Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Θεολαμπέστατε Ἀρσένιε πάτερ, Καππαδοκίας εὐωδέστατον ἄνθος, καὶ Ἐκκλησίας μέγιστε εὐχέτα πρὸς Χριστόν, ὕψωσον τὰς χεῑράς σου καὶ κατάγαγε χάριν, τοῦ ἁγίου Πνεύματος, εἰς ψυχὰς αἰτουμένων, τὴν πατρικὴν καὶ ζῶσάν σου εὐχήν, καὶ προσκυνούντων, σὰ πάνσεπτα λείψανα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καὶ ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
«Ἀρσένιε, αἴροις ἀφ᾽ἡμῶν ταχὺ ἅπαν πάθος. Ἀθανάσιος».
Ἦχος πλ. δ´.ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.
Ἀρσένιε πάτερ θαυματουργέ, ταμεῖον ἀγάπης, σοῦ δεόμεθα ἐκ ψυχῆς, εὐχαῖς σου ἁγίαις πρὸς Δεσπότην, παθῶν ποικίλων ἡμᾶς τάχει λύτρωσαι.
Ῥευμάτων ὡς σέσωσαι ποταμοῦ, τοῦ Τροπαιοφόρου, Γεωργίου τῇ ἀρωγῇ, διὸ πνιγομένους βίου ζάλαις, ἡμᾶς διάσωσον πάτερ Ἀρσένιε.
Συνέσει κεκόσμησαι ἐκ παιδός, γενόμενος οἶκος, χαρισμάτων τῶν θεϊκῶν, ὧν δεῖξον Ἀρσένιε μετόχους, καὶ τοὺς πιστῶς σε αἰτοῦντας ἑκάστοτε.
Θεοτοκίον.
Ἐλέησον κόσμον ὧ Ἀγαθή, τὸν Κύριον πάντων, ἐκμειλίσσουσα μητρικῶς, καὶ πρόβαλε θεῖον συνευχέτην, τὸν Καππαδόκην Ἀρσένιον Δέσποινα.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Νικητὴς ἀνεφάνης κατὰ παθῶν Ὅσιε, κατὰ τοὺς ἀρχαίους ὁσίους ἀγωνισάμενος· ὅθεν ἀνάδειξον στεφανηφόρους, ὧ Πάτερ, πάντας τοὺς προστρέχοντας τῇ μεσιτείᾳ σου.
Ἱερεὺς χριστοφόρος, καὶ ἀσκητὴς μέγιστος, ἔφυς ἁγιώτατε Πάτερ, νηστεύων πάντοτε, χεῖρας οὖν ἔπαρον, πρὸς τὸν Φιλάνθρωπον ὅπως, δῷ αὐτοῦ βοήθειαν πᾶσι τοῖς χρήζουσι.
Ἐλεήμων καρδία καὶ ἰατρὸς ἄριστος, ἐγεγόνεις Πάτερ Φαράσοις, πάντας ἰώμενος, θείαις ἐντεύξεσιν, ὅθεν καρκίνου τὸ πάθος ἴασαι δυσίατον, τῶν προσπιπτόντων σοι.
Θεοτοκίον.
Ἀπὸ πτώσεων Μῆτερ, ἁμαρτιῶν φύλαξον πάντας τοὺς τιμῶντάς σε πόθῳ, ὡς διεφύλαξας κλεινὸν Ἀρσένιον ποτὲ ἐξ ὕψους πεσόντα, καὶ τῇ πέτρᾳ στήριξον Χριστοῦ τοὺς δούλους σου.
Διάσωσον ἀπὸ παντοίων κινδύνων ψυχῶν σωμάτων, τοὺς εἰλικρινῶς σοι προστρέχοντας Ὅσιε, καὶ δίδου πᾶσι δαψιλῶς, αἰτημάτων τὴν λύσιν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ το Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Κλοιῷ τῶν παθῶν, Ἀρσένιε βαρούμενοι, φωνὴν ἰσχυρὰν ἀφίεμέν σοι λέγοντες· τὰς ψυχὰς καὶ τὰ σώματα ἴασαι, καὶ ἐνδυνάμωσον ἡμᾶς ὁδὸν τοῦ Κυρίου πορεύεσθαι.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Ἱερῶς με ἀξίωσον, Πάτερ, ἀναφέρειν εὐχὰς πρὸς Κύριον, ὡς ἐν σάκκῳ σὺ προσήγαγες, καὶ σποδῷ ποιμνίου σου αἰτήματα.
Ῥυπωθεῖσαν ἀπόπλυνον, τὴν ψυχήν μου Ὅσιε ταῖς πρεσβείαις σου, καὶ ἀξίωσον τὸ θέλημα ἐκτελεῖν Κυρίου τὸ πανάγιον.
Ὁ ἐχθρὸς ἐκπειράζει με, ὅν περ ἀποδίωξον ὁσιώτατε, ὡς τῆς ποίμνης σου ἐδίωκες, τῇ εὐχῶν σφενδόνῃ τοὺς ἐχθραίνοντας.
Θεοτοκίον.
Ἴασαί με Πανάμωμε, πάσχοντα κατ᾿ἄμφω καὶ ὀδυνώμενον, ἡ τεκοῦσα τὸν ἀθάνατον ἰατρὸν Χριστὸν τὸν παντοδύναμον.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Σκέπασον ἡμᾶς ταῖς πρεσβείαις σου Ἀρσένιε, ὡς τῶν Φαράσων κώμην ἔσκεπες, ταῖς μυστικαῖς σου ἀγωγαῖς καὶ ἄθλοις πνεύματος.
Ἄσκησιν ἁγνὴν ἀγαπᾶν ἡμᾶς ἀξίωσον, δι᾿ ἧς παθῶν ψυχὴ καθαίρεται καὶ τῷ Κυρίῳ ὁμοιοῦται ὦ Ἀρσένιε.
Φαίδρυνον ἡμᾶς τοὺς τιμῶντάς σε Ἀρσένιε, καὶ θλιβομένους βίου πράγμασι, τῇ κοινωνίᾳ τῶν Ἁγίων παρακάλεσον.
Θεοτοκίον.
Ἧλθεν ἐφ᾿ ἡμᾶς σκαιωρία Παναμώμητε, ἐν ᾗ αἰτούμεθα πρεσβείας σου καὶ Ἀρσενίου σου ἱκέτου τὴν συνέργειαν.
ᾨδὴ Ϛ´. Τὴν δέησιν.
Μαραίνεται τῶν ψυχῶν ἡ δύναμις καὶ καρδίας παραλύει ὁ τόνος ἐκ πειρασμῶν τῶν ποικίλων ὦ Πάτερ, διὸ εὐχαῖς σου ἀνάστησον τάχιστα, ὡς ἤγειρας τοὺς ἐξ ἐτῶν παραλύτους τρισμάκαρ Ἀρσένιε.
Ὡδήγησας λογικά σου πρόβατα πρὸς Χριστὸν ἐν τοῖς Φαράσοις θεόφρον, λόγοις σεπτοῖς καὶ τῷ θείῳ σου βίῳ, ὥσπερ κηρὸς ἐξ ἀγάπης τηκόμενος, ὁδήγησον οὖν καὶ ἡμᾶς πρὸς αὐτὸν πλανωμένους Ἀρσένιε.
Νεάζοντα διετήρεις, Ὅσιε, θεῖον ἔρωτα ἐν ὅλῳ τῷ βίῳ, ὅθεν ἡμῶν τὰς ψυγείσας καρδίας ἐκ προσβολῶν τοῦ ἀλάστορος πύρωσον, καὶ δεῖξον πάντας κοινωνοὺς τῆς σῆς δόξης Ἀρσένιε πάντιμε.
Θεοτοκίον.
Τῶν δούλων σου τὰς φωνὰς ἐπάκουσον, ὡς ταχὺ γοργοϋπήκοε Κόρη, καὶ σοῦ Υἱοῦ καὶ Δεσπότου ἐξαίτει τὴν ὀξυτάτην καὶ θείαν βοήθειαν, καὶ ποῦ εἰ μὴ πρὸς σὲ ἁγνή, τὰς ἐλπίδας ἡμῶν παραθώμεθα;
Διάσωσον ἀπὸ παντοίων κινδύνων ψυχῶν σωμάτων, τοὺς εἰλικρινῶς σοι προστρέχοντας Ὅσιε, καὶ δίδου πᾶσι δαψιλῶς, αἰτημάτων τὴν λύσιν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Ὡς Χριστὸν ἀγαπήσας Ἀρσένιε, τῆς ἀγάπης ἐργάτης γεγένησαι, πᾶσι πάτερ τῶν αἰτουμένων λύσιν χορηγῶν, διὸ πρόφθσον καὶ νῦν ἡμῶν, τοὺς πειρασμοὺς τοῦ πονηροῦ ὡς ἀράχνην διάλυσον· ὅπως πανευγνωμόνως ὕμνον εὐχαριστίας ἀποδιδῶμέν σοι σοφέ, προσκυνοῦντές σου τὰ λείψανα.
Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δὶς)
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ευαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν (Λουκ. 6:17-23)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· «Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ».
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ἥλιε χριστόφωτε, Καππαδοκῶν θεία δόξα, ἀσκητῶν ἀγλάϊσμα, ἱερέων καύχημα, πηγὴ ἄφθονος θαυμασίων ὅσιε, τῷ Χριστῷ πρεσβεύων μὴ ἐλλείπῃς ὑπὲρ δούλων σου, τὴν ἱκεσίαν σου αἰτουμένων πάτερ Ἀρσένιε· παθῶν ψυχῶν καὶ σώματος ἱλαρῶς ἡμᾶς ἀξιώμενος· ὅπως σῶν λειψάνων τὴν θήκην προσκυνῶμεν εὐλαβῶς καὶ εὐγνωμόνως δοξάζωμεν σὲ τὸν θαυμαστώσαντα.
Ὁ Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Κύριε, ἐλέησον (ιβ´),
καὶ ψάλλομεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκατάπαυστον σχών σου ἐν τῷ βίῳ τὸ εὔχεσθαι Ὅσιε, καὶ νῦν σὺν τοῖς Ἁγίοις ἑστὼς μὴ διαλείπῃς ἱκετεύειν ἀείποτε ὑπὲρ ἡμῶν τῶν πτωχῶν καὶ σὲ τιμώντων πόθῳ.
Χρῆμα ἔχων καὶ πλοῦτον τὴν ἀδάπανον χάριν τοῦ θείου Πνεύματος, ἑκάστω διεδίδως, ὡς φρόνιμος Κυρίου οἰκονόμος Ἀρσένιε, ἥν καὶ ἡμῖν δωρεὰν παράσχοις φιλανθρώπως.
Ὑψηλὰ ἔργα πράττων, σεαυτὸν ἐταπείνους πάτερ Ἀρσένιε, τὴν δόξαν τῷ Κυρίῳ διδοὺς ὡς ταπεινόφρων, ὅθεν δίδου ταπείνωσιν ἐπαιρομένοις πολλὰ ἡμῖν κατὰ Ὑψίστου.
Θεοτοκίον.
Ἀρσενίῳ ὡς ὤφθης, σῷ ὁσίῳ Παρθένε, καὶ νῦν ἐμφάνιθι ψυχαῖς τῶν σοὶ βοώντων τὸ χαῖρε τοῦ Ἀγγέλου, ἵνα νέφη τῶν θλίψεων, διαλυθῶσι Ἀγνὴ καὶ ἡ χαρὰ ἐκλάμψῃ.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Παίδων μητέρας τὰς στειρευούσας, εὐχαῖς σου ὡς Ἀρσένιε πάτερ ἀποδείκνυς, οὕτω ἀκαρπούσας ψυχὰς δεῖξον ἐγκάρπους.
Ἁγίους Τόπους πανευλαβῶς προσκυνήσας, τόπον θεῖον ψυχὰς ἡμῶν ποήσαις, ταύταις θείαν χάριν Ἀρσένιε ἑδράζων.
Νοσσία ὥσπερ ὄρνις συνάττει ὦ Πάτερ, ἠκολούθησας ποίμνῃ προσφυγούση, ὅθεν τοὺς πιστούς σοι προσφεύγοντας φυλάττοις.
Θεοτοκίον.
Παρθενομῆτορ, ἡ μυστικῶς τὸν σὸν λάτριν εἰς τὸ Ὄρος τοῦ Ἄθω ἀγαγοῦσα, πάντας ἀξιώσαις ἐπουρανίου ὄρους.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἀνατολὴν φωτίσας, ἔδυς ὡς κομήτης εἰς νῆσον Κέρκυραν πάτερ Ἀρσένιε, καθαγιάζων Ἑλλάδα τῷ θείῳ σκήνει σου.
Θεράπευσον τὰ πάθη, τῇ τῶν σῶν λειψάνων ἀνεκφοιτήτῳ Ἀρσένιε χάριτι, πάντων τῶν πίστει τιμώντων τὴν θείαν μνήμην σου.
Ὁμοῦ σὺν Παϊσίῳ τῷ ἐκμιμητῇ σου, Χριστὸν ἱκέτευε πάτερ Ἀρσένιε, ὅπως ὑμῶν ὁδηγίαις, τοῦτον δοξάσωμεν.
Σὺ ἄνω σὺν Ἁγίοις, πάτερ ἐπαγάλλῃ, ἡμεῖς δὲ κάτω εἰς γῆν ἐξαιτούμεθα, τῶν πρεσβειῶν σου τὴν χάριν, πάτερ Ἀρσένιε.
Θεοτοκίον.
Ἀξίωσον Παρθένε, σὺν τῷ Ἀρσενίῳ τῷ Καππαδόκῃ, τῆς θείας συστάσεως, τοὺς ἀνυμνοῦντας ἀπαύστως τὰ μεγαλεῖά σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
και τα παρόντα Μεγαλυνάρια
Χαίροις Καππαδόκα θαυματουργέ, παλαιῶν Πατέρων κατὰ πάντα ὁ μιμητής, χαῖρε καὶ προσδέχου αἰτήσεις τῶν ἐκ πόθου, Ἀρσένιε, τιμώντων σὰ θεῖα λείψανα.
Ὅπου ἡ σὴ μνήμη πανευλαβῶς ἄγεται τρισμάκαρ, δὸς τὴν χάριν σου ἐμφανῶς, πάθη ἀφανίζων, Ἀρσένιε, σωμάτων, καὶ τὴν Χριστοῦ εἰρήνην ψυχαῖς δωρούμενος.
Ἐσχηκὼς διάδοχον ἀρετῶν, ὅν ὡς βρέφος Πάτερ ἀνεγέννησας ἐν Χριστῷ, τοῦτον καὶ συμπρέσβυν παράλαβε παμμάκαρ, τὸ μέγα κλέος Ἄθω, θεῖον Παΐσιον.
Τοῦτον τὸν πανίερον καὶ σεπτὸν οἶκον δεῖξον, Πάτερ, κολυμβήθραν τοῦ Σιλωάμ, νόσους τε παντοίας ἰώμενον καὶ πάθη, ὡς σῶν λειψάνων μέρος, ἔχοντα Ὅσιε.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Πάθεσι βαρούμενοι πολλοῖς, σὲ παρακαλοῦμεν θεόφρον πάτερ Ἀρσένιε, ἴασαι νοσήματα καὶ ἄλγη σώματος, τῆς ψυχῆς δὲ θεράπευσον ἀσθένειαν πᾶσαν, καὶ γονεῖς ἀνάδειξον τοὺς τοῦτο θέλοντας· σὲ γὰρ ὁ Δεσπότης τῷ κόσμῳ μέγαν ἐχαρίσατο πρέσβυν καὶ θαυματουργίαις σε ἐτίμησε.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Πλατύ Ημαθίας
10 Νοεμβρίου
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μονή Αγίου Ιωάννου του Θεολόγου Σουρωτής Θεσσαλονίκης