Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ’’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὡς ὀρφανῶν καί τῶν πτωχῶν ἀντιλήπτωρ, καί τῶν πλεόντων ἀσφαλής κυβερνήτης, θαυματουργέ Νικόλαε Πατήρ ἡμῶν, πάσης ἡμᾶς λύτρωσαι, τῆς ἐν βίῳ ἀνάγκης, καί ὑγείαν δώρησαι, καί ψυχῆς εὐφροσύνην, τοῖς προσιοῦσι πάντοτε πιστῶς, Αρχιεράρχα τῷ θείω τεμένει σου.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
καί ὁ Κανών οὐ ἡ ἀκροστιχίς·
Σκέπη Νικόλαε ἡμῶν πέλεις. Γερασίμου.
ᾨδῇ ἀ’ . Ἦχος πλ. δ’’. Ὑγράν διοδεύσας.
Συνών τῶν Ἀγγέλων ταῖς στρατιαῖς, σύν αὑτοῖς ἐξαίτει, Ἱεράρχα θαυματουργέ, ἡμῖν τῶν παθών τήν θεραπείαν, καί τῶν ἐν βίῳ κινδύνων τήν λύτρωσιν.
Κακίας ἀπᾴσῃς τοῦ δυσμενοῦς, σκανδάλων ποικίλων, καί πικρίας καί συμφοράς, ἀτρώτους διάσῳζε λιταῖς σου, τούς προσιόντας σοι Πάτερ Νικόλαε.
Ἐν πάσῃ ἀνάγκη σε ἀρωγόν, καί ἐν τῆ θαλάσσῃ, συμπλωτήρα καί βοηθόν, Νικόλαε Πάτερ κεκτημένοι, τῆ σή πρεσβεία κινδύνων ῥυόμεθα.
Θεοτοκίον.
Πηγή εὐσπλαγχνίας τῆς θεϊκῆς, βλύσον μοι τά ῥεῖθρα, συμπαθείας καί οἰκτιρμῶν, Κεχαριτωμένη Θεοτόκε, καί τήν διψῶσαν ψυχήν μου κατάρδευσον.
ᾨδῇ γ’. Οὐρανίας ἁψῖδος.
Ἡ θερμή σου πρεσβεία, καί δαψιλής χάρις σου, τούς τό ὄνομα σου φωνοῦντας, Πάτερ προφθάνουσα, σῴζει ἑκάστοτε, ἐν τε ξηρά καί θαλάσσῃ, Ἅγιε Νικόλαε, τούς κινδυνεύοντας.
Νοσημάτων παντοίων, καί χαλεπῶν θλίψεων, πάσης ἀθυμίας καί λύπης, καί περιστάσεως, ἡμᾶς διάσῳζε, τούς τῷ ἁγίῳ ναῶ σου, Ἅγιε Νικόλαε, πίστει προστρέχοντας.
Ἱλασμόν ἡμῖν δίδου, καί τῶν παθῶν λύτρωσιν, θείων οἰκτιρμῶν διαδόσεις, πλουσίας ἄνωθεν, ὡς συμπαθέστατος, ὡς ἀν ἡσύχιον βίον, πατρικῇ εὐνοίᾳ σου, Πάτερ διάγωμεν.
Θεοτοκίον.
Καταφύγιον κόσμου, καί βοηθός πέλουσα, τῶν ἀπό ψυχῆς ἀφορώντων, πρός τήν πρεσβείαν σου, Κόρη Πανάχραντε, ἐκ τῶν βελῶν τοῦ Βελίαρ, ἀσινεῖς διάσῳζε, ἡμᾶς ἑκάστοτε.
Διάσωσον ἐκ πάσης βλάβης Νικόλαε Ἱεράρχα, τούς ἐν πίστει τῆ σή πρεσβεία προστρέχοντας, ὡς ἐκ Θεοῦ δεδεγμένος πλουσίαν χάριν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Προστάτης θερμός, καί ἀντιλήπτωρ μέγιστος, καί πρέσβυς ταχύς, πρός τόν Θεόν Νικόλαε, ἐδείχθης τοῖς προστρέχουσι, τῆ θερμή ἀντιλήψει σου πάντοτε˙ διά τοῦτο βοῷμεν σοι αεί˙ Χριστόν ἡμῖν δίδου Πάτερ ἵλεων.
ᾨδῇ δ’’. Εἰσακήκοα Κύριε.
Ὁ ναός σου ὁ ἅγιος, χάριν ἀναβλύζει ἀεί καί ἔλεος, ἱερώτατε Νικόλαε, καί χαράν παρέχει ταῖς ψυχαῖς ἡμῶν.
Λυπουμένοις παράκλησιν, καί τοῖς θλιβομένοις τήν ἀπολύτρωσιν, καί τοῖς πάσχουσι τήν ἴασιν, δίδου τῆ σή χάριτι Νικόλαε.
Ἀπό πάσης στενώσεως, καί πολυειδῶν ἐν βίῳ κακώσεων, ἀνωτέρους διαφύλαττε, Πάτερ τούς προστρέχοντας τῆ σκέπη σου.
Θεοτοκίον.
Ἐκ νηδύος σου ἔλαμψε, τῆς δικαιοσύνης ἄδυτος ἥλιος, οὐ ταῖς αἴγλαις καταλάμπρυνον, Κεχαριτωμένη τάς ψυχάς ἡμῶν.
ᾨδῇ ἕ’. Φώτισον ἡμᾶς.
Ηύγασαν ἐν γῆ, τά πολλά σου Πάτερ θαύματα, καί διώκουσι τόν ζόφον τῶν παθῶν, καί δαιμόνων τήν σκοτόμαιναν ἐλαύνουσιν.
Μέγας βοηθός, τοῖς ἐν κόσμῳ κινδυνεύουσιν, ἀναδέδειξαι Νικόλαε σοφέ, καί παρέχεις βοηθείας χεῖρα ἅπασι.
Ὡς τῆς πρός ἡμᾶς, προστασίας σου Νικόλαε! Πάσῃ ὤρα καί στιγμῇ γάρ βοηθείς, τοῖς φωνοῦσι σου τό ὄνομα τό ἅγιον.
Θεοτοκίον.
Νᾶμα ζωτικόν, τῆς πλουσίας σου χρηστότητος, τῆ διψώσῃ μου ἀνάβλυσον ψυχή, Θεοτόκε ἡ γλυκεία προστασία μου.
ᾨδῇ στ’. Τήν δέησιν.
Προστάτην σε, ἐν τῷ βίῳ ἔχοντες, καί ταχύν ἐν περιστάσεσιν ῥύστην, θαυματουργέ ἱερώτατε Πάτερ, πάσης ἀνάγκης ταχέως λυτρούμεθα˙ διό κηρύττομεν τήν σήν, πρός ἡμᾶς θερμοτάτην ἀντίληψιν.
Ἐκ σάλου, βιοτικῶν συμπωμάτων, καί δεινῶν τρικυμιῶν νοουμένων, πρός τούς λιμένας γαλήνης τῆς θείας, ὡς συμπαθής Ἱεράρχα κυβέρνησον, Νικόλαε θαυματουργέ, τούς τήν σήν ἐκζητοῦντας βοήθειαν.
Λαμπρά σου, ἡ προστασία τυγχάνει, καί σωτήριος ἡμῖν καί οξεία˙ διό ἀεί τῷ ἁγίῳ ναῶ σου, μετ’ εὐλαβείας προστρέχοντες Ἅγιε, πληρούμεθα τῆς παρά σου, εὐφροσύνης καί θείας χρηστότητος.
Θεοτοκίον.
Ἐλέους, τόν χορηγόν τετοκυίᾳ, ἐλεοῦντα τῶν ἀνθρώπων τήν φύσιν, τόν ἐλεήμονα Λόγον Παρθένε, τήν κακωθεῖσαν ψυχήν μου ἐλέησον, καί δίδου ταύτῃ ἀληθοῦς, μετανοίας καθάρσια δάκρυα.
Διάσωσον ἐκ πάσης βλάβης Νικόλαε Ἱεράρχα, τούς ἐν πίστει τῆ σή πρεσβεία προστρέχοντας, ὡς ἐκ Θεοῦ δεδεγμένος πλουσίαν χάριν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀντιλήπτωρ ἡμῶν συμπαθέστατος, καί πρός Θεόν πρεσβευτής ἑτοιμότατος, μή παύσῃ παρέχων ἑκάστοτε, τήν σήν βοήθειαν Πάτερ τοῖς χρῄζουσιν, Νικόλαε Μύρων ὁ πρόεδρος.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καί οἱ Όσιοί σου αγαλλιάσονται.
Εὐαγγέλιον, ‘Εκ του κατά Ἰωάννην (Κεφ. ι’, 9-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στιχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος ἐνθεώτατος, καί οἰκτιρμῶν θείων πλήρης, πανταχοῦ Νικόλαε, σπεύδεις εἰς βοήθειαν τοῖς καλοῦσι σε, καί ἐν γῆ Ἅγιε, καί ἐν τῆ θαλάσσῃ, διασῴζεις κινδυνεύοντας˙ ἐντεῦθεν ἅπαντες, τῆ σή συμπαθείᾳ προστρέχοντες, δυσχερειῶν λυτρούμεθα, καί πειρατηρίων καί θλίψεων, καί ἁμαρτημάτων, ταῖς σαῖς ἱκετηρίαις πρός Θεόν˙ διό ὑμνοῦμεν σε ἅπαντες, Πάτερ ἱερώτατε.
Σῶσον ὁ Θεός τόν λαόν σου…
ᾨδῇ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν δειναῖς τρικυμίαις, συμφορῶν τῶν ἐν βίῳ καί περιστάσεων, γαλήνην ἡμῖν δίδου, καί ἀσφαλῶς ὁδήγει, πρός λιμένα σωτήριον, τῶν ἐντολῶν τοῦ Θεοῦ, ἡμᾶς θαυματοβρύτα.
Ἰατρεύων τούς πόνους, τῶν ψυχῶν καί σωμάτων ἡμῶν Νικόλαε, τῆ σή προμηθεστάτη, ἀΰλῳ ἐπισκέψει, μυστικῶς ἐπιφάνηθι, τά λυπηρᾷ τῆς ζωῆς, ἡμῶν ἐξαφανίζων.
Σωτηρίας λιμένα, οἱ τοῦ βίου τήν θάλασσαν διαπλέοντες, τόν ἅγιον ναόν σου, πλουτοῦντες Ἱεράρχα, ἐν αὑτῷ καταφεύγομεν, καί τῶν τοῦ βίου πικρῶν, λυτρούμεθα κυμάτων.
Θεοτοκίον.
Γνώρισον μοι Παρθένε, σωτηρίας τήν τρίβον ἐν ἡ πορεύσομαι, ἐν ταύτῃ ἀσφαλῶς δε, ὁδήγει με πρός κτῆσιν, ἀρετῶν τελειότητος, ὡς ἀν τῆς ἄνω ζωῆς, μετά τό τέλος τύχω.
ᾨδῇ ἡ’. Τόν Βασιλέα.
Ἔχων μεγίστην, πρός τόν Χριστόν παρρησίαν, ἱερώτατε Νικόλαε δυσώπει, ἄφεσιν πταισμάτων, δοῦναι τοῖς σε τιμῶσιν.
Ῥεῖθρα βλυστάνει, ἁγιασμοῦ σωτηρίας, θείω Πνεύματι εἰκών σου ἡ ἀγία, καί καθαγιάζει, ἡμῶν τάς διανοίας.
Ἀπορουμένοις, τήν εὐλογίαν σου δίδου, καί τοῖς κάμνουσι τῶν ὀδυνῶν τήν λύσιν, ταῖς σαῖς προστασίαις, Νικόλαε τρισμάκαρ.
Θεοτοκίον
Σκέπη μοι έσο, τῆ σή χρηστότητι Κόρη, ἐναπείργουσα ἐχθροῦ τάς ἐπηρείας, ἐκ τῆς ταπεινῆς μου, καρδίας Θεοτόκε.
ᾨδῇ θ’. Κυρίως Θεοτόκον.
Ἰλεῷ ὄμματι σου, ἴδε Ἱεράρχα, τούς παρεστῶτας τῆ θεία εἰκόνι σου, καί πᾶσι δίδου τάς δόσεις τῆς προστασίας σου.
Μυρέων ποιμενάρχης, πέλων θεοφόρε, τήν εὐωδίαν τήν θείαν τοῦ Πνεύματος, ἀεί παρέχεις τοῖς πίστει σοι προσπελάζουσι.
Οἱ πόθῳ προσιόντες, τῷ σεπτῷ ναῶ σου, τῶν αἰτημάτων τό πέρας λαμβάνουσι, καί χαριστήριον αίνόν σοι Πάτερ ᾄδουσι.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ Ὑψίστου, ἀπό κοπρίας παθῶν με ἀνύψωσον, πρός ἀρετῶν ἀνυψώσεις βίου σεμνότητι.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις Ἱεράρχα θαυματουργέ, πρόεδρε Μυρέων, Ἐκκλησίας ἡ καλλονή˙ χαίροις τῆς Τριάδος ὁ θεοφόρος κῆρυξ, Νικόλαε τρισμάκαρ, πιστῶν ὁ πρόμαχος.
Πλοῦτος οὐρανίων ὤν ἀρετῶν, λαμπρότητι βίου, Ἱεράρχα θαυματουργέ, ἐνδεέσι νέμεις, καί πάσχουσι ποικίλως, βοήθειαν ταχεῖαν, Πάτερ Νικόλαε.
Χαίροις τῶν πλωτήρων ὁ συμπλωτήρ, καί ναυτιλλομένων κυβερνήτης ὁ ἀσφαλής, καί θαλαττευόντων, ὁ ῥύστης ἐν κινδύνοις, Νικόλαε παμμάκαρ, ἡμῶν ἀντίληψις.
Πᾶσαν διατρέχων Πάτερ τήν γῆν, ἅπασι παρέχεις τήν σήν χάριν ἐν πειρασμοῖς, καί ὕπαρ καί ὄναρ, φαινόμενος ἐξαίρεις, κινδύνων τούς φωνοῦντας, τήν θείαν κλήσίν σου.
Πάντας τούς προστρέχοντας εὐλαβῶς, Νικόλαε Πάτερ, τῷ ναῶ σου τῷ ἱερῶ, ἐκ πάσης ἀνάγκης, καί ἄλλης ἐπηρείας, ἀτρώτους διατήρει, τῆ ἀντιλήψει σου.
Ἄφεσιν πταισμάτων παρά Θεοῦ, πειρασμῶν τήν λύσιν, καί κινδύνων ἀπαλλαγήν, καί τῆς εὐσπλαγχνίας, τούς οἰκτιρμούς τῆς θείας, Νικόλαε ἐξαίτει, τοῖς σε γεραίρουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης ἀπειλῆς καί συμφοράς, καί ἐπικειμένης ἀνάγκης, καί νοσημάτων δεινῶν, καί παντοίων θλίψεων, ἐπερχομένων ἡμῖν, ἀβλαβεῖς διαφύλαττε, τῆ σή προστασία, Ἅγιε Νικόλαε, ἡμᾶς ἑκάστοτε, χάριν καί ὑγείαν παρέχων, καί πταισμάτων ἄφεσιν Πάτερ, τοῖς θερμῶς τῆ σκέπη σου προστρέχουσι.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Νικόλαε δίδου μοι σήν εὐλογίαν
Γερασίμῳ σπεύδοντι τῆ χάριτι σου.
Αλεξανδρούπολη, Άστρος, Βόλος, Γαλαξείδι, Γαστούνη, Νίκαια Αττικής, Δελφοί, Κάλυμνος, Κάρπαθος (Πηγάδια), Κως, Κάρυστος, Κοζάνη, Οινούσσες, Πολύγυρος, Πάργα, Νέα Αλικαρνασσός, Άγιος Νικόλαος Λασιθίου, Σύρος, Φολέγανδρος, Λεπτοκαρυά Πιερίας, Μεθώνη Μεσσηνίας, Χάλκη Δωδεκανήσου.
6 Δεκεμβρίου
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἡ δεξιά στόν Ναό ἁγ. Γεωργίου τοῦ Νέου Βουκουρεστίου.
Ὁ ἀριστερός βραχίονας στόν ὁμώνυμο ΡΚ Ναό τοῦ Ρίμινι Ἰταλίας.
Ἀπότμημα τοῦ ἀριστεροῦ βραχίονος στό Μητροπολιτικό Ναό Βόλου.
Μέρος τῶν Λειψάνων στήν ὁμώνυμη ΡΚ Βασιλική τοῦ Μπάρι Ἰταλίας.
Ἀποτμήματα στίς Μονές Ἁγ. Νικολάου Ἄνω Βάθειας Εὐβοίας καί Φανερωμένης Σαλαμίνος, στόν Καθεδρικό Ναό τοῦ Σωτῆρος Μόσχας, στόν ὁμώνυμο Ναό Ἁγίας Πετρουπόλεως καί στή Λαύρα ἁγ. Ἀλεξάνδρου Νέβσκι Ἁγίας Πετρουπόλεως·
Ἕνας τῶν ὁδόντων στή Μονή Ἁγίας Λαύρας Καλαβρύτων.
Προστάτης των ναυτικών