Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ Τροπάριον·
῏Ηχος δ΄. ῾Ο ὑψωθείς.
Τὴν ἀγαθώνυμον πλουτήσασα κλῆσιν, τοῦ νοητοῦ Νυμφίου γέγονας νύμφη, Ἀγάθη καλλιπάρθενε καὶ μάρτυς θαυμαστή, πᾶσαν παραβλέψασα, ἡδονὴν τῶν παρόντων, ὡς ἀμνὰς ἀμώμητος, ἠκολούθησας Τούτῳ, διὸ καὶ νῦν ἑστῶσα σὺν Αὐτῷ, τοὺς σὲ τιμῶντας, μνημόνευε πάνσεμνε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀγάθη, σὲ ἔχοιμι ἀγαθὴν πρέσβιν ἐν βίῳ. Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγάθυνον Κύριε ἀγαθέ, πρεσβείαις Ἀγάθης, καλλιμάρτυρος ἀγαθῆς, καὶ κλῖνον εὐήκοον τὸ οὖς σου, τοῖς πρέσβιν ταύτην προβάλλουσι δούλοις σου.
Γυνὴ μὲν τῇ φύσει καὶ ἀσθενής, ἀνδρεία ἐδείχθης, προαιρέσει σου ἀγαθῇ, διό με ἐνίσχυσον Ἀγάθη, τοῦ ἀγαπᾶν ἐκ ψυχῆς μου τὸν Κύριον.
Ἀδάμας καθάπερ ταῖς προσβολαῖς, ἐχθροῦ τοῦ πανώλους, ἀνεδείχθης Μάρτυς σεμνή, ὅν πάντοτε δίδου μοι εὐχαῖς σου, κατανικᾶν ὡς στρουθίον ἀνίσχυρον.
Θεοτοκίον.
Θεὸς ἐσαρκώθη ἐκ σοῦ Ἁγνή, ὃν πόθῳ χορεῖαι, αἱ φιλόαγνοι ψαλμικῶς, ἐδίψησαν ὥσπερ καὶ Ἀγάθη, καὶ ἡ ψυχή μου διψεῖ ὡς γῆ ἄνυδρος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ ψυχή μου παρθένε, ἐπιζητεῖ πρόσωπον, τοῦ ἠγαπημένου Κυρίου, ὃν σὺ τεθέασαι, διὸ ἀξίωσον, κἀμὲ ἰδεῖν τοῦτο Κόρη, θεία ἀγαθώνυμε, ταῖς ἱκεσίαις σου.
Σταυρωθεῖσα τῷ κόσμῳ, καὶ τοῖς τερπνοῖς ἅπασιν, ἔχεις νῦν τὰ πάντερπνα κάλλη, καὶ ἐπουράνια, παρθένων καύχημα, καὶ ὡραιότης Μαρτύρων· δυσωπῶ παράλαβε, κἀμὲ συμμύστην σου.
Ἐλευθέρωσον πάσης, δαιμονικῆς πλάνης με, καὶ φωτὶ Κυρίου ὁδεύειν, ᾿Αγάθη ποίησον, ὅπως τὸ ὄνομα, τὸ ποθητὸν ἁγιάσω, ὢπερ ἅπας σῴζεται, ἐπικαλούμενος.
Θεοτοκίον.
Ἐδοξάσθης Παρθένε, τὸν Ἰησοῦν τέξασα, ὑπὲρ πᾶσαν φύσιν ἀνθρώπων, καὶ ἀσωμάτων τε, τῇ ταπεινώσει σου, ἧς μιμητὰς δεῖξον Μῆτερ, πάντας τοὺς αἰτοῦντάς σου, πρεσβείαν ἄμαχον.
Διάσωσον ὦ Χριστομάρτυς Ἀγάθη, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ, καὶ φύλαττε ἀβλαβεῖς, τοὺς τιμῶντας ταῖς σαῖς πρεσβείαις.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Ἀγάθη σεμνή, τὸ αἷμά σου πρὸς Κύριον, δεικνῦσα ἀεί, ἰσχύεις ταῖς πρεσβείαις σου, ὑπὲρ ὅσοι πίστει προσφεύγουσι, καὶ κλῆσίν σου τὴν ἀγαθήν, ἐκ πόθου μάρτυς ὀνομάζουσι.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Χορηγείης μοι δέομαι, πλοῦτον χαρισμάτων τοῦ θείου Πνεύματος, ὡς τὸν πλοῦτον διεσκόρπισας, τοῖς πτωχοῖς πατρός σου Μάρτυς ἔνδοξε.
Οὐδαμῶς σοι ἐγένετο, κάλλος τὸ τοῦ σώματος τεῖχος πάντιμε, τῆς ἀγάπης τοῦ Κυρίου σου, ἐμποδῖζον ᾧ με Κόρη σύναψον.
Ἱερεῖον προσήνεγκας, ὡς θεοαγάπητον παρθενίαν σου, ὦ παρθένων ἐγκαλλώπισμα, τήρει με ἁγνὸν ψυχῇ καὶ σώματι.
Θεοτοκίον.
Μητρικά σου ὑπάνοιξον, σπλάγχνα Θεομῆτορ τοῖς πλῆθος πταίουσι, καθ᾿ ἑκάστην καὶ προστρέχουσιν, ὡς καταφυγῇ ἁμαρτανόντων σοι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
῎Ιδε τοῦ νοός, τὴν ἀστάθειαν καὶ ζάλην μου, ὦ Ἀγάθη καὶ στερέωσον, τοὺς λογισμούς μου, εἰς ἀγάπησιν τοῦ Πλάστου μου.
Ἄνεσίν μοι δός, ἐκ δαιμόνων ἐπιθέσεων, ὑπομονὴν καὶ ἐγκαρτέρησιν, ὡς μαρτυρίου, τὰς βασάνους ὑπομείνασα.
Γάλα θαυμαστῶς, Μάρτυς ἔνδοξε ἀνέβλυσεν, ἀνασπωμένων τῶν πανάγνων σου σαρκῶν, δι᾿ οὗ εὐφραίνεις, τὰς ψυχὰς τῶν θαυμαζόντων σε.
Θεοτοκίον.
Ἄπας μου Ἁγνή, βίος πέλει ἐπιλήψιμος, ὅτι ἀντίκειται ἡ πρᾶξις τῷ νοΐ, διὸ βοῶ σοι, στήριξόν με ταῖς πρεσβείαις σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θεράπευσον, τῆς ψυχῆς μου τραύματα, ὡς ὁ Πέτρος σε παμφώτως Ἀγάθη, ἐμφανισθείς, ἐν δεσμοῖς τὰς πληγάς σου, ἀπεθεράπευσεν ἐνδυναμώσας σε, τῇ χάριτι τοῦ Ἰησοῦ, ἰωμένου ψυχάς τε καὶ σώματα.
Ἠφάνισεν, ὁ Χριστὸς τοὺς πόνους σου, τῇ ἐκχύσει τοῦ φωτὸς τοῦ ἀκτίστου, καὶ φυλακή, οὐρανὸς ἐγεγόνει, τῇ παρουσίᾳ Ἀγάθη Νυμφίου σου, ὃν αἴτησαι φῶς τὸ Αὐτοῦ, χορηγεῖν ἡμῖν σκότει καθεύδουσι.
Νεάζουσα, ὑπεισῆλθες δεύτερον, μαρτυρίου σου τὸ στάδιον Μάρτυς, καὶ θαυμαστῶς, ἀπεστόμωσας πάντας, τοὺς συνηγόρους τῆς πλάνης τοῖς λόγοις σου, διὸ κἀμὲ νικᾶν ἀεί, λογισμοὺς ἀντιθέους ἀξίωσον.
Θεοτοκίον.
Παράκλησις, φιλοχρίστοις πέφυκας, καὶ τῶν πόνων γλυκασμὸς Θεομῆτορ, ὅθεν κἀμοί, ὡς Ἀγάθην σὴν δούλην, καὶ τῶν Μαρτύρων χορείας ἐγλύκανας, χορήγησον τὸν γλυκασμόν, ἡδυτάτης σου κλήσεως Δέσποινα.
Διάσωσον ὦ Χριστομάρτυς Ἀγάθη, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ, καὶ φύλαττε ἀβλαβεῖς, τοὺς τιμῶντας ταῖς σαῖς πρεσβείαις.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία οὐ μόνον σῆς πόλεως, ἀλλὰ πάντων Ἀγάθη χριστώνυμε, παρὰ Θεοῦ ἐδόθης ἐν θλίψεσι, διὸ βοῶμεν ἐκτενῶς, οἱ τὴν σὴν μνήμην ἐκ ψυχῆς, ἐκτελοῦντες καὶ λέγομεν· φάνηθι ἐν κινδύνοις, πρέσβις ἡμῶν καὶ χάριν, ἀπαλλαγῆς τῶν δυσμενῶν, ἱκεσίαις σου παρέχουσα.
Προκείμενον·
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὑτοῦ.
Στίχος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ὑμῖν;
Ευαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄ 1 – 13).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
῏Ηχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Νύμφη παναμώμητε, τοῦ γλυκυτάτου Νυμφίου, καὶ μαρτύρων ἥδυσμα, νοῦν ἔχουσα ὅσιον καὶ προαίρεσιν, ὅλην αὐτοθέλητον, σεαυτὴν προθύμως, τοῖς δημίοις παραδέδωκας, θῦμα θεόδεκτον, ὅπως εὕρῃς στέφος τὸ ἄφθαρτον· Ἀγάθη καλλιπάρθενε, πρέσβευε δεόμεθα πάντοτε, ὑπὲρ τῶν τιμώντων, σὴν μνήμην καὶ ἱκέτιδι φωνῇ, προσερχομένων ἑκάστοτε, ἵνα σε γεραίρωμεν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Ῥῦε Μάρτυς φλογός με, τῶν παθῶν ὡς Χριστός σε πυρὸς ἐῤῥύσατο, καὶ δρόσον χάριτός μοι, κατάπεμψον εὐχαῖς σου, ὅπως μέλπω λυτρούμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ, τὸν Χριστὸν παροργίζω ταῖς φαύλαις πράξεσι, διό σε ἱκετεύω, Ἀγάθη σεμνοτάτη, ἐξιλέου τὸν Κύριον, καὶ τῶν Αὐτοῦ ἐντολῶν, πιστὸν ἐργάτην δεῖξον.
Σεῖσον ῥάθυμον νοῦν μου, ὡς σὴν πόλιν Δεσπότης Χριστὸς κατέσεισε, καὶ δὸς αὐτῷ τὴν νῆψιν, καλλίνικε Παρθένε, καὶ εὐχὴν ἀδιάλειπτον, ὅπως Θεῷ ἑνωθῇ, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Βρῶμα κεῖμαι ὀρνέων, ψυχοφθόρων Παρθένε ὁ τάλας δοῦλός σου, διὸ ἐν τάχει ρῦσαι, καὶ ζώωσον εὐχαῖς σου, σὺν Ἀγάθῃ τῇ μάρτυρι, ὅπως μετάσχω κἀγώ, μερίδος σῳζομένων.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Ἱλάσθητί μοι, ὁ Θεὸς ἐκβοῶ σοι, ταῖς πρεσβείαις μάρτυρος Ἀγάθης, καὶ τοῦ μαρτυρίου, τὴν φλόγα ἄναψόν μοι.
Νίκην τιμίαν, ἐπεσπάσω Ἀγάθη, ἐναθλήσασα τοῖς πόνοις πολυτρόπως, ὅθεν ἐκβοῶ σοι, γενοῦ μοι ὑπαλεῖπτις.
Εὐχῇ ἁγίᾳ, ἐκοιμήθης Ἀγάθη, καὶ Χριστῷ παρέθηκας ψυχήν σου, δώρησαί μοι κόρη, εὐχὴν ἐνεργουμένην.
Θεοτοκίον.
Ναὸν Υἱοῦ σου, ὡς ἀγάθην Παρθένε, ποίησόν με ἐντεῦθεν ὅπως χαίρων, εἰς ναὸν εἰσέλθω, τῆς τούτου Βασιλείας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Βεβάρυμμαι Ἀγάθη, φόρτον ἁμαρτίας, ἐπιβαρύνων ἀθλίαις μου πράξεσιν, ἀφ᾿ ὧν ἐλεύθερον δεῖξον, Χριστοῦ δὲ δοῦλόν με.
Ἰδοῦσα ἡφαιστείου, πῦρ τὸ λαῦρον Μάρτυς, ἐπαπειλοῦν τὴν ψυχήν μου κατάσβεσον, καὶ τῶν δαιμόνων εὐχαῖς σου, τάχει ἐκλύτρωσαι.
Ὡς πόλιν σου Κατάνην, πάλαι ἱκεσίαις, σοὶ προσελθοῦσαν τῆς λάβας διέσωσας, οὕτω κἀμὲ θεία Μάρτυς, ἀεὶ διάσῳζε.
Θεοτοκίον.
Ἀγάθυνον Χριστέ μου, καὶ θερμαῖς πρεσβείαις, τῆς ἀγαθῆς σου Μητρὸς καὶ σῆς Μάρτυρος, σεμνῆς Ἀγάθης με σῶσον, οἷς τρόποις ἔγνωκας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Εἰς ὀσμὴν τῶν μύρων σου τῶν τερπνῶν, ἔδραμον Σωτήρ μου, ἀνεβόας τῷ Ἰησοῦ, νομίμως ἀθλοῦσα, Ἀγάθη ἀθληφόρε, διὸ τοῦ σοῦ Νυμφίου, τρυφᾷς τοῖς κάλλεσι.
Μόνον τοῦ Σωτῆρος τοῦ ἀγαθοῦ, κάλλος ἀθληφόρε, ἀγαπᾶν με ὅλῃ ψυχῇ, ὡς καὶ σὺ Ἀγάθη, ἠγάπησας ἐκ πόθου, ἀξίωσον σὸν δοῦλον, ταῖς ἱκεσίαις σου.
Ἒτερον, εἰδικὸν διὰ τὰς ἀγαθωνύμους
῎Εχουσαν σὴν κλῆσιν τὴν ἀγαθήν, Μάρτυς καὶ Παρθένε, μὴ παρίδῃς ποτέ κενήν, ἀλλὰ πλήρωσόν μου, τοὺς φιλοθέους πόθους, καὶ σύναψον Χριστῷ με, Ἀγάθη δέομαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμάς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Μάρτυς καὶ παρθένε τὸν Χριστόν, πάντοτε δυσώπει Ἀγάθη, ὑπὲρ τῶν ὅσοι σε, πόθῳ ἱκετεύομεν καὶ τὴν πρεσβείαν σου, ἐξαιτοῦμεν τὴν ἄμαχον, λυτροῦσθαι κινδύνων, καὶ τῶν περιστάσεων καὶ ἀξιώσειας, δόξης Παραδείσου ὡραίου, βλέπειν τε τὸ ἄφθαστον κάλλος, σὺν Ἁγίων Πάντων θείοις τάγμασι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Ἀγαθὸν ἀεὶ Δεσπότην ἐκδυσώπει
Υπὲρ τῶν πιστῶς, Ἀγάθη, σὲ τιμώντων.

H Αγία Αγάθη θεωρείται προστάτιδα του μαστού και ιάτειρα των μαστικών παθήσεων
Ἀκούστε τὸ Ἀπολυτίκιο
Λείψανα
Σχετικά με το Λείψανο της Αγ. Αγάθης οι Ρωμαιοκαθολικοί δέχονται ότι αυτό ανακομίσθηκε αδιάφθορο και τον 11ο αι. μεταφέρθηκε στην Κωνσταντινούπολη. Το 1204 μετεφέρθηκε πισω στη Σικελία, από τους Σταυροφόρους όπου διαμοιράσθηκε.
- Στην Κατάνια φυλάσσονται: Τα χέρια, τα πόδια και το στήθος του Λειψάνου σε αδιάφθορη κατάσταση, εκτεθημένα σε γυάλινη θήκη. Η Κάρα και τα μεγάλα οστά μέσα σε ανθρωπόσχημη Λειψανοθήκη, στην οποία εικονίζεται η Αγία μέχρι την μέση. Στο κεφάλι αυτής της λειψανοθήκης – αγάλματος, είναι τοποθετημένο πολύτιμο στέμμα, ενώ όλο το άγαλμα είναι καλλυμένο με πολύτιμα αφιερώματα κατοίκων, οι οποίοι έχουν διασωθεί σε διάφορες εποχές διά πρεσβειών της από εκρήξεις του ηφαιστείου της Αίτνας.
- Τεμάχιο τιμίας κάρας της Αγίας βρίσκεται στη Μονή Αγ. Παύλου Αγίου Όρους, Μονή Διονυσίου και Ξενοφώντος Αγίου Όρους.
- Μονή Κεχροβουνίου Τήνου.
- Μονή Μεταμορφώσεως Σωτήρος Χριστού Λουκούς στο Άστρος Κυνουρίας.
- Μονή Παναγίας Προυσού Ευρυτανίας.
- Μονή Αγίας Αικατερίνης Αιγίνης στον τρισυπόστατο νέο Ναό Αγίων Αικατερίνης, Αγάθης και Τιμίου Προδρόμου.
- Μονή Παναγίας Κορωνιωτίσσης-Δακρυρροούσης στο Ληξούρι Κεφαλληνίας στο Παρεκκλήσιο της Αγίας Παρασκευής όπου σώζεται και θαυματουργή παλαιά εικόνα της Αγίας.