Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καί τό ἑξῆς τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐν καμίνῳ τοῦ πυρός μή φλεχθέντες, Ἂγιοι Παῖδες τῇ τοῦ Πνεύματος δρόσῳ, τῶν πειρασμῶν τήν φλόγα κατασβέσατε, δύναμιν παρέχοντες, ἐν πυρός τοῖς κινδύνοις, ταῖς ὑμῶν δεήσεσι, πρός τόν πάντων Δεσπότην, τοῖς πυροσβέσταις πίστει ἀκλινεῖ, τῇ προστασία, ὑμῶν καταφεύγουσι.
Δόξα Τό αὑτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν, οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ὃ κανὼν οὗ ἡ ἀκροστιχίς·
Δότε ἡμῖν δύναμιν ὦ Παῖδες. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖα τῆς χάριτος τοῦ Θεοῦ, Παῖδες θεοφόροι, πάσης βλάβης καί συμφορᾶς, ἀτρώτους ἡμᾶς διατηρεῖτε, τους τῇ πρεσβείᾳ ὑμῶν πίστει σπεύδοντας.
Οὑδόλως ἐφλέχθητε τῷ πυρί, Παῖδες θεοφόροι, ὡς θεράποντες τοῦ Θεοῦ, διό ἐμπρησμῶν τῶν ὀλεθρίων, τάς καθ᾽ ἡμῶν ἀπειλάς καταπαύσατε.
Τὦ Σώματι Παῖδες πυροσβεστῶν, ἀεί βοηθεῖτε, τῶν ἄνδρείως κατά πυρός, ἡμῖν ἀπειλοῦντος μαχομένων, οἷα προστάται ἣμῶν ἑτοιμότατοι.
Θεοτοκίον.
Ἐκ πάσης ἀνάγκης καί συμφορᾶς, Κεχαριτωμένη Παντευλόγητε Μαρία, ἀτρώτους συντήρει τούς πίστει, τῇ θαυμαστῇ σου πρεσβεία προστρέχοντας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Η τριάς ἢ ἁγία, ἡ τῷ φωτί λάμψασα, τῆς Ὑπερουσίου Τριάδος, Παῖδες μακάριοι, σκότους λυτρώσασθε, πολύειδῶν συμπτωμάτων, τούς ὑμῶν γεραίροντας, τά προτερήματα.
Μὴ φλεχθέντες ριφέντες, ἐν τῷ πυρὶ Ὰγιοι, ἔν πυρκαϊῶν κατασβέσει, ἀφλέκτους σώσατε, τούς κατασπεύδοντας, ἀναχειρίσασθαι πᾶσαν, τῶν φλογῶν ἀνάδοσιν, ὡς
συμπαθέστατοι.
Ἰλασμόν ἐξαιτεῖται, καί τῶν παθῶν ἴασιν, Παῖδες τοῦ Θεοὔ θεοφόροι, ἡμῖν ἑκάστοτε, καί ἀναχαίτισιν, πυρκαϊῶν ὁλεθρίων, οἷα ἡμῶν ἔφοροι, καί ἀντιλήπτορες.
Θεοτοκίον.
Νᾶμα ἄῦλον θεῖον, ζωοποιόν, Ἄχραντε, λῦσον πολυχεύμων ὡς κρήνη, ἡμῖν τοῖς δούλοις σου, διψῶσι πάντοτε, τῆς τοῦ Θεοῦ εὐσπλαχνίας, ρεῖθρα τά γλυκύρροα,
μόνη Πανύμνητε.
Διάσωσον τριάς ἁγία τῶν Παίδων τῶν θεοφόρων, ἀπὸ πάσης ἐπιφορᾶς καί κακώσεως, καί ἐμπρησμῶν τούς ἐν πίστει ὑμᾶς τιμῶντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται θερμοί, πυροσβεστῶν ὑπάρχοντες, ὦ Παῖδες Θεοῦ, καί θεῖοι ἀντιλήπτορες, βραβεύετε ἑκάστοτε, τήν θερμήν ὑμῶν τούτοις ἀντίληψιν, ὡς ἄν πυρκαϊῶν τῆς φορᾶς, ἐν πάσῃ ἀνάγκῃ περιγένωνται.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δυνατοὺς ἁπεργάσασθε, ἕν πυρκαϊῶν κατασβέσει δεόμεθα, ἡμᾶς Παῖδες τρεῖς μακάριοι, πῦρ ἰσχύος θείας ἀποπνέοντες.
Υπέρ πάντων πρεσβεύετε, τῷ Θεῷ τῶν ὅλων ὡς ἄν ρυσθείημεν, πειρασμῶν καί περιστάσεων, καί παντοίας βλάβης Παῖδες Αγιοι.
Νοσημάτων καί θλίψεων, καί ἐξ ἀπειλῆς πυρὸς πάντα φλέγοντος, ἀσινεῖς διαφυλάξατε, τούς ὑμᾶς τιμῶντας Παῖδες Ἂγιοι.
Θεοτοκίον.
Απειράγαμε Δέσποινα, ἣ τόν Θεόν Λόγον ἀφράστως τέξασα, τήν ζωῆν ἡμῶν κυβέρνησον, πρός τήν τοῦ Υἱοῦ σου εὐαρέστησιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μἐγιστοι φρουροί, ἡμῶν πέλοντες μακάριοι, ἐν μεγίσταις ἐμπρησμῶν ἐπαγωγαῖς, τήν ταχίστην ἡμῶν δίδοσθε βοήθειαν.
Ἲασιν ψυχῶν, καί σωμάτων ἐξαιτήσασθε, καί ποικίλων πειρασμῶν ἀπαλλαγήν, τοῖς προστρέχουσιν ὑμῖν Παῖδες τρισάριθμοι.
Νόμου πληρωταί, τοῦ Κυρίου ὡς ὑπάρχοντες, τῶν ἀνόμων καί δεινῶν πυρομανῶν, τήν μανίαν καταπαύσατε μακάριοι.
Θεοτοκίον.
Ὢφθης τοῦ Θεοῦ, καθαρώτατον παλάτιον, διό σκεῦος οὐρανίων ἀρετῶν, τήν καρδίαν μου ἀνάδειξον Πανάμωμε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Πυρὸν μέν, ἰσχύν πατήσαντες Παῖδες, ἡμῖν δρόσον δέ δυνάμεως θείας, Προφητικῶς ἐκ πηγῶν τοῦ Σωτῆρος, ἀναβλυστάνοντες πῦρ τό ἀλλότριον, σβεννύετε δια παντός, ψυχοφθόρων παθῶν καί στενώσεων.
Ἀπάσης πυρκαϊάς, ἀβλαβεῖς διατηρεῖτε ἀπαύστως, Ἂγιοι Παίδες ἡμῶν τάς ἑστίας, καί ἅπαν δάσος καί δένδρον καί φύτευμα, ταῖς ἀντιλήψεσιν ὑμῶν, ὡς μεσῖται ἡμῶν πρός
τόν Κύριον.
Ἰλύος, φθοροποιῶν παθημάτων, ἐκκαθάρατε ἡμῶν τᾶς καρδίας, ὦ Μισαήλ καί κλεινέ Ἀνανία, καί Ἀζαρία αὐτάδελφοι ἔνδοξοι, οἱ ἐν καμίνῳ τοῦ πυρός, τόν Θεόν θαυμαστῶς μεγαλύναντες.
Θεοτοκίον.
Δυνάμει, τοῦ σαρκωθέντος ἀρρήτως, ἐξ ἀχράντου σοὺ γαστρός Θεοτόκε, τήν ἀσθενοῦσαν καρδίαν μου ρῶσον, και δυνατήν αὑτήν ἔργασαι δεόμαι, κατά ποικίλων μηχανῶν, τοῦ ζητοῦντος ἡμῶν τήν ἀπώλειαν.
Διάσωσον τριάς ἁγία τῶν Παίδων τῶν θεοφόρων, ἀπὸ πάσης ἐπιφορᾶς καί κακώσεως, καί ἐμπρησμῶν τοὺς ἕν πίστει ὑμᾶς τιμῶντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὠς παρρησίαν πλουτοῦντες πρός Κύριον, Ἂγιοι Παῖδες Τριάδος ἰσάριθμοι, ἀεί δυσωπεῖτε δεόμεθα, πάσης ἀνάγκῆς λυτροῦσθαι καί θλίψεως, τούς πίστει ὑμᾶς μακαρίζοντας.
Προκείμενον.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἀγίοις αὑτοῦ.
Στίχ. Τοῖς Ἀγίοις τοῖς ἐν γῇ αὐτοῦ ἐθαυμάστωσε…
Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ια’ , 47 – 54, ιβ’ 1).
Εἵπεν ὃ Κύριος πρός τούς ἐληλυθότας πρὸς αὕτον Ἰουδαίους· Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.
Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα. Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν, ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. Λέγοντος δὲ αὐτοῦ πρὸς αὐτοὺς ταῦτα ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, ἐνεδρεύοντες αὐτόν, ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ. Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
Δόξα.
Ταῖς τῶν σῶν Ἀγιῶν πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πὕρ τὸ θεῖον φέροντες, τῆς τοῦ Κυρίου ἀγάπης, ἐν καρδίᾳ Ἅγιοι, πῦρ οὐκ ἑπτοήθητε τό ὁμόδουλον, καί στερρῷ βήματι, ἔνδον τῆς καμίνου, ἀκατάφλεκτοι χορεύοντες, πάντας ἠγείρατε, πρός δοξολογίαν τοῦ Κτίσαντος, ᾧ ἐκτενῶς πρεσβεύετε, ρύεσθαι παθῶν τῆς φλογώσεως, καί τῶν ἐν τῷ βίῳ, στενώσεων καί πάσης ἀπειλῆς τρισάριθμοι ἅπαντας, τούς ὕμᾶς γεραίροντας.
Σῶσον ὁ Θεός τόν λαόν σου…
Ὠδή ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας
Ἐν πυρί τῆς καμίνου, ἀκατάφλεκτοι ὥφθητε δρόσῳ κείττονι, διό ἀκαταφλέκτους, ὦ Παῖδες Θεοφόροι, διασώζετε πάντοτε, ἐν κατασβέσει πυρός, ἡμῶν τούς πυροσβέστας.
Συμφωνία ἁγίᾳ, ἐν καμίνῳ ὑμνεῖτε Θεόν τόν σώσαντα, διό ἢμῶν τούς ὕμνους, ὦ Παῖδες Θεοφόροι, ὥσπερ δῶρα προσδέξασθε, καί τάς αἰτήσεις ἡμῶν, πληροῦτε καθ᾽ ἑκάστην.
Γεγηθότες τήν φλόγα, τῆς καμίνου ὑπήλθετε Παῖδες Ἂγιοι, καί δρόσον οὐρανίαν, δεχόμενοι ἀύλως, ὁμοφώνως ἐκράζετε Ὃ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἴ.
Θεοτοκίον.
Ἐν γαστρί συλλαβοῦσα, τόν Ὑπέρθεον Λόγον ὑπέρ κατάληψιν, διπλοῦν αὐτόν τῷ κόσμῳ, ἐκύησας Παρθένε, διασώζοντα ἅπαντας, τούς ἀνυμνοῦντας πιστῶς, τόν ἄφραστόν σου τόκον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥώμην ὑψόθεν, τοῖς πυροσβέσταις ὦ Παῖδες, χορηγήσατε ἢνίκα κατασβέσαι, σπεύδουσι τάς φλόγας, πυρός τοῦ μαινομένου.
Ἂνωθεν Παῖδες, τήν καθ᾽ ἡμῶν τοῦ Βελίαρ, καταπαύσατε μανίαν ὀλεθρίαν, καί εἰρήνην πᾶσιν, ἡμῖν ἀεί αἰτεῖσθε.
Σωμάτων ρῶσιν, καί τῶν ψυχῶν θεραπείαν, ἡμῖν δίδοσθε, ὦ Παῖδες Θεοφόροι, ταῖς ὑμῶν πρεσβείαις, πρός τόν Θεόν τῶν ὅλων.
Θεοτοκίον.
Ἰλεων Κόρη, τόν σόν Υἱόν καί Δεσπότην, ἡμῖν ἔργασαι ὦ Κεχαριτωμένη, καί δύναμιν δίδου, ἐν πάσῃ δυσχερείᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστην παρρησίαν, ἔχοντες Κυρίῳ, μεγάλων τόκων καὶ θλίψεων ρύσασθε, Ἂγιοι Παῖδες τούς πόθῳ ὑμᾶς γεραίροντας.
Ὀλόφωτοι Κυρίῳ, ἤδη παρεστῶτες, ἐξ ἐμπρησμῶν και πικρῶν περιστάσεων, Ἂγιοι Παῖδες ἀτρώτους ἡμᾶς φυλάξατε.
Ὑπέρτεροι φανέντες, φλογός φθειρομένης, ἐκ φλογοφόρων κινδύνων καί θλίψεων, Ἂγιοι Παῖδες λυτρώσασθε τήν ζωἦν ἡμῶν.
Θεοτοκίον.
Ὑψαύχενα μανίαν, σύντριψον Παρθένε, τοῦ καθ᾽ ἡμῶν ἐφορμῶντος ὡς λέοντος καί ἐν γαλήνῃ συντήρησον την ζωήν ἡμῶν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε τρεῖς Παῖδες πανευκλεεῖς, μάκαρ Ἀνανία, Ἀζαρία καί Μισαήλ, χαίρετε μεσῖται, ἡμῶν πρός τόν Δεσπότην, καί βοηθοί ἐν πᾶσι, καί ἀντιλήπτορες.
Ναβουχοδονόσορος τῇ βουλῇ εἰς ἑπταπλασίως, ἐκκαυθεῖσαν ὕλη πολλῇ, κάμινον ριφθέντες, ἐφλέχθητε οὐδόλως, ὦ Παῖδες θεοφόροι, δρόσῳ τοῦ Πνεύματος.
Χαίροις Ἀνανία διά παντός, χαίροις Ἀζαρία, χαίροις ἔνδοξε Μισαήλ, χαίρετε Τριάδος, θεράποντες τῆς θείας, Ἀγγέλων συμπολῖται, καί ἰσοστάσιοι.
Ἐφοροι καί φύλακες συμπαθεῖς, πυροσβεστῶν ὄντες, Παὶδες Ἂγιοι τοῦ Θεοῦ, δίδοσθε ὑψόθεν, ἡμῖν ἰσχύν καί θάρρος, ἣ νίκα πρός κατάσβεσιν, πυρός σπεύδωμεν.
Πᾶσης ἐπηρείας τοῦ δυσμενοῦς, ἀτρώτους τηρεῖτε, Παῖδες Ἅγιοι τοῦ Θεοῦ, τούς ὑμῶν αἰτοῦντας, τήν θείαν προστασίαν, καί εὐφροσύνης θείας, ἡμᾶς πληρώσατε.
Ἐξ ἀνυποστάτου πικρᾶς φλογός, κινδύνων καὶ πόνων, καὶ παντοίων ἐπιφορῶν ἀσινεῖς τηρεῖτε, ὦ Παῖδες θεοφόροι, τούς πίστει προσιόντας, ὑμῖν ἑκάστοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου.
Παἴδες οἱ τρισάριθμοι Θεοῦ, σκεύη τῆς Ἀγίας Τριάδος, περιφανέστατα, Μισαήλ μακάριε καὶ Ἀνανία σοφέ, Άζαρία θεόληπτε, ἐκ πάσης ἀνάγκης, πάντας ἀπαλλάξατε, τους προσιόντας ὑμῖν, λύοντες παθῶν τάς φλογώσεις, καί τοῖς πυροσβέσταις ἀπαύστως, νέμοντες ἰσχύν καί θάρρος ἄνωθεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Ταύτην τήν παράκλησιν δέξασθε Παίδες
Ην ὑμῖν Γεράσιμος πιστῶς προσάγει.
17 Δεκεμβρίου
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι τρεῖς παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντωv ποιμήv, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἰκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Προστάτες των πυροσβεστών