς, ὅδηγεῖς πρὸς γνῶσιν μακαριότητος, ἡμᾶς τοὺς νῷ μὴ ἔχοντὰς, χαρὰν τὴν οὐρανίαν ὧδε·
Χαίροις στροφὴν, ἀρᾶς τῶν γενάρχων·
Χαίροις φυγὰς ἀφῆς παραβάτων.
Χαίροις ὃς Αδὰμ,, υἱὸν Αβελ ἐσήμανας·
Χαίροις ὃς τοῦ Χὰμ ἁμαρτίας ὠνείδισας.
Χαίροις Κἀϊν τὸ ζηλόφθονον ἀποβάλλων ἀφ᾽ ἡμῶν·
Χαίροις Αβραμ. τὸ φιλάνθρωπον, ὁ δεικνύων μιμητόν.
Χαίροις Αρχιερέων ζωγραφήσας τὸν βίον·
Χαίροις Ϊωνᾷ πάλιν, ἑρμηνεύσας τὸν τύπον –
Χαίροις ἀστὴρ μηνύων θεότητα·
Χαίροις ποιμὴν ἐρῶν ἀνθρωπότητα.
Χαίροις δορκὰς τοῦ Θεοῦ μυστηρίων·
Χαίροις ὀχὴ ἀγαθῶν αἰωνίων.
Χαίροις σῶμα ἀείζωον·
Χάριν πλείστων θαυμάτων, εἰληφὼς ὦ Σπυρίδων, ἐδόθης εὐεργέτης Κερκύρας, καὶ προσώμησας κατ’ ἐχθρῶν, προσελυληθότων εἰς αὐτῆς σύνορα, διώξας τὰ στρατεύματα, ἀκούεις παρὰ πάντων οὕτως ·
Ἃλλος Ἃγγελος.
Ψαύοντα σώματός σου, τὰ ἀλλόφυλα ἔθνη, ἀρτίμορος δοκεῖς αὐτοῖς ὄντως, ἐν τῇ σῇ γὰρ ὁρῶσιν ὀχῇ, τὰ βιούντων πάντων ἀβλαβῆ Ὃσιε, κραυγάζουσι, δοξάζουσι, διδάσκουσι, βοᾶν σοι πάντας·
Χαίροις ὀστῶν φυλακὴ ἁγία·
Χαίροις ὁσίων τῶν ζώντων μείζων.
Χαίροις ὁ φορῶν ὑγιὲς περικράνιον·
Χαίροις ὁ τηρῶν ζῶν ἀεὶ τὸ ἐγκέφαλον.
Χαίροις ὄμματ᾽ ἔχων βλέποντα, τοῦ Θεοῦ θεωρίαν·
Χαίΐροις στόμα ὁ ἀνοίγων, εἰς πιστῶν νουθεσίαν.
Χαίροις ἀθανασίας ὁ ἀκήρατος οἶκος·
Χαίροις τῆς ἀφθαρσίας ὁ αἰώνιος τύπος.
Χαίροις δι᾿ οὗ ἐξέστησαν ἄγγελοι·
Χαίροις δι’ οὗ ἐσώθησαν ἄνθρωποι.
Χαίροις χρωτὸς σταθερὰ κουστωδία·
Χαίροις εἰκὼν τοῦ Θεοῦ ἡ ἁγία.
Χαίροις σῶμα ἀείζωον.
Ὢ Ἐχέμβιον σῶμα, τοῦ θανάτου μὴ ἔχων, τὴν πεῖραν ἁγιώτατον πάντῃ, δεξαμένης τῆς νῦν παροχῆς, δός μοι Θεῖε τῶν κακῶν τὴν ἄφεσιν, καὶ διὰ σοῦ ῥυσθείησαν κακώσεως, οἱ σοὶ βοῶντες·
Ἂλλος Ἃγγελος.
Καὶ τὸ Τροπάριον.
Τον ζωοχέα μελῳδήσωμεν Σπυρίδωνα, τὸν ἐν Κερκύρᾳ, ζῶντα σώματι ὑπάρχοντα, ὀς ἰσχὺν τοῦ θανάτου τοῦ σώματος ἀποβάλλει, αλλ᾽ ὡς ἔχοντα τὸ σῶμα θεοδόξαστον, ὐμνῳδίαις οὐρανίαις ὑπαντήσωμεν, ἀναχράζοντες, Χαίροις σῶμα ἀείζωον.
Κέρκυρα, Μεσολόγγι, Πειραιάς, Κίσαμος Χανίων, Ελαφόνησος, Βόνιτσα
12 Δεκεμβρίου
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργούντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Το Λείψανο του Αγίου βρίσκεται αδιάφθορο στον ομώνυμο Ναό Κερκύρας.
Απότμημα του Ιερού Λειψάνου του Αγίου βρίσκονται στη Λαύρα Αγίου Αλεξάνδρου Νέβσκι Αγίας Πετρουπόλεως και στο Ναό του Αγίου Γεωργίου των Ελλήνων Βενετίας.