Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια·
Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὡς κορυφαῖα τῶν Ἁγίων ἀκρότης, καί μετανοίας μεγαλόφωνος κῆρυξ, καί τοῦ Σωτῆρος Βαπτιστής καί Πρόδρομος, ἴθυνον τόν βίον μου, πρός ὀδούς μετανοίας, χάριν δε καί ἔλεος, καί πταισμάτων τήν λύσιν, δίδου ἡμῖν Προφῆτα θαυμαστέ, τοῖς προσιοῦσι τῆ σκέπη σου πάντοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ανάξιοι˙ ειμή γάρ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου˙ σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σκέπη καί φύλαξ Βαπτιστά σύ μου πέλεις. Γερασίμου.
ᾨδή ἀ’. Ἦχος πλ. δ’’. Ὑγράν διοδεύσας.
Συνέχει παθῶν με ἐπαγωγῇ, καί πλῆθος πταισμάτων, συνταράσσει με χαλεπώς˙ ἀλλ’ ὦ Βαπτιστά ἡ σή πρεσβεία, ἀναψυχή μοι γενέσθω καί λύτρωσις.
Κακίας με πάσης τοῦ δυσμενοῦς, καί βλάβης παντοίας, καί δολίας ἐπιβουλῆς, ἀπήμονα Πρόδρομε συντήρει, τόν ολοψύχως φωνοῦντα τήν κλήσίν σου.
Ἐν βίῳ προστάτην σε ἀσφαλῆ, καί σκέπην καί ῥύστην, καί θερμότατον ἀρωγόν, πλουτήσας λυτούμαι Ἰωάννη, πειρατηρίων ποικίλων καί θλίψεων.
Θεοτοκίον.
Πηγῇ δωρημάτων θεαρχικῶν, ὑπάρχουσα Κόρη, ὡς κυήσασα τόν Χριστόν, σταγόνα μοι βλύσον συμπαθείας, καί τῆς παρούσης με θλίψεως λύτρωσαι.
ᾨδῇ γ’. Οὐρανίας ἁψῖδος.
Ἡ θερμή σου πρεσβεία, πρός τόν Χριστόν ἔνδοξε, καί ἡ ὑπεραίρουσα χάρις, τῆς παρρησίας σου, Πρόδρομε ῥύεται, πολυειδῶν συμπτωμάτων, τούς πιστῶς προστρέχοντας, τῆ ἀντιλήψει σου.
Καταφύγιον κόσμου, καί πρός Χριστός μέγιστος, πρέσβυς Ἰωάννη ὑπάρχων, σῷζε τούς ἅπαντας, πάσης κακώσεως, καί συμφορῶν καί κινδύνων, καί μελλούσης κρίσεως, ἐκδυσωποῦμεν σε.
Ἀθυμίας βαρείας, καί πονηράς ἕξεως, τῆς ἐπί τά χείρω Προφῆτα, ῥῦσαι με δέομαι, καί μετανοίας μοι, τάς ἀφορμάς ἀεί δίδου, ὡς ἀν θείας χάριτος, μέτοχος γένωμαι.
Θεοτοκίον.
Ἱλαστήριον κόσμου, ὡς ἀληθῶς πέφηνας, τόν τήν ἁμαρτίαν Παρθένε, ἡμῶν ἀράμενον, κυοφορήσασα˙ ὅθεν πταισμάτων τήν λύσιν, καί παθών τήν κάθαρσιν, ἡμῖν πρυτάνευσον.
Διάσωσον ὦ Βαπτιστά καί Πρόδρομε τοῦ Σωτῆρος, ἀναγκῶν τε καί χαλεπῶν περιστάσεων, τούς ὁλοψύχους προστρέχοντας τῆ σή σκέπη.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Προστάτης θερμός, καί μέγα καταφύγιον, καί σκέπη στερρά, καί ἀρωγός καί ἔφορος, ὑπάρχων ἡμῶν Πρόδρομε, ἐξελοῦ ἀπό πάσης κακώσεως, καί μανίας ἐχθροῦ ἀπηνοῦς, τούς ἐπιβοωμένους σου τό ὄνομα.
ᾨδῇ δ’. Εἰσακήκοα Κύριε.
Φάνηθι μοι μακάριε, ἀοράτῳ Πρόδρομε ἐπισκέψει σου, καί ἀπάλλαξον με δέομαι, ἐκ τῆς τυραννίδος τῶν θλιβόντων με.
Ὑπελθών νοῖ ἄφρονι, τάς τῆς ἁμαρτίας ἰδέας Πρόδρομε, χαλεπῶς ἤδη ἐτάζομαι, ἀλλά σύ βελτίωσον παράσχου μοι.
Λυτρωτήν ἐν ταῖς θλίψεσι, καί ἐν τοῖς κινδύνοις μέγαν ὑπέρμαχον, Ἰωάννη κεκτημένοι σε, τῆ σή ἀντιλήψει καταφεύγομεν.
Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, ἡ τόν Θεόν Λόγον σαρκί κυήσασα, τῆς σαρκός μου τά νοσήματα, καί τά τῆς ψυχῆς πάθη θεράπευσον.
ᾨδῇ ἕ’. Φώτισον ἡμᾶς.
Ξένωσον ἡμῶν, καί τόν νοῦν καί τήν διάνοιαν, Βαπτιστά ἐκ προσπαθείας γεηράς, καί πρός θείαν ἀναπτέρωσον ἀγάπησιν.
Βίον καθαρόν, διανύειν ἡμᾶς Πρόδρομε, καί γνησίας μετανοίας τούς καρπούς, ἀποφέρειν ἐνδυνάμωσον δεόμεθα.
Ἄλυπον ἡμῶν, τήν ζωήν καί ἀστασίαστον, ἐκ ποικίλων τοῦ ἐχθροῦ ἐπηρειῶν, διατήρει Ἰωάννη μεγαλώνυμε.
Θεοτοκίον.
Πύλη τοῦ Θεοῦ, Θεοτόκε Ἀειπάρθενε, ἀγαθότητι τῆς σής ἐπισκοπῆς, μετανοίας μοι τάς πύλας διαπέτασον.
ᾨδῇ στ’. Τήν δέησιν.
Τήν δέησιν, τῆς ψυχῆς μου πρόσδεξαι, καί εἰσάκουσον φωνῆς στεναγμοῦ μου, καί τῆς παρούσης με λύτρωσαι λύπης, τῆς ἐπελθούσης ἐκ πλήθους πταισμάτων μου, Πρόδρομε κῆρυξ τοῦ Χριστοῦ, καί χαράς ταῖς ἀκτῖσι με φαίδρυνον.
Ἰλεῷ σου, ἐπιβλέψας ὄμματι, καί εὐσπλάγχνῳ διαθέσει Προφῆτα, τῆ συντριβή τοῦ οἰκτροῦ σου ἱκέτου, καί τήν κατ’ ἄμφω ὑγείαν μοι δώρησαι, καί ίθυνόν με ἀσφαλῶς, πρός ὀδόν μετανοίας σωτήριον.
Στενούμενος, ταῖς τοῦ βίου θλίψεσι, τῆ θερμή σου καταφεύγω πρεσβεία, ἶνα ῥυσθῶ τῆς αὑτῶν ἐπηρείας, καί πάσης ἄλλης πληγῆς τε καί μάστιγος, ὤν ἐξελοῦ με τῆς φοράς, ὡς προστάτης μου μέγιστος Πρόδρομε.
Θεοτοκίον.
Τήν θλῖψιν μου, τῆς ψυχῆς μετάβαλε, εἰς χαράν Θεογεννήτορ τελείαν, καί μετανοίας φροντίδα ἀγίαν, τῆ ῥαθυμούσῃ καρδία μου φύτευσον, ἶνα μισήσω ὁλικῶς, τά ἡδέα τοῦ κόσμου ὡς βλάπτοντα.
Διάσωσον ὦ Βαπτιστά καί Πρόδρομε τοῦ Σωτῆρος, ἀναγκῶν τε καί χαλεπῶν περιστάσεων, τούς ολοψύχως προστρέχοντας τῆ σή σκέπη.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Βαπτιστά τοῦ Σωτῆρος Προφῆτα καί Πρόδρομε, ὡς τεχθείς ἐκ τῆς στείρας ὡς βλαστός εὐθαλέστατος, τῆς στειρευούσης μου ψυχῆς, ἐν ἔργοις ἀγαθοῖς, τήν ἀκαρπίαν τήν δεινήν, εἰς εὐκαρπίαν ἀληθῆ, ταῖς λιταῖς σου μετάβαλε, ἶνα τῆς μετανοίας, τόν στάχυν καρποφορήσῃ, καί ἀπαθείας τούς καρπούς, Ἰωάννη μεγαλώνυμε.
Προκείμενον.
Καί σύ παιδίον Προφήτης Ὑψίστου κληθήση˙ προπορεύσῃ γάρ πρό προσώπου Κυρίου, ἑτοιμάσαι ὀδούς αὑτοῦ.
Στίχ. Εὐλογητός Κύριος ὁ Θεός τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καί ἐποίησε λύτρωσιν τῷ λαῷ αὑτοῦ.
Εὐαγγέλιον, Ἐκ του κατά Ματθαῖον (Κέφ. ια΄, 2 – 15).
Τῷ καιρῶ ἐκείνῳ, ἀκούσας ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ ᾿Ιησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; Ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν. Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἡλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Δόξα.
Ταῖς τοῦ σου Προδρόμου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πρόδρομε τῆς χάριτος, καί Βαπτιστά τοῦ Σωτῆρος, πρός ὀδόν σωτήριον, τήν ζωήν μου ἴθυνον ἱκετεύω σε, καί ἐχθροῦ ἅπασαν, κατ’ ἐμοῦ μανίαν, ἀποσόβησον καί λάμπρυνον, γνώσει τῆ κρείττονι, καί τῆς μετανοίας ταῖς λάμψεσι, ψυχήν μου τήν ταλαίπωρον, νεύουσαν ἀεί πρός τά χείρονα, καί ἐν ὤρα δίκης, δικαίας καταδίκης με σοφέ, ῥῦσαι καί στάσεως μέτοχον, τῶν δικαίων ποίησον.
Σῶσον ὁ Θεός τόν λαόν σου…
ᾨδῇ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀσθενείας καί λύπαις, ἐμπεσών δία πλῆθος πταισμάτων Πρόδρομε, τῆ σκέπη σου προστρέχω, καί ἴασιν αἰτοῦμαι, ἤν παράσχου μοι δέομαι, οἵα μεγίστην πλουτῶν, παρά Κυρίου χάριν.
Συντριβήν τῆ ψυχή μου, καί ταπείνωσιν δίδου ἐν τῆ καρδία μου, καί νοῦν κεκαθαρμένον, Πρόδρομε Ἰωάννη, ἶνα πάλιν ὁ δείλαιος, οἰκειωθῶ τῷ Χριστῷ, δι’ ἔργων μετανοίας.
Ὑπερήφανον φρένα, γεωργήσας εἰς βόθρον κακίας πέπτωκα, ἐξ οὐ ἀνάγαγε με, καί πρός ὀδόν εὐθεῖαν, τῆς ψυχῆς μου κατεύθυνον, τούς πόδας ὦ Βαπτιστά, θερμή σου ἀντιλήψει.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, ἡ Θεόν σαρκωθέντα ἡμῖν κυήσασα, σαρκός μου τάς ὀδύνας, καί τῆς ψυχῆς τό ἄλγος, τῆ σή χάριτι ἴασαι, καί δώρησαι μοι Ἁγνῇ, συγχώρησιν πταισμάτων.
ᾨδῇ ἡ’. Τόν Βασιλέα.
Ὁ ὑποδείξας, τῆς μετανοίας τήν τρίβον, πρός αὑτήν ἡμᾶς κυβέρνησον Προφῆτα, τάς τῆς ἁμαρτίας, αἰτίας ἀποτέμνων.
Ὑπό τοῦ πλάνου, τραυματισθείς ἐσυλήθην, καί κατάκειμαι δεινῶς ἐκπεπληγμένος, ἀλλά σύ Προφῆτα, δός μοι τήν θεραπείαν.
Προστάτην μέγαν, καί ἀντιλήπτορα θεῖον, κεκτημένος σε Πρόδρομε Ἰωάννη, πάσης ἐν τῷ βίῳ, λυτροῦμαι δυσχερείας.
Θεοτοκίον.
Ἐκ τῶν ποικίλων, πειρατηρίων τοῦ βίου, ἐλευθέρωσον Παρθένε τήν ζωήν μου, ἶνα σε δοξάζω, τήν Κεχαριτωμένην.
ᾨδῇ θ’. Κυρίως Θεοτόκον.
Λεόντων νοουμένων, τῶν ὠρυομένων, καταπιεῖν ἡμᾶς Πρόδρομε σύντριψον, τάς καθ’ ἑκάστην ἐφόδους τῆ προστασία σου.
Ἐκ πάσης ἁμαρτίας, καί παντός σκανδάλου, καί συστροφῆς τοῦ ἀλάστορος λύτρωσαι, τούς σε γεραίροντας Πρόδρομε μεγαλώνυμε.
Ἰάτρευσον τόν νοῦν μου, Πρόδρομε Κυρίου, καί τῆς κακῆς συνηθείας με λύτρωσαι, καί τῶν πταισμάτων παράσχου μοι τήν συγχώρησιν.
Θεοτοκίον.
Σωτῆρα τῶν ἀνθρώπων, τέξασα Παρθένε, πρός σωτηρίας με τρίβον ὁδήγησον, καί τῷ φωτί τῆς σής δόξης τόν νοῦν μου λάμπρυνον.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια,
Γηγενῶν ἁπάντων μείζων ὀφθείς, ὡς ὁ Χριστός ἔφη, κατηξίωσαι κατιδεῖν, καί βαπτίσαι μάκαρ, ἐν ῥείθροις Ἰορδάνου, τόν πάντων εὐεργέτην, Πρόδρομε μέγιστε.
Τεχθείς ἀπό στείρας μάκαρ μητρός, λύεις παραδόξως, τοῦ πατρός σου τήν σιωπήν˙ ὅθεν τήν ψυχήν μου, ἔργασαι καρποφόρον, Πρόδρομε Ἰωάννη, ἁγίων πράξεων.
Πρόδρομε Προφῆτα καί Βαπτιστά, ἄγγελε Κυρίου, μετανοίας στόμα σοφόν, λύχνε τοῦ Ἠλίου, χάριτος πρυτανεῖον, χαρίτωσον τόν νοῦν μου, τῆ σή χρηστότητι.
Ἄγγελος ἐκ βρέφους ἀναδειχθείς, σφραγίς καθωράθης, Ἰωάννη τῶν Προφητῶν, καί Πρόδρομος μέγας, τοῦ σαρκωθέντος Λόγου, γενόμενος Προφῆτα, λαμπρῶς δεδόξασαι.
Χαίροις ὁ τοῦ Πνεύματος θησαυρός, λειμών ἀπαθείας, Ἰωάννη ἀμφιλαφής˙ χαίροις τῶν ἀρρήτων, θεάμων καί αὐτόπτης, ὡς Βαπτιστής Κυρίου, θεοειδέστατος.
Λῦσον τήν ὀδύνην μου τῆς ψυχῆς, καί στῆσον Προφῆτα, τήν ῥαγδαίως τοῦ πονηροῦ, κατ’ ἐμοῦ μανίαν, ἐννοίαις δε ἁγίαις, τείχισον Ἰωάννη, τόν νοῦν μου δέομαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγας ἐν Ἁγίοις πεφηνώς, οἵα Βαπτιστής Ἰωάννη, Χριστοῦ καί Πρόδρομος, μείζονος ἠξίωσαι, δόξης καί χάριτος˙ δία τοῦτο μεγίστη σου, πρεσβεῖα Προφῆτα, φύλαττε δεόμεθα ἡμᾶς ἀπήμονας, πάσης προσβολῆς ἐναντίας, καί πολυειδῶν συμπτωμάτων, καί τῶν ἐν τῷ βίῳ περιστάσεων.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Ἰωάννη πρόσδεξαι τήν δέησιν μου
Καί χάριν χορήγει μοι σῶ Γερασίμῳ.
Μαραθώνας, Ξάνθη, Πτολεμαΐδα, Τυχερό Έβρου, Μεσσήνη, Κάτω Αχαΐα
7 Ιανουαρίου
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων· σοί δέ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γάρ ὄντως καί Προφητῶν σεβασμιώτερος, ὅτι καί ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τόν κηρυττόμενον· ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καί τοῖς ἐν ᾅδῃ, Θεόν φανερωθέντα ἐν σαρκί, τόν αἴροντα τήν ἁμαρτίαν τοῦ κόσμου, καί παρέχοντα ἡμῖν τό μέγα ἔλεος.
Μέρος της Κάρας του στην Ιερά Μονή Δοχειαρίου Αγίου Όρους.
Μέρος της σιαγόνας «μετά τριών οδόντων» στην Ιερά Μονή Σταυρονικήτα Αγίου Όρους.
Η αδιάφθορη δεξιά του χείρα στην Ιερά Μονή Διονυσίου Αγίου Όρους.
Η αδιάφθορη αριστερά του χείρα στο Οθωμανικό Μουσείο των Ανακτόρων Τοπ-Καπί Κων/πολης.
Μέρος της αριστεράς του χείρας στη Ιερά Μονή Μεγάλου Μετεώρου.
Δάκτυλος στην Ιερά Μονή Βατοπαιδίου Αγίου Όρους.
Απότμημα της αριστεράς του στην Ιερά Μονή Αγίου Ιωάννη Μακρυνού Μεγάρων.
Αποτμήματα στις Μονές Ιβήρων, Παντοκράτορος και Αγίου Παντελεήμονος Αγίου Όρους, Κύκκου Κύπρου, στις Λαύρες Αγίας Τριάδος – Αγ. Σεργίου Μόσχας και Αγ. Αλξάνδρου Νέβσκι Αγίας Πετρούπολης στη Ρωσία και στον Ιερό Ναό του Αγ. Γεωργίου των Ελλήνων στη Βενετία.
12. Ακόμη στην Ιερά Μονή Ταξιαρχών Αιγιαλείας σώζεται η «πλεξίδα» του.
Προστάτης των Μοναχών