Κοντάκιον.Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐν τῇ Εὐβοίᾳ πρακτικῶς πολιτευσάμενος καὶ ἀρετῶν ἡδίστοις ῥόδοις στολισάμενος σοῦ τοὺς πρόσφυγας ἐμύρισας ἄρτι, πάτερ, τοῦ σεπτοῦ Δαβὶδ ἐν σκάμμασιν ἐφάμιλλε καὶ καμνόντων ἀντιλῆπτορ εὐσυμπάϑητε· ὅϑεν κράζομεν· Χαίροις, μάκαρ Ἰάκωβε.
Οἱ Οἶκοι.
Ἂγγελος ἐν τοῖς χρόνοις τοῖς ἡμῶν φωτοφόρος, Ἰάκωβε ϑεόφιλε, ὥφϑης· (ἐκ γ᾽) πρὸς Θεὸν γὰρ ἀπαύστως σὸν νοῦν ἐστραμμένον ἔχων τοῦ ἐχϑροῦ ἔνεδρα ἐπάτησας συντόνῳ σου ἀσκήσει· ὅϑεν σοι βοῶμεν·
Χαῖρε, ὁ στῦλος τῆς ἐγκρατείας·
χαῖρε, ὁ λύχνος τῆς ἀκακίας.
Χαῖρε, Τρισηλίου ϑεότητος οἴκημα·
χαῖρε, Λιβισίου τῆς Μάκρης ἐκβλάστημα.
Χαῖρε, φέγγος νεοφώτιστον ϑεοφόρων ἀσκητῶν·
χαῖρε, βάϑος ταπεινώσεως καὶ φρονήσεως κανών.
Χαῖρε, ὁ πεπλησμένος δωρεαῖς οὐρανίαις·
χαῖρε, ὁ ἠρδευμένος μυστικαῖς ἐπομβρίαις.
Χαῖρε, εἰκὼν σοφίας τοῦ Κτίσαντος·
χαῖρε, λειμὼν ἀγάπης τῆς κρείττονος.
Χαῖρε, ἀκτὶς φωτεινὴ συμπαϑείας·
χαῖρε, πυξὶς προσευχῆς καὶ νηστείας·
Χαίροις, μάκαρ Ἰάκωβε.
Βήμασι τῶν πατέρων τῆς ἐρήμου ἀρτίως τῶν πάλαι ἠκολούϑησας, πάτερ, καὶ μονὴν τοῦ ὁσίου Δαβὶδ σταϑηρὰν βαλβίδα τῶν στεῤῥῶν ἔδειξας, Ἰάκωβε, ἀγώνων σου κραυγάζων τῷ Θεῷ ἀπαύστως
Ἀλληλούϊα.
Γόνε τοῦ Λιβισίου ἱερέ, νηπιόϑεν στερήσεων ἐβάδισας τρίβους καὶ προσφύγων ἐγεύσω πικρὰν τὴν πρὸς ὀρῶσιν ἄρτου ἱκανοῦ στέρησιν, δι᾽ οὗ πιστοὺς ἐχόρτασας τοὺς εἶτά σοι βοῶντας ταῦτα·
Χαῖρε, ὁ ἄρτος τῶν πενομένων·
χαῖρε, ὁ φάρος τῶν ποντουμένων.
Χαῖρε, ὁ κιρνῶν ὕδωρ πᾶσι σωτήριον·
χαῖρε, ὁ πατῶν τὸν ἐχϑρὸν τὸν μισόκαλον.
Χαῖρε, δένδρον ἀγλαόκαρπον ἀκραιφνοῦς ἀποταγῆς·
χαῖρε, ἄστρον τηλαυγέστατον συμπαϑείας ϑείϊκῆς.
Χαῖρε, ὅτι πεινώντων τὰς καρδίας χορτάζεις·
χαῖρε, ὅτι στενόντων πᾶσαν ϑλῖψιν διώκεις.
Χαῖρε, χαρὰ πιστοῖς ὁ δωρούμενος·
χαῖρε, φϑορὰν ὁ φεύγων τοῦ δαίμονος.
Χαῖρε, ζωῆς ἐν Χριστῷ ἐκμαγεῖον·
χαῖρε, σεμνῆς πολιτείας πυξίον·
Χαίροις, μάκαρ Ἰάκωβε.
Δὕναμιν κεκτημένος ϑεϊκὴν τὰς παγίδας νεότητος διέφυγες, σῶφρον, καὶ λευκὴν τῆς ψυχῆς σου στολὴν συνετήρεις ῥύπον λογισμῶν πάντοτε διώκων πόῤῥω, ὅσιε Ἰάκωβε, καὶ πόϑῳ κράζων·
᾿Αλληλούϊα.
Ἒδραμες πρὸς τὴν μάνδραν τοῦ Δαβὶδ τοῦ ὁσίου ὡς ἔλαφος ἐπὶ τῶν ὑδάτων τὰς πηγὰς καὶ Θεοῦ δωρεῶν πληρωϑεὶς ἀσκήσει ἀληϑεῖ, ὅσιε, ἐπότισας τοῖς νάμασι χαρᾶς τοὺς σοὶ πιστῶς βοῶντας·
Χαῖρε, τὸ φρέαρ τῆς καρτερίας·
χαῖρε, τὸ νέκταρ τῆς ϑυμηδίας.
Χαῖρε, ἀγωγῆς μονοτρόπων ὑπόδειγμα·
χαῖρε, ψυχικῆς ὡραιότητος ἄγαλμα.
Χαῖρε, μύρον εὐωδέστατον βίου ὄντως καϑαροῦ·
χαῖρε, ἄστρον φαῖνον χάρισιν ἀτραποῖς πιστοῦ λαοῦ.
Χαῖρε, ὅτι σβεννύεις τῆς σαρκὸς τὰς φλογώσεις·
χαῖρε, ὅτι ἐκρέεις ἰαμάτων τὰς δόσεις.
Χαῖρε, κρουνὸς ϑαυμάτων ἀείῤῥυτος·
χαῖρε, σκηπτὸς δαιμόνων δριμύτατος.
Χαῖρε, δι’ οὗ ἡ κακία τροποῦται·
χαῖρε, δι᾽ οὗ πᾶς ὀροτὸς κραταιοῦται·
Χαίροις, μάκαρ Ἰάκωβε.
Ζἔουσαν ἔχων πίστιν ἐπεδόϑης εἰς πλείστους ἀγῶνας καὶ κατέτηξας σάρκα ὡς κηρόν, ἀσκητά, ἵνα νοῦν πρὸς Θεὸν πτερώσῃς καὶ ἡμῶν Κύριον, Ἰάκωβε πανϑαύμαστε, Ὅ ἔψαλλες ἀμώμῳ γλώσσῃ·
᾿Αλληλούϊα.
Ἢκουσε προσευχῆς σου ὁ Δαδὶδ ὁ ϑεόφρων τὸ εὔτονον, Ἰάκωβε ϑεῖε, καὶ οὐ μόνον μονῆς σε αὐτοῦ ὑπηρέτην, πάτερ, εὐπειϑῆ ἔδειξεν, ἀλλὰ σεμνὸν ἡγούμενον, Ἰάκωβε, πρὸς ὃν βοῶμεν·
Χαῖρε, τὸ νέον ἀζύγων κέρας·
χαῖρε, τὸ ϑεῖον νηστείας γέρας.
Χαῖρε, ὁ ζηλώσας πατέρων τὰ σκάμματα·
χαῖρε, ὁ πατήσας ἐχϑροῦ τὰ φρυάγματα.
Χαῖρε, ἄγγελε ἐπίγειε, τῶν ὁσίων κοινωνέ·
χαῖρε, ἄνθρωπε οὐράνιε, μονοτρόπων ὁδηγέ.
Χαῖρε, ὅτι ἀρτίως ἐν Εὐβοίᾳ ἠσκήσω·
χαῖρε, ὅτι ἀξίως στέφος δόξης ἐκτήσω.
Χαῖρε, χρωστὴρ χαρίτων τοῦ Πνεύματος·
χαῖρε, λαμπτὴρ ἁγνείας νεόφωτος.
Χαῖρε, παϑῶν καϑαιρέτα αἰσχίστων·
χαῖρε, ἀνδρῶν μιμητὰ ϑεοφόρων·
Χαίροις, μάκαρ Ἰάκωβε.
Θἔλων Δαβὶδ τοῦ ϑείου μιμηϑῆναι τοὺς τρόπους μετέβαινες αὐτοῦ εἰς τὸ ἄντρον καϑ᾽ ἑκάστην ἑσπέραν, σοφέ, καὶ δι᾽ ὅλης, πάτερ, τῆς νυκτὸς ἔψαλλες, Ἰάκωβε, τῷ Κτίσαντι, καὶ ὕμνοις μυστικοῖς ἐβόας·
Ἀλληλούϊα.
Ἲϑυνεν ἐν τῷ σκότει τοῦ ζοφώδους χειμῶνος, Ἰάκωβε, φωτόλαμπρον ἄστρον σοῦ τὰ βήματα πρὸς τοῦ Δαβὶδ τοῦ ὁσίου ὄντως ἱερὸν σπήλαιον, εὐχῆς ὃ ἔσχες μέλαϑρον· διὸ σοι φωνασκοῦμεν ταῦτα·
Χαῖρε, ἰσότιμε τῶν ἀγγέλων·
χαῖρε, ἐφάμιλλε τῶν ὁσίων.
Χαῖρε, προσευχῆς φωτεινὸν ἐργαστήριον·
χαῖρε, ϑεϊκῆς πολιτείας κειμήλιον.
Χαῖρε, ὅτι κατεφώτισας τὴν Ἑλλάδα σαῖς αὐγαῖς·
χαῖρε, ὅτι κατεδρόσισας εὐσεβεῖς σαῖς διδαχαῖς.
Χαῖρε, ἀκτημοσύνης ὁ λαμπρὸς εἰσηγήτωρ·
χαῖρε, δικαιοσύνης φιλοϑέου ὁ πράκτωρ.
Χαῖρε, δακρύων κρήνη ἀέναος·
χαῖρε, δαιμόνων μάστιγξ ἀνίκητος.
Χαῖρε, καινὸν τῆς πίστεως αὖχος·
χαῖρε, λαμπρὸν τῆς χάριτος σκεῦος·
Χαίροις, μάκαρ Ἰάκωβε,
Κάτοχος τῆς τελείας ἢ πρὸς πλησίον ἀγάπης γενόμενος ἀπαύστως προσηύχου ὑπὲρ πάντων στενόντων δεινῶς καὶ καμνόντων πάτερ, ἀρωγὲ τάχιστε τῶν σοὶ πιστῶς, Ἰάκωβε, σπευδόντων καὶ τρανῶς βοώντων·
Ἀλληλούϊα.
Λἀμψας ἐν τῇ Εὐβοίᾳ ὡς νεόφωτον σέλας ἐφώτισας ἐλλόγους ἀγέλας ἐν σκιᾷ καϑευδούσας δεινῆς ἀγνωσίας λόγων σου ἁπλῶν, πάντιμε, αὐγαῖς· διὸ βδοῶμέν σοι λαμπρῶς οἱ φωτισϑέντες ταῦτα·
Χαῖρε, τὸ ἴαμα τῶν νοσούντων·
χαῖρε, τὸ στήριγμα κλονουμένων.
Χαῖρε, ἀκτησίας φωστὴρ τηλαυγέστατε·
χαῖρε, ἀσιτίας πυρσὲ φαεινότατε.
Χαῖρε, ὅτι κατηγλάϊσας εὐσεβούντων τὸν χορόν·
χαῖρε, ὅτι καταβέβληκας τὸν μισόκαλον ἐχϑρόν.
Χαῖρε, τῆς Ἐκκλησίας τὸ νεότευκτον βάϑρον·
χαῖρε, τῆς εὐσεδείας τὸ ἀπώτατον ἄκρον.
Χαῖρε, γλυκὺ ψυχῆς μου ἐντρύφημα·
χαῖρε, ἡδὺ καρδίας μου καύχημα.
Χαῖρε, φωτὸς οὐρανίου ϑεάμων·
χαῖρε, κρουνὸς πολυχεύμων ϑαυμάτων·
Χαίροις, μάκαρ Ἰάκωβε.
Μἐγαλύνει τοὺς πόνους σῆς πολλῆς καρτερίας ἡ Εὔβοια, Ἰάκωβε, πᾶσα καὶ προστάτην νοοῦσα ϑερμὸν σὲ καυχᾶται, γέρον, προεστὼς ἔνϑεε μονῆς Δαβίδ, Ἰάκωβε, λιταῖς σου ταῖς σεπταῖς βοῶσα·
᾿Αλληλούϊα.
Νοῦν τὸν σὸν ἐκκαϑάρας ἀγρυπνίᾳ, νηστείᾳ καὶ ἄκρα ταπεινώσει πρὸς ὕψος δυσαντίβλεπτον παντοειδῶν ἀρετῶν ἐπήρϑης, ἱερεῦ ἄκακε, Ἰάκωβε, καὶ ἔπιϑες σοὺς πρόσφυγας βοᾶν ἀπαύστως·
Χαῖρε, ἡ σμίλη τῆς ἀπαϑείας·
χαῖρε, ἡ στάϑμη τῆς ἐγκρατείας.
Χαῖρε, τῆς ἀῤῥήτου εὐκλείας συμμέτοχος·
χαῖρε, τοῦ Δεσπότου Χριστοῦ ὁ ἐράσμιος.
Χαῖρε, ὅτι κατεφρόνησας τὰ γεώδη καὶ ῥευστά·
χαῖρε, ὅτι ἐπεπόϑησας τὰ ἐν πόλῳ ϑαυμαστά.
Χαῖρε, πάμφωτε φάρε τοὺς ἐν σκότει φωτίζων·
χαῖρε, ἄῤῥηκτε στῦλε κλονουμένους στηρίζων.
Χαῖρε, ϑεμέλιον τῆς πραότητος·
χαῖρε, ἀνάκτορον ταπεινώσεως.
Χαῖρε, Θεοῦ ὁ ϑεώμενος κάλλος·
χαῖρε, Αὐτοῦ ὁ ὁρῶν νῦν τὸ φέγγος·
Χαίροις, μάκαρ Ἰάκωβε.
Ξένον ἄκουσμα ὄντως! Πῶς ἑσμὸν τῶν σκορπίων καϑήλωσας, σοφέ, δι᾽ εὐχῆς σου καὶ ἀπείραστος ἐκ τοῦ ἐχϑροῦ τῶν ἐφόδων, πάτερ γεραρέ, ἔμεινας δοξάζων τὸν Παντάνακτα καὶ χείλεσιν ἀμώμοις ψάλλων·
᾿Αλληλούϊα.
Ὂλος ἡγιασμένος ἐν ἡμῶν ταῖς ἡμέραις, Ἰάκωβε παμμάκαρ, ἐδείχϑης· ἀποτάξας γὰρ πᾶν χαμερπὲς νυχϑημέροις πόνοις καὶ εὐχῇ ἔλαμψας ὡς ἥλιος χρηστότητος· διό σοι ἐκφωνοῦμεν ταῦτα·
Χαῖρε, ἁπλότητος ϑεῖος κῆρυξ·
χαῖρε, σεμνότητος πάσης σάλπιγξ.
Χαῖρε, εὐσεβείας παμπέπειρος ἄμπελος·
χαῖρε, εὐψυχίας ὁ μέγας διδάσκαλος.
Χαῖρε, τύπος ἀπαράμιλλος τῶν ἀρχαίων ἀσκητῶν·
χαῖρε, εὖχος πολυτίμητον ἀσκουμένων μοναστῶν.
Χαῖρε, ὅτι στερήσεις γεγηϑὼς ὑπομένεις·
χαῖρε, ὅτι συντρίβεις τοῦ ἐχϑροῦ τὰς ἐπάρσεις.
Χαῖρε, κανὼν ὁσίας ἀσκήσεως·
χαῖρε, εἰκὼν ἀγάπης καὶ νήψεως.
Χαῖρε, κλεινὲ προεστὼς τῆς σῆς μάνδρας·
χαῖρε, φανὲ τηλαυγὲς παρϑενίας·
Χαίροις, μάκαρ Ἰάκωβε.
Πὕργος ἀοργησίας καὶ ἀγάπης τελείας νεόδμητος, Ἰάκωβε, ὥφϑης· διοράσεως ὅϑεν ἡμεῖς μυροϑήκην ϑείαν καὶ τερπνὴν ἔγνωμεν σέ, τίμιε Ἰάκωβε, καὶ ὕμνοις μυστικοῖς βοῶμεν·
᾿Αλληλούϊα.
‘Ρείϑροις τῶν σῶν ἱδρώτων ἐγεώργησας μάνδραν τὴν πάνσεπτον Δαβὶδ τοῦ ὁσίου καὶ καρποὺς ἐν αὐτῇ ϑαλεροὺς μοναστῶν ποϑούντων κατιδεῖν Κύριον ἐβλάστησας, Ἰάκωβε, τῶν νῦν σοι ἐκβοώντων ταῦτα·
Χαῖρε, ἀσκήσεως εὐωδία·
χαῖρε, τῆς πίστεως ἡ κινύρα.
Χαῖρε, ἀηδὼν τῆς ἐνθέου φρονήσεως·
χαῖρε, λαμπηδὼν ἀϊδίου ἐμφάσεως.
Χαῖρε, στέφος τὸ χρυσόπλοκον οὐρανίων ἀρετῶν·
χαῖρε, νέφος χρυσοσύνϑετον ἰαμάτων δαψιλῶν.
Χαῖρε, ἀγαθωσύνης τιμιώτατος ὄρπηξ·
χαῖρε, ἐχϑροῦ ἀπάτης ὁ ἀμφίστομος πέλυξ.
Χαῖρε, ὀσμὴ ἀρίστης ἀσκήσεως·
χαῖρε, τροπὴ αἰσχίστης πλανήσεως.
Χαῖρε, καρπῶν γεωργὲ πανευχύμων·
χαῖρε, φυτῶν φυτουργὲ ϑεαρέστων·
Χαίροις, μάκαρ Ἰάκωβε.
Σὕστημα Ὀρϑοδόξων συνελθὸν ἐξ ἁπάσης τῆς κτίσεως ἐκήδευσε σκῆνος τὸ σὸν ὄλβιον καὶ ϑαυμαστῶς εὐλογοῦντα εἶδέ σε λαόν, ὅσιε Ἰάκωβε, μακάριε, καὶ πίστει ἀκλινεῖ ἐβόα·
᾿Αλληλούϊα.
Τεῖχος εἶ Εὐβοέων ἀληϑῶς καὶ ἀκέστωρ ϑερμότατος τῶν σοὶ προστρεχόντων· ἱκεσίαις γὰρ σαῖς πρὸς Θεὸν καϑ᾽ ἑκάστην πάντες, ἀσκητά, σπεύδομεν, οὺς σκέπε τῇ σῇ χάριτι βοῶντάς σοι ἐν εὐλαβείᾳ·
Χαῖρε, κρατὴρ ὁ κιρνῶν ἰάσεις·
χαῖρε, πρηστὴρ τῆς ἐχϑροῦ ἀπάτης.
Χαῖρε, τῆς ἀσκήσεως ϑεῖον ὀσφράδιον·
χαῖρε, ἐγρηγόρσεως βάϑρον νεότευκτον.
Χαῖρε, πρόβολος τῆς πίστεως τοῦ Χριστοῦ νεοπαγής·
χαῖρε, στέλεχος ἁγνότητος καὶ ἀζύγων ἀγωγῆς.
Χαῖρε, ὅτι Εὐβοίας τοὺς δρυμοὺς ἁγιάζεις·
χαῖρε, ὅτι σῆς μάνδρας τοὺς χοροὺς ὡραΐζεις.
Χαῖρε, πιστῶν ὁ ϑεῖος διάκοσμος·
χαῖρε, ἡμῶν ἐν δίναις ὁ πρόμαχος.
Χαῖρε, προσφύγων τῶν σῶν ἀντιλήπτωρ·
χαῖρε, ἁπάντων πιστῶν παρακλήτωρ·
Χαίροις, μάκαρ Ἰάκωβε.
Ὓπνον τοῖς σοῖς βλεφάροις καὶ ἀνάπαυσιν, πάτερ, οὐκ ἔδωκας σοῖς ϑείοις κροτάφοις, ἕως οὗ εἰς παλάμας Θεοῦ τὸ σὸν πνεῦμα, νέον ἀσκητῶν ἔρεισμα, παρέδωκας μελίῤῥυτον ψελλίζων ἐπῳδὸν τῷ Κτίστῃ·
᾿Αλληλούϊα.
Φίλος γνήσιος ὥφϑης τοῦ Χριστοῦ ὡς ποϑήσας, Ἰάκωβε, Αὐτὸν παιδιόϑεν, τὸ ἀκρότατον τῶν ἐφετῶν· ὅϑεν λόγοις ϑείοις καὶ σεπταῖς πράξεσιν ἀρχέτυπον σεμνότητος ἐγένου ἀσκητῶν βοώντων·
Χαῖρε, ἀζύγων ἡ εὐκοσμία·
χαῖρε, μερόπων ἡ προστασία.
Χαῖρε, πρὸς ἀγῶνας ὁσίους διέγερσις·
χαῖρε, τῆς σοφίας Θεοῦ ὑποτύπωσις.
Χαῖρε, ἅγιε συνόμιλε οὐρανίων στρατιῶν·
χαῖρε, ἄνθρωπε μακάριε, ποδηγέτα πρὸς Θεόν.
Χαῖρε, μάνα τὸ ϑεῖον, τὸ πεινῶντας ἐκτρέφον·
χαῖρε, στόμα ὡραῖον, τὸ κακίας ἐκτρέπον.
Χαῖρε, φωτὸς ἀδύτου ἐκπύρσευμα·
χαῖρε, παντὸς λαοῦ σεμνολόγημα.
Χαῖρε, τῆς ὕλης ὁ φρύγανα καίων·
χαῖρε, ἀπάτης τὸ πῦρ ὁ σδεννύων·
Χαίροις, μάκαρ Ἰάκωβε.
Χάριν πᾶσαν ἑλκύσας τῆς ἀκτίστου Τριάδος ἐσόμενα καλῶς ἠξιώϑης προορᾶν καὶ πιστοὺς ὁδηγεῖν πρὸς ζωὴν ἀγήρω καὶ χαρὰν ἄληκτον, Ἰάκωβε· διόπερ σε ὑμνοῦντες εὐλαβῶς φωνοῦμεν·
᾿Αλληλούϊα.
Ψάλλειν ἐν κατανύξει τῷ Σωτῆρι τῶν ὅλων ἐδίδασκες, Ἰάκωβε, πάντας αἰτουμένους τὴν σὴν ἀρωγήν, ἵνα οὗτοι χάριν δαψιλῆ λάβοιεν ὑψόϑεν· διὸ σπεύδομεν φωνῆσαί σοι πιστῶς τοιαῦτα·
Χαῖρε, ἀσκήσεως ὑποθήκη·
χαῖρε, ἁπλότητος μυροϑήκη.
Χαῖρε, τῆς Βορείου Εὐβοίας ὡράϊσμα·
χαῖρε, τῆς ἀλήκτου ζωῆς τὸ φρυκτώρημα.
Χαῖρε, τεῖχος ἀδιάσειστον ἀγαπήσεως Χριστοῦ·
χαῖρε, ξίφος κόπτον φρύαγμα τοῦ ἀλάστορος ἐχϑροῦ.
Χαῖρε, ὅτι ἁγίοις ὁμιλεῖς ὥσπερ φίλοις·
χαῖρε, ὅτι ἐν δόμοις νῦν οἰκεῖς οὐρανίοις.
Χαῖρε, Δαβὶδ τοῦ ϑείου συνέστιος·
χαῖρε, παγὶς Σατὰν καὶ ἀντίπαλος.
Χαῖρε, ἀσπὶς κατ᾽ ἐχϑροῦ ἀοράτου·
χαῖρε, ψυχῆς γλυκασμὸς σοῦ ἱκέτου·
Χαίροις, μάκαρ Ἰάκωβε.
Ὼ ϑερμὲ ἀντιλῆπτορ τῶν εἰς σὲ προστρεχόντων καὶ κρήνη πολυχεῦμον ϑαυμάτων, (ἐκ γ᾽) ἐπομβρίαις τῶν σῶν πρεσβειῶν ἐφ᾽ ἡμᾶς εἰρήνης ὑετὸν στάλαξον καὶ δὸς τὴν εὐλογίαν σου, Ἰάκωβε, ἡμῖν τοῦ ψάλλειν
Ἀλληλούϊα.
Καὶ αὖϑις τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐν τῇ Εὐβοίᾳ πρακτικῶς πολιτευσάμενος καὶ ἀρετῶν ἡδίστοις ῥόδοις στολισάμενος σοὶ τοὺς σπεύδοντας ἐμύρισας ἄρτι, πάτερ, τοῦ σεπτοῦ Δαβὶδ ἐν σκάμμασιν ἐφάμιλλε καὶ καμνόντων ἀντιλῆπτορ εὐσυμπάϑητε· ὅϑεν κράζομεν· Χαίροις, μάκαρ Ἰάκωβε.
Δίστιχον.
Χαῖρέ σοι Χαραλάμπης ἔκραξε πόϑῳ
ὁ ἀεὶ φιλῶν σε, Ἰάκωβε μάκαρ.

22 Νοεμβρίου
Λιβισίου τὸν γόνον καὶ Εὐβοίας τὸ καύχημα, τῆς Μονῆς Δαυΐδ τοῦ Ὁσίου, θεοφόρον Ἰάκωβον, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, μιμούμενοι αὐτοῦ ταῖς ἀρεταῖς, ἰατρείας γὰρ παρέχει παντοδαπάς, τοῖς πίστει ἀνακράζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.