Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια˙
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῷ Ἱεράρχῃ τοῦ Χριστοῦ Νεκταρίῳ, τῷ δοξασθέντι δωρεαῖς οὐρανίαις, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς˙ ἅγιε Νεκτάριε, Ὀρθοδόξων προστάτα, πάσης ἡμᾶς λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ πειρασμῶν καὶ νόσων χαλεπῶν, τούς καταφεύγοντας, Πάτερ, τῇ σκέπῃ σου.
Δόξα.
Ὡς εἰληφὼς παρὰ Θεοῦ ἐξουσίαν, τοῦ θεραπεύειν τάς δεινὰς καχεξίας, τῶν προσιόντων, Πάτερ, τοῖς λειψάνοις σου, ἴασαι δεόμεθα, τοὺς δεινῶς θλιβομένους, νόσοις καὶ παθήμασι, καὶ πικραῖς ἀλγηδόσι, καὶ ἐν εἰρήνῃ φύλαττε ἡμᾶς, ταῖς σαῖς πρεσβείαις, Νεκτάριε Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ˙ Σούς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Παθῶν Νεκτάριε ἡμᾶς ῥύσαι, Γερασίμου.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πληγεὶς τῇ κακίᾳ τοῦ δυσμενοῦς, τῇ σῇ ἀντιλήψει, καταφεύγω ἀναβοῶν· εἰρήνευσον, Πάτερ, τὴν ζωήν μου, καὶ τὴν κατ’ ἄμφω ὑγείαν μοι δώρησαι.
Ἁγίως ἀνύσας σου τὴν ζωήν, ἀεὶ ἁγιάζεις καὶ λυτροῦσαι παντὸς κακοῦ, Νεκτάριε Πάτερ θεοφόρε, τοὺς προσιόντας τοῖς θείοις λειψάνοις σου.
Θαυμάτων δυνάμεις ὡς ἐνεργῶν, θεράπευσον, Πάτερ, ἀσθενείας ὀδυνηράς, τῶν τὴν σὴν βοήθειαν ζητούντων, θαυματουργὲ Ἱεράρχα Νεκτάριε.
Θεοτοκίον.
Ὡς Μήτηρ φιλεύσπλαγχνος τοῦ Θεοῦ, φιλάγαθε Κόρη, εὐσπλαγχνίσθητι ἐπ’ ἐμοί, καὶ βλάβης με πάσης καὶ μανίας, τοῦ ἀοράτου ἀπάλλαξον ὄφεως.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων παντοίων καὶ χαλεπῶν θλίψεων, καὶ ἐπηρειῶν ὀλεθρίων καὶ ἐπιθέσεων, τοῦ ἀρχεκάκου ἐχθροῦ, ὡς συμπαθὴς Ἱεράρχης, ἀσινεῖς διάσωζε τοὺς σὲ γεραίροντας.
Νέκταρ ἄϋλον θεῖον, τῆς θεϊκῆς χάριτος, ἧς παρὰ Θεοῦ ἐκομίσω βλύζει ἑκάστοτε, ἡ θεία κάρα σου, καὶ τῶν παθῶν τὴν πικρίαν, ἀπελαύνει, Ἅγιε, ἐκ τῶν ψυχῶν ἡμῶν.
Ἐν ὀδύναις καὶ πόνοις καὶ θλιβεραῖς μάστιξι, Πάτερ, τὴν ζωήν μου ἀνύων, πρὸς σὲ κατέφυγον˙ μὴ οὖν παρίδῃς με, ἀλλὰ τῇ σῇ ἐπισκέψει, ἐκ τῶν συνεχόντων με δεινῶν ἀπάλλαξον.
Θεοτοκίον.
Καταφύγιον κόσμου καὶ ἀρραγὲς στήριγμα, Κεχαριτωμένη Παρθένε, τοὺς καταφεύγοντας, ὑπὸ τὴν σκέπην Σου, τῶν πολυπλόκων σκανδάλων, τοῦ δολίου δράκοντος, σκέπε καὶ φύλαττε.
Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως, Ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ σὲ τιμῶντας, Νεκτάριε θεοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ δαψιλής, ἰάσεων ἐν Πνεύματι, ἐδείχθη, σοφέ, ἡ θήκη τῶν λειψάνων σου· ἰᾶται γὰρ τοὺς πάσχοντας καὶ ὑγείαν καὶ ῥῶσιν χαρίζεται, τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ, Νεκτάριε Πάτερ ἱερώτατε.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν Μονήν σου, Νεκτάριε, πάσης ἐπηρείας ἀνεπηρέαστον, τοῦ δολίου πολεμήτορος, Πάτερ, διατήρει τῇ σῇ χάριτι.
Ἀσθενεῖς τοὺς προστρέχοντας, Πάτερ, πανταχόθεν τῇ θείᾳ μάνδρᾳ σου, θεραπείας καταξίωσον, καὶ τὴν λύπην τούτων διασκέδασον.
Ῥῶσιν δίδου καὶ ἴασιν, τὴν κατὰ ψυχὴν καὶ σῶμα, Νεκτάριε, καὶ πταισμάτων ἀπολύτρωσιν, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Θεοτοκίον.
Ἴθυνόν με, Πανάμωμε, πρὸς τῆς μετανοίας ὁδὸν σωτήριον, καὶ παθῶν μου τὰ σκιρτήματα, νέκρωσον εἰς τέλος καὶ ἀφάνισον.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Εὗρέ σε θερμόν, ἀντιλήπτορα ἡ Αἴγινα, διὰ τοῦτο σου τῇ χάριτι ἀεί, καταφεύγει καὶ λυτροῦται πάσης θλίψεως.
Ἤρεμον ζωήν, διανύειν καὶ ἀτάραχον, ἀπὸ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, καταξίωσον ἡμᾶς, Πάτερ Νεκτάριε.
Μέγαν σέ φρουρὸν, καὶ προστάτην, Πάτερ Ὅσιε, κεκτημένη ἡ Μονή σου ἡ σεπτή, ἐγκαυχᾶται τῇ ταχείᾳ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, τοῦ Θεοῦ Μῆτερ ἀπείρανδρε, τοὺς ἐλπίζοντας τῇ σκέπῃ Σου ἀεί, ἀνωτέρους πάσης βλάβης διατήρησον.
Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων, καὶ τῶν ψυχῶν τάς ὁδύνας, ἐπικούφισον, Νεκτάριε Πάτερ, τῶν πρὸς τὴν σὴν ἀφορώντων πρεσβείαν, καὶ τάς καρδίας ἡμῶν χαρᾶς πλήρωσον, καὶ ἀθυμίας χαλεπῆς, ἐξ ἡμῶν τὴν ὁμίχλην διάλυσον.
Ῥυσθῆναι, πειρατηρίων παντοίων, καὶ σκανδάλων τοῦ ἐχθροῦ ὀλεθρίων, καὶ ἀναγκῶν καὶ στενώσεων πλείστων, τὸν Πανοικτίρμονα Λόγον ἱκέτευε, Νεκτάριε θαυματουργέ, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
Ὑψόθεν, ὡς συμπαθὴς ἐποπτεύων, καὶ ἀπαύστως προστατεύων μὴ παύσῃ, τῆς ἱερᾶς σου Μονῆς, θεοφόρε, τῆς κεκτημένης ὡς μέγα θησαύρισμα, Νεκτάριε θαυματουργέ, τὴν σορὸν τῶν ἁγίων λειψάνων σου.
Θεοτοκίον.
Σωτῆρα, καὶ Λυτρωτὴν τῶν ἀνθρώπων, τὸν φιλάνθρωπον κυήσασα Λόγον, σῶσον με, Κόρη, τῇ Σῇ προστασίᾳ, τῆς πονηρᾶς τυραννίδος τοῦ χείρονος, καὶ νεύρωσόν μου τὴν ψυχήν, πρὸς ἐπίδοσιν βίου βελτίονος.
Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως Ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ σὲ τιμῶντας, Νεκτάριε θεοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πεπτωκότων ἐπανόρθωσις γέγονας, καὶ τῶν κλονουμένων, Νεκτάριε, στήριγμα, ἐν ὑστέροις τοῖς καιροῖς παρὰ Κυρίου δοξασθεὶς˙ ἀλλὰ πάντοτε καὶ ἡμᾶς, τῶν ἐν τῷ βίῳ πειρασμῶν, ἀνωτέρους διάσωζε, ἄφεσιν τῶν πταισμάτων, καὶ ῥῶσιν καὶ σωτηρίαν, αἰτούμενος παρὰ Θεοῦ, Ἱεράρχα, ταῖς ψυχαῖς ἡμῶν.
Προκείμενον.
Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλιάσει ἀγαλιάσονται.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμί ἡ θύρα˙ δι’ ἐμοῦ ἐὰν τὶς εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπωλέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ Ποιμὴν ὁ καλὸς˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς δέ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσί τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει˙ καὶ ὁ λύκος ἁρπάζει αὐτά καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγὼ ειμί ὁ Ποιμὴν ὁ καλὸς˙ καὶ γινώσκω τὰ ἐμά καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τήν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης˙ κἀκεῖνα με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη εἷς ποιμήν.
Δόξα…
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέον ἄστρον πέφηνας, τῇ τοῦ Χριστοῦ Ἐκκλησία, ἐν ἐσχάτοις ἔτεσι, βίου καθαρότητι λάμψας, Ὅσιε· νοηταῖς λάμψεσι, τῶν ἐν σοὶ χαρίτων, καταυγάζων τάς ψυχὰς ἡμῶν, καὶ τῶν ἰάσεων, ταῖς μαρμαρυγαῖς λύων πάντοτε, δαιμόνων τὴν σκοτόμαιναν, καὶ ἀρρωστημάτων τὴν ζόφωσιν· ὅθεν σοί βοῶμεν, μὴ παύσῃ ἐκλυτρούμενος ἡμᾶς, ἐπηρειῶν τοῦ ἀλάστορος, καὶ παντοίων θλίψεων.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀλγηδόνων ποικίλων, πειρασμῶν καὶ κινδύνων καὶ περιστάσεων, καὶ φθόνου καὶ κακίας, ἀνθρώπων κακοτρόπων, ἀσινεῖς διαφύλαττε, τοὺς σὲ τιμῶντας ἀεί, Νεκτάριε παμμάκαρ.
Ἰατρεύων ἀπαύστως, χαλεπὰς ἀσθενείας, Πάτερ Νεκτάριε, τῶν πίστει προσιόντων, τοῖς θείοις σου λειψάνοις, ἀρωγὸς ἑτοιμότατος, ἐν τοῖς ἐσχάτοις καιροῖς, τῶν εὐσεβούντων ὤφθης.
Γέρας ἔνθεον ὤφθης, καὶ διάδημα νέον, Πάτερ Νεκτάριε, τῇ νήσῳ τῆς Αἰγίνης, ἥτις ἀεὶ προστρέχει, τῇ πρεσβείᾳ σου, Ἅγιε, καὶ τῆς εὐνοίας τῆς σῆς, τρυγὰ τάς ἀντιλήψεις.
Θεοτοκίον.
Ἐντολῶν με πρὸς τρίβον, τοῦ ἐκ Σοῦ σαρκωθέντος, Κόρη, ὁδήγησον, πυλῶν τῆς ἁμαρτίας ἐξαίρουσα, Παρθένε, τὴν ῥοπὴν τῆς καρδίας μου, ἵνα ὑμνῷ Σε ἀεί, σωθεὶς τῇ χάριτί Σου.
Ὠδή η΄. Τόν Βασιλέα.
Ῥοῦν τῆς κακίας, τὸν κατακλύζοντα, Πάτερ, τῆς καρδίας μου τοὺς αὔλακας εἰς τέλος, ξήρανον δυνάμει, τῶν θείων πρεσβειῶν σου.
Ἀσθενειῶν σε, θεραπευτὴν ἐγνωκότες, καταφεύγομεν τῇ Κάρᾳ σου τῇ Θείᾳ, ἵνα λυτρωθῶμεν, μαστίγων ἐπωδύνων.
Σκέπε ἀπαύστως, τὴν σὴν Μονὴν τὴν ἁγίαν, καὶ πρυτάνευε αὐτῇ τῇ σῇ πρεσβείᾳ, Πάτερ Ἱεράρχα, τάς πατρικὰς σου δόσεις.
Θεοτοκίον.
Ἴασαι, Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, τῇ τοῦ ὄφεως κακίστῃ ἐπηρείᾳ, καὶ καταύγασον με, φωτὶ τῆς ἀπαθείας.
Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Μανίας ἡμᾶς ῥῦσαι, ἐχθροῦ τοῦ ἀοράτου, καὶ τῶν ἐν βίῳ δεινῶν περιστάσεων, τοὺς καταφεύγοντας, Πάτερ, ὑπὸ τὴν σκέπην σου.
Ὀδύνης ψυχικῆς με, καὶ τῶν ἀλγημάτων, τῶν ἐν τῷ σώματι, Πάτερ, ἀπάλλαξον, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ πλουσίᾳ χάριτι.
Ὑπὲρ τῆς εὐαγοῦς σου, μάνδρας ἐκδυσώπει, καὶ τῆς Αἰγίνης Χριστὸν τὸν Φιλάνθρωπον, καὶ τῆς Ἑλλάδος ἁπάσης, Πάτερ Νεκτάριε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὴν χάριν, Κεχαριτωμένη, Σὺ γὰρ ἀπαύστως ὡς μήτηρ φιλόστοργος, σκέπεις καὶ τρέφεις καὶ θάλπεις, ἡμᾶς ἑκάστοτε.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τὸν τῆς εὐσεβείας νέον πυρσόν, καὶ τῆς Ἐκκλησίας, τὸν φωστῆρα τὸν φαεινόν· τὸν θερμὸν προστάτην καὶ ἔφορον Αἰγίνης, Νεκτάριον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.
Χαίρoις ὁ νεόρρυτος ποταμὸς, ὁ τὰ νεκταρώδη, τῶν χαρίτων τῶν θεϊκῶν, ῥεῖθρα πελαγίζων, τῇ θείᾳ ἐπομβρίᾳ, Χριστοῦ τῇ Ἐκκλησίᾳ, Πάτερ Νεκτάριε.
Λάμψας ἐν τῷ ὕψει τῶν ἀρετῶν, ἐν ἐσχάτοις χρόνοις, ὥσπερ λύχνος θεολαμπής, νοητῶς λαμπρύνεις πιστῶν τάς διανοίας, τῇ καθαρᾷ ζωῇ σου, Πάτερ Νεκτάριε.
Χαίροις τεθλιμμένων ὀ ἀρωγός, καὶ τῶν δαιμονόντων ὀ ταχύτατος ἰατρός, χαίροις ὀ τὰ πάθη, καὶ νόσους θεραπεύων, τῶν προσιόντων Πάτερ, ἐν τοις λειψάνοις σου.
Χαίρoις τῆς Αἰγίνης ὁ θησαυρός, καὶ τῶν Ὀρθοδόξων, ἀντιλήπτωρ καὶ βοηθὸς˙ χαίροις τῆς Ἑλλάδος ἀγλάϊσμα τὸ νέον, Νεκτάριε παμμάκαρ, ἡμῶν τὸ στήριγμα.
Τῇ σῇ προστασίᾳ τῇ πατρικῇ, τὴν σεπτὴν Μονήν σου, διαφύλαττε ἀβλαβῆ, Νεκτάριε Πάτερ, καὶ πλήρου τάς αἰτήσεις, τῶν εὐλαβῶς τελούντων, τὴν θείαν μνήμην σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τόν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πάσιν ἰάματα.
Ἕτερον.
Σηλυβρίας τὸν γόνον καὶ Ἑῴας τὸ καύχημα, τῆς Ὀρθοδοξίας τὸν στῦλον καὶ Αἰγίνης τὸ ἔρεισμα· Νεκτάριον ὑμνήσωμεν πιστοί, ὡς νέκταρ γὰρ ἀνέβλυσεν ἡμῖν, ἐκ πηγῶν τοῦ σωτηρίου νεοφανῶς, ἀρδεῦον τοὺς κραυγάζοντας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν ἐσχάτοις τοῖς καιροῖς, λαμπρῶς σὲ ἁγιάσαντι.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσιν ἀντιλήπτωρ καὶ φρουρός, καὶ θερμὸς προστάτης καὶ σκέπη, γενοῦ Νεκτάριε, τοῖς προσερχομένοις σοι, Πάτερ, ἐκ πίστεως, καὶ τὰ θεῖα σου λείψανα, κατασπαζομένοις, ἃ Χριστὸς ἐδόξασε, θαυμάτων χάρισι, λύων πειρασμῶν τάς ὀδύνας, καὶ εἰρήνην πᾶσιν παρέχων, καὶ πταισμάτων ἄνωθεν συγχώρησιν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν ‘Αγίων Πατέρων ἡμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.
9 Νοεμβρίου
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπὰς τοῖς εὐλαβῶς κραυγάζουσι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυματώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἡ Κάρα καί τά περισσότερα Λείψανα στή Μονή Ἁγίας Τριάδος Αἰγίνης.
Ἕνας ἀστράγαλος στό ὁμώνυμο Προσκύνημα Καμάριζας Λαυρίου.
Ἕνας σπόνδυλος στό ὁμώνυμο Προσκύνημα Χανίων Κρήτης.
Τό Λείψανο τοῦ ἁγ. Νεκταρίου ἐπ. Πενταπόλεως ἐνταφιάσθηκε στή Μονή του, τῆς Ἁγίας Τριάδος Αἰγίνης, τό 1920, καί κατά τήν ἑπόμενη 20ετία διατηρήθηκε ἀδιάφθορο, ὅπως προέκυπτε ἀπό τίς ἀνακομιδές πού ἔγιναν. Στή συνέχεια τό Λείψανο τοῦ Ἁγίου τοῦ 20ου αἰ. διαλύθηκε, γιά νά μεταφερθεῖ ἡ εὐλογία του σέ ὅλο τόν κόσμο, ὅπως εἶπε ὁ ἴδιος σέ μία «κατ’ ὄναρ» ἐμφανισή του.