Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.
Τὧν ἀρετῶν τὴν ϑεοτύπωτον βϊβλον καὶ ἀγωγῆς ἀσκητικῆς τὸν κανόνα, τὸν τῆς μονῆς ἡγούμενον Δαβὶδ τοῦ σεπτοῦν, ἔνϑεον Ἰάκωβον, καταστέψωμεν ὕμνοις καὶ αὐτῷ βοήσωμεν· τοῖς ἱκέταις σου πέμψον ὑψόϑεν δόσεις ϑείων ἀρετῶν καὶ συμπαϑείας τῆς σῆς ὄμβρον ἅπασι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
«Ἰάκωβε, προστάτης μου πέλεις ἔνϑερμος. Χ.»
Ἦχος πλ. δ´.ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.
Ιάκωβε, ὅσιε ἀσκητά, νεόφωτον ἄστρον στερεώματος νοητοῦ τῆς πίστεως, φώτισον ἀκτῖσι τῶν πρεσβειῶν σου κἀμοῦ τὴν σκοτόμαιναν.
Ἀπαύγασμα χάριτος ϑείϊκῆς, Ἰάκωβε νέε, βίου κρείττονος φρυκτωρέ, χαρίτων παντοίων λαμπηδόνας τοὺς σοὶ προσφεύγοντας πίστει ἀνάδειξον.
Κοσμῆτορ Εὐβοίας καὶ τοῦ Δαβὶδ τοῦ ϑείου τῆς μάνδρας καϑηγούμενε ἱερέ, Ἰάκωβε, σὲ τοὺς ἀνυμνοῦντας πνευματικαῖς ἀρεταῖς τάχος κόσμησον.
Ὠς στῦλον ἁπλότητος ἀῤῥαγῆ καὶ ἄσειστον τεῖχος ταπεινώσεως μελιχροῖς, Ἰάκωβε, στέφοντές σε ὕμνοις τὰς πρὸς Θεόν σου πρεσβείαις αἰτούμεϑα.
Θεοτοκίον.
Βαϑμίδας τῆς σώφρονος βιοτῆς ἀξίωσον, Μῆτερ τοῦ Παντάνακτος, ἀνελϑεῖν τοὺς σὲ μεγαλύνοντας ἀπαύστως ὡς χαρμονῆς χοϊκοῦ γένους πρόξενον.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐσφόρος ὡς ϑεῖος τοὺς ἐν σκιᾷ στένοντας ἄγχους ζοφεροῦ καὶ πανδείνου ἄλγους ἐφώτισας ἐν ταῖς ἡμέραις ἡμῶν ταῖς δυσχειμέροις, πατέρων ϑεοφόρων κλέϊσμα, μάκαρ Ἰάκωβε.
Πειρασμοὺς ἀνυποίστους τῇ τοῦ Θεοῦ χάριτι, πάτερ, ὑπομένων εἰς τέλος ὥφϑης ἰσάγγελος καὶ τῷ Κυρίῳ συνὼν νῦν ἐκδυσώπει εἰρήνην δοῦναι σὲ τοῖς μέλπουσιν ὕμνοις, Ἰάκωβε.
‘Ρῶσιν δίδου καὶ χάριν τοῖς εὐλαβῶς σπεύδουσι σοὶ ὡς εἰς πολύῤῥυτον κρήνην ξένων, Ἰάκωβε, ϑαυμάτων πλείστων πηγὴν καὶ ἀκεσώδυνον φρέαρ ἰαμάτων, ὅσιε, κόσμου προσφύγιον.
Θεοτοκίον.
Ὀμιχλώδεις ἐννοίας καὶ λογισμοὺς κάϑαρον, ἄσπιλε, ἁγία Παρϑένε, τοὺς τυραννοῦντάς με, ἵνα ὑμνῶ σε ἀεὶ καὶ καϑαρᾷ διανοίᾳ ἀνυμνῶ τὴν ἄγρυπνον κηδεμονίαν σου.
Διάσωσον ἐκ τῶν παγίδων, Ἰάκωβε, τοῦ δολίου τοὺς ἐν πίστει τῇ πανσϑενεῖ πρεσβείᾳ σου σπεύδοντας, νεότευκτε οἶκε τοῦ Παρακλήτου.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ το Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Χαρίτων κρουνὲ ἀείῤῥοε, Ἰάκωβε, ταῖς σαῖς πρὸς Θεὸν πρεσβείαις καταφεύγοντες οἱ πιστοὶ βοῶμέν σοι· ἀρωγῆς σου πότισον νάμασι τὰς ξηρανϑείσας πράξεσιν αἰσχραῖς ψυχὰς τῶν ἀεὶ καταφευγόντων σοι.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Σε μεσίτην ϑερμότατον πρὸς τὸν Βασιλέα Θεὸν κατέχομεν, ἄνϑος πίστεως νεόφυτον, τὸ εὐφραῖνον ἅπαντας, Ἰάκωβε.
Τῆς παιδείας τῆς ἄνωθεν καὶ Θεοῦ σοφίας λαμπτήρ, Ἰάκωβε, εὐπαιδεύτους πάντας σόφισον τοῦ ἐπιζητεῖν τὰ διαμένοντα.
Ἀπερίτρεπτον ἔρεισμα τῶν χειμαζομένων ὀφϑείς, Ἰάκωβε, συμπαϑείας ῥάβδος πάντοτε τῶν σῶν ἱκετῶν γενοῦ καὶ στήριγμα.
Θεοτοκίον.
Τῆς ψυχῆς μου τοὺς μώλωπας ἔ ἶ καὶ τὰς ἀνιάτους πληγὰς ϑεράπευσον, Θεοτόκε ἀειπάρϑενε, εὖχος Ἰακώβου τιμιώτατον.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἦσχυνας ἐχϑρὸν, προσευχαῖς ταῖς νυχϑημέροις σου καὶ συντόνοις σου καμάτοις· ὅϑεν νῦν βοηϑεῖς ἡμῖν τροπῶσαι πλάνον, ὅσιε.
Σκέπη φωτεινὴ τῆς μονῆς Δαδὶδ τοῦ μάκαρος, περισκέπασον, Ἰάκωβε, ϑερμῶς τοὺς προσφεύγοντας τῇ ϑείᾳ προστασίᾳ σου.
Μἔγαν ἀρωγὸν, σέ, Ἰάκωβε, κεκτήμεϑα ἐν τοῦ βίου τρικυμίαις, στιβαρὲ κυβερνῆτα τῶν ψυχῶν τῶν προσιόντων σοι.
Θεοτοκίον.
Ὂμβρον ϑεϊκὸν πάσῃ κτίσει ἀποστάζουσα ὀμβροτόκος ὡς νεφέλη, Μαριάμ, σωτηρίας κόσμῳ ἄνϑος ἀνεβλάστησας.
ᾨδὴ στ´. Τὴν δέησιν.
‘Υπέρλαμπρον ἄστρον σε κατηύϑυνε, πρὸς τὸ σπήλαιον Δαβὶδ τοῦ ὁσίου ἐν ὁμιχλώδει νυκτὶ τοῦ χειμῶνος μέσῳ δρυμοῦ πυκνοτάτου, Ἰάκωβε, ἡμῖν δεικνύον τοῦ Θεοῦ πρὸς τὴν σὴν βιοτὴν εὐαρέσκειαν.
Περίδοξον Λιδισίου βλάστημα, παιδιόϑεν τῷ Χριστῷ ἐκολλήϑης· διὸ καὶ χάριν ἀπείληφας ϑείαν προσομιλεῖν τοῖς ἁγίοις ἑκάστοτε καὶ ταπεινῶς ὑπὲρ ἡμῶν, σῶν προσφύγων, πρεσόδεύειν, Ἰάκωβε.
Ἐποίμανας ϑεαρέστως σύλλογον τῶν ἀζύγων τοῦ Δαβὶδ τοῦ ὁσίου τῆς μάνδρας, πάτερ Ἰάκωβε, γέρας ἀναδειχϑεὶς τιμαλφὲς διακρίσεως ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς τὸ προλέγειν δυνάμενον μέλλοντα.
Θεοτοκίον.
Λαμπρότατον τοῦ Ὑψίστου σκήνωμα, σκοτασμὸν παϑῶν ἡμῶν πλείστων λῦσον καὶ σωτηρίας ἀνάτειλον ἦμαρ τοῖς ὡς Θεόν σε ἀεὶ μακαρίζουσι μετὰ Θεὸν μελισταγῶς, Θεοτόκε ἁγνή, ἀειπάρϑενε.
Δάσωσον ἐκ τῶν παγίδων, Ἰάκωβε, τοῦ δολίου τοὺς ἐν πίστει τῇ πανσϑενεῖ πρεσβείᾳ σου σπεύδοντας, νεότευκτε οἶκε τοῦ Παρακλήτου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Νεολαμπὲς τῆς Εὐβοίας ἐκπύρσευμα, σημειοφόρε, Ἰάκωβε ὅσιε, ἀπαύστως δυσώπει τὸν Κύριον λυτροῦσϑαι κινδύνων καὶ ϑλίψεων τοὺς πόϑῳ ἀεί σοι προσφεύγοντας.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ ϑάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. στ΄ 17.23).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· ακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ὂλος ἐκ νεότητος προσκολληϑεὶς τῷ Κυρίῳ ἀσκητῶν γεγένησαι ϑεοφόρων πρόβολος ἄρτι, ὅσιε, καὶ πιστῶν πρόμαχος ἐν ταῖς μάχαις βίου· ὅϑεν πόϑῳ ἐκβοῶμέν σοι· Κυρίῳ πρέσβευε ῥύεσϑαι ἀπάσης κακώσεως, Ἰάκωβε πανόλβιε, σοὶ τοὺς καϑ᾽ ἑκάστην προστρέχοντας καὶ ἐπιζητοῦντας τὴν ϑείαν σου ὑψόϑεν ἀρωγήν, νεοπαγὲς καταφύγιον εὐσεβῶν καὶ στήριγμα.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
᾿Εραστὴς ἀκτησίας ἄχρι τέλους ὑπάρχων, σοφὲ Ἰάκωβε, ἀφϑάρτου δόξης πλοῦτον, σεμνὲ τροφεῦ πενήτων, ἐθησαύρισας· ὅϑεν σε ἀνευφημοῦντες εὐχῶν σὸν πλοῦτον ἐκζητοῦμεν.
Ἰατρεύειν κατ᾽ ἄμφω πᾶσαν νόσον ὑψόϑεν τὴν χάριν εἴληφας, ἁπλὲ πνευματοφόρε καὶ πρᾶε ποδηγέτα χριστωνύμου πληρώματος, ὡς ἱλαρὸς καὶ γλυκύς, Ἰάκωβε, ϑεράπων.
Εὑμπαϑείας πυξίον, διοράσεως σκεῦος καὶ προοράσεως, Ἰάκωβε, νεφέλη, ἐπόμβρισον ὑψόϑεν ἐφ᾽ ἡμᾶς ταῖς πρεσβείαις σου πρὸς τὸν Δεσπότην Αὐτοῦ τὰ πλούσια ἐλέη.
Θεοτοκίον.
Εὑσεβείας τοῖς ἔργοις τῷ Σωτῆρι τῶν ὅλων καὶ ϑείῳ Τόκῳ σου, Ὑπερευλογημένη, ἁγνή, εὐαρεστῆσαι καταξίωσον ἅπαντας, ὡς ἐν τοῖς χρόνοις ἡμῶν Ἰάκωβος ὁ νέος.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Νεκρώσας μέλη τοῦ χοϊκοῦ σου σαρκίου ἀγρυπνίᾳ καὶ ἄκρᾳ νηστείᾳ ἄγγελος ὡράϑης, Ἰάκωβε, ὡς ἄλλος.
Θαὐμάτων βρύσιν ὡς εἰς πολύῤῥυτον, μάκαρ, σοὶ προστρέχουσι πλήϑη μερόπων τῶν διψώντων νέκταρ ἀντλῆσαι σῆς εὐνοίας.
Εὑῶδες κρίνον τοῦ οὐρανοῦ ἐν τῇ μάνδρᾳ τοῦ Δαβὶδ ὥφϑης πεφυτευμένον τοῦ σεπτοῦ, εὐφραῖνον, Ἰάκωβε, τὸν κόσμον.
Θεοτοκίον.
‘Ρῶσιν πηγάζεις καὶ γλυκασμόν, Θεοτόκε, χαρμονὴ Ἰακώβου τοῦ νέου, σὲ τοῖς ἀνυμνοῦσιν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μονῆς σου τῆς ἁγίας ἣ καὶ τῶν προσιόντων αὐτῇ πιστῶς φύλαξ ἴσϑι, Ἰάκωβε, σῆς ἀῤῥαγοῦς προστασίας ἁπλῶν τὰς πτέρυγας.
Οἱ ἐν τῇ ἐξοδίῳ σοῦ ἀκολουϑίᾳ περιχαρῶς παριστάμενοι, εἶδόν σε ἐπευλογοῦντα τὰ πλήϑη, σεπτὲ Ἰάκωβε.
Σοἱ κράζομεν· μὴ παύσῃ ἐφορῶν τὸ γένος ἡμῶν, ἀζύγων φαιδρότης, Ἰάκωβε, τὸ καταφεῦγον ἐν δίναις τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Χαρὰ τοῦ Ἰακώβου ἄῤῥητε καὶ πάντων τῶν φιλοσίων, ϑεόνυμφε Δέσποινα, καταφυγή, λύπης ζόφον ἡμῶν ἀπέλασον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
και τα παρόντα Μεγαλυνάρια,
Χαίροις, τῶν ἀγγέλων ὁ μιμητὴς ἡ καὶ Δαβὶδ τοῦ ϑείου τῶν καμάτων ὁ ζηλωτής, χαίροις, ὁ δαιμόνων τὰ στίφη ὥσπερ πλῆϑος σκορπίων δι᾽ εὐχῆς σου στήσας, Ἰάκωβε.
Ὠς ποτε οἱ Μάγοι πρὸς Βηϑλεέμ, ἔσχες ὁδηγόν σου πρὸς τὸ σπήλαιον τοῦ Δαβὶδ τοῦ ὁσίου ἄστρον νυκτὶ ἐν ὁμιχλώδει, Ἰάκωβε, ὁσίων νέων ἀκρώρεια.
Χαίροις, τῆς πτωχείας ὁ ἐραστής, τῆς ἀκτημοσύνης καὶ νηστείας ὁ τηρητής, χαίροις, συμπαϑείας κανὼν καὶ προστασίας ἡμῶν νεφέλη ϑεία, μάκαρ Ἰάκωβε.
Χαίροις, καταγώγιον ἀρετῶν, χαίροις, ἀπαϑείας καὶ συνέσεως ῥοδεών, χαίροις, τοῦ ὁσίου Δαδὶδ τῆς μάνδρας πρῶτε, Ἰάκωβε, ὁσίων τὸ στηλογράφημα.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς σκέπῃ σου τῇ ϑείᾳ τήρει πάντοτε ἀσινεῖς ἐκ τῆς ἐπηρείας τοῦ δυσμενοῦς καὶ σῶσον, Ἰάκωόβε, τοὺς πίστει σὲ μεγαλύνοντας.
Χαίροις, ὁ ἐκλάμψας ἐν τοῖς καιροῖς τοῖς ἐσχάτοις, μάκαρ, ἐν Εὐβοίᾳ σαῖς ἀρεταῖς καὶ Δαδὶδ τοῦ ϑείου σοφῶς μονὴν ποιμάνας, Ἰάκωβε, πυξίον χάριτος ἔμπλεων.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
καὶ τὸ ᾿Απολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Διοράσεως ἔκτυπον καὶ σεμνότητος, μονῆς Δαβὶδ τοῦ ὁσίου, ϑαυματουργέ, προεστώς, ὁ ἀρότρῳ γεωργήσας τῆς ἀγάπης σου κεχερσωμένας τοῦ λαοῦ, ϑεοφόρητε, ψυχάς, Ἰάκωβε πάτερ, ἄρτι, μὴ ἐλλίπῃς Χριστῷ πρεσβεύων ὑπὲρ ἡμῶν τῶν σὲ καλούντων πιστῶς.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ἂνϑος τῆς μονήρους βιοτῆς τὸ ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις εὐωδιάσαν πιστοὺς ταῖς ὀδμαῖς σεμνότητος καὶ διοράσεως, μυροβόλε Ἰάκωβε, ὑψόϑεν μὴ παύσῃ ἐποπτεύων ἅπαντας τοὺς σὲ γεραίροντας, πᾶσι δὲ ἀφϑόνως ἐκχέων μῦρον εὐσπλαγχνίας εὐῶδες καὶ ζωῆς ἀλήκτου ϑεῖα νάματα.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Δίστιχον.
Μιμητὴν σοῦ βίου, Ἰάκωβε, δεῖξον
Ἰάκωβον, ἐμοῦ καὶ Παρέσης γόνον.

22 Νοεμβρίου
Λιβισίου τὸν γόνον καὶ Εὐβοίας τὸ καύχημα, τῆς Μονῆς Δαυΐδ τοῦ Ὁσίου, θεοφόρον Ἰάκωβον, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, μιμούμενοι αὐτοῦ ταῖς ἀρεταῖς, ἰατρείας γὰρ παρέχει παντοδαπάς, τοῖς πίστει ἀνακράζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.