Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια.
Ἦχος δ’ Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τόν ἰσαπόστολον Χριστοῦ ἱεράρχην, καί ἀθλητήν παναληθῆ τοῦ Σωτῆρος, καί ἰατρόν πανάριστον τῶν νόσων καί ἐν ᾠδαῖς, ἀπανταῖς τιμήσωμεν, πρός αὑτόν ἐκβοῶντες, πρόφθασον καί λύτρωσαι, τῆς ὀδόντων ὀδύνης· τῆς ἀφορήτου ἶνα σε ἀεί, ὡς
εὐεργέτην Ἀντίπα γεραίρωμεν.
Δόξα . Ὅμοιον.
Τόν τῆς Περγάμου ἱεράρχην φανώτον, καί μαργαρίτην τοῦ Χριστοῦ πανυπέρτιμον, Ἀντίπαν τόν ἀοίδιμον ὀδόντων ἰατρόν. Πάντες εὐφημήσωμεν, πρός αὑτόν ἐκβοῶντες, πρόφθασον καί λύτρωσαι, τῆς τοιαύτης ἀνάγκης· μή παραβλέψης δέησιν οἰκτράν, τῶν προσφυγόντων τῆ σκέπη σου ἅγιε.
Καί νῦν.
Τῆ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς. Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων. Μή ἀποστρέψῃς σούς δούλους κενούς. Σε γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
καί ὁ κανών οὐ ἡ ἀκροστιχίς.
«Περγάμου τόν πρόεδρον Ἀντίπα μέλπω»
ᾨδή ἀ’. Ἦχος πλ. δ’ Ὑγράν διοδεύσας.
Πολύ νῦν ὀδύνη περιπεσών, ὀδοντοαλγίας, σοι προστρέχω τῷ ἰατρῷ, Ἀντίπα τρισμάκαρ ἐκβοῶν σοι , τήν θεραπεία μοι βράβευσον ἅγιε.
Ἐδέξω βραβεία χειρί Θεοῦ, νικήσας τήν πλάνην, ὦ Ἀντίπα ἱερουργέ, καί παύεις ὀδόντων τάς ὀδύνας, τοῖς προσκαλουμένοις σου τό θεῖον ὄνομα.
Ῥευμάτων βορβόρου με δυσωπῶ, παθών ψυχοφθόρων, καί ὀδόντων τῆς χαλεπῆς, Ἀντίπα θεράπευσον ὀδύνης καί καχεκτούνται ἐπισκέψῃ ἅγιε.
Γενοῦ μοι προστάτης καί ἰατρός, ἐν νόσοις Ἀντίπα καί ὀδύνης τῆς χαλεπῆς, ὀδόντων με λύτρωσαι τρισμάκαρ, καί γάρ πλουσίως τήν χάριν ἀπείληφας.
Θεοτοκίον.
Ἀγία Παρθένε μήτηρ Θεοῦ, δυσώπει ἀπαύστως τόν Υἱόν σου ὑπέρ ἡμῶν, τῷ πίστει καί πόθῳ σε τιμώντων, καί τῆς ὀδόντων ὀδύνης με λύτρωσαι.
ᾨδή γ’. Οὐρανίας ἁψῖδος.
Μυροβλύτα Ἀντίπα, τά τῆς ψυχῆς ἴασαι, πάθη καί ὀδόντων με νόσου τάχος θεράπευσον, ὅπως γεργαίρω σε, καί ἐκτελῶ σου ἐκ πόθου τήν πανέορτον, ὦ ἰεροαθλε.
Ὁδηγόν καί προστάτην, πρός τόν Θεόν ἔνδοξε, πάντες προβαλλόμεθα μάκαρ καί ἱκετεύομεν, ὀδύνης λύτρωσαι, τῆς τῶν ὀδόντων καί πάσης, νόσου καί κακώσεως τῆ μεσιτεία σου.
Ὑπεξῆλθες γενναίως, αὐτομολῶν πάνσοφε, πρός τό τῆς ἀθλήσεως στάδιον καί κατῄσχυνας , τόν ὑπερήφανον , καί τῷ τῆ νίκης στεφάνῳ, πρός Χριστοῦ κεκόσμησαι Ἀντίπα ἔνδοξε.
Θεοτοκίον
Τήν πυρίμορφον χαῖρε, τοῦ παντουργοῦ σκήνωμα, ἄνθος μυστικοῦ παραδείσου, χαῖρε ηδύπνοον, παρέχων ἅπασι, τήν μυστική εὐωδίαν, τοῖς σε μακαρίζουσι καί μεγαλύνουσι.
Διάσωσον, τῆς τῶν ὀδόντων δεινῆς ἡμῶν καχεξίας, ἱερομάρτυς Χριστοῦ Ἀντίπα, τούς πόθῳ προστρέχοντας, τῆς σκέπη σου τῆ θερμή καί ἀγία.
Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Προστάτης θερμός ὑπάρχεις καί ὑπέρμαχος , τοῖς πόθῳ ἀεί τῆ σκέπη σου προστρέχουσιν, ὦ Ἀντίπα ιερόαθλε, καί βοῶσι σοι ἅγιε, τῆς τῶν ὀδόντων λύτρωσαι ἡμᾶς, πικράς ὀδύνης καί πάσης κακώσεως.
ᾨδή δ’’. Εἰσακήκοα Κύριε.
Ὁ ναός σου πανίερε, βρύει τάς ἰάσεις πᾶσι τοῖς χρῄζουσι, καί ὀδόντων παύει κάκωσιν , τῶν προσκαλουμένων σε ἐκ πίστεως.
Νοσημάτων παντοίων με , καί τῆς τῶν ὀδόντων ὀδύνης ῥῦσαι με, ὦ Ἀντίπα ἰερόαθλε, ἶνα πόθῳ μέλπω σου τά θαύματα.
Πᾶς προστρέχων τρισόλβιε, σου τῆ ἀντιλήψει λαμβάνει ἴασιν, τῆς ὀδόντων πικράς τύψεως, καί γεραίρει πόθῳ σου τά θαύματα.
Θεοτοκίον
Ῥητῶν χαῖρε τό πλήρωμα, τῶν προφητικῶν Χριστόν ἡ κυήσασα, δι’ οὐ πλάνη πεφυγάδευται, καί φώς ἀληθείας πεφανέρωται.
ᾨδή ἕ’. Ἴνᾷ με τι ἀπώσω.
Ὁ ναός σου τρισμάκαρ, ἰατρεῖον τυγχάνει Χριστοῦ τῆ χάριτι τυφλοῖς γάρ τό βλέπειν, καί βαδίζειν χωλοῖς σαφῶς δίδοται, καί ὀδόντων παύει, πικράν ὀδύνην τοῖς ἐν πίστει, εἰσιοῦσιν Ἀντίπα μακάριε.
Ἐξίασαι ὀξέως, πάθη πολυώδυνα Ἀντίπα ἔνδοξε, καί τήν εὐρωστίαν, τοῖς νοσοῦσι βραβεύεις ἑκάστοτε, καί γάρ ὁ Δεσπότης, πλουσίαν χάριν σοι τρισμάκαρ, ἰαμάτων Ἀντίπα δεδώρηται.
Δωρεαῖς φωτοβόλοις, σου καταγλαίζεται τό θεῖον τέμενος, ἐν αὑτῷ φοιτῶν γάρ, οὐρανόθεν Ἀντίπα πανίερε, ἀπελαύνεις νόσους, δαιμονικά στίφη ἀπείργεις, καί ὀδόντων παρέχεις τήν ἴασιν.
Θεοτοκίον.
Ῥήματι Ἀρχαγγέλου, Λόγον τόν πανάγαθον εκυοφορήσας καί ἡ τοῦ Ὑψίστου κόρη, δύναμις σοι ἐπεσκίασεν, ὅθεν ὡς μητέρα, Λόγου Θεοῦ σε νῦν εὐλόγως, λογικαῖς μελῳδίαις γεραίρομεν.
ᾨδή στ’. Τήν δέησιν.
Ὅ ἕτοιμος, ἰατρός τῶν νοσούντων, καί ὀδόντων τῆς ὀδύνης ἀκέστωρ, θεραπευτῆςπάσης ἄλλης τε νόσου, καί τῶν ψυχῶν σωτηρίας ἐπίσημος, προστάτης καί πρέσβυς πρός Θεόν, ὁ Ἀντίπας ὁ μέγας τιμάσθω μοι.
Νυγεῖσα σου, ἡ ψυχή θείω βέλει, τῆς γλυκείας τοῦ Σωτῆρος ἀγάπης, καί τό αὑτοῦ πολυπόθητον κάλλος, φανταζομένη διόλου προσέδραμες, ὀπίσω αὑτοῦ μαρτυρικῶς, καί αὑτοῦ νῦν τρυφάς ἀγαλλόμενος.
Αγίως σου, διανύσας Ἀντίπα, τόν ἰσάγγελον καί ἔνθεον βίον, ἐπί τῆς γῆς, συναυλίζῃ Ἀγγέλοις, καί νοσημάτων ἐλαύνεις κατήφειαν , ὀδόντων τε παύεις χαλεπήν, τῶν πασχόντων ὀδύνην πανόλβιε.
Θεοτοκίον.
Νοσοῦσαν μου, ἀνιάτως Παρθένε, καί τῷ δήγματι δεινῶς πληγωθείσαν, τοῦ πονηροῦ τήν καρδίαν μου κόρη, τῷ δραστικῷ σου φαρμάκῳ θεράπευσον, καί σῶσον με τόν ἐπί σοί, πεποιθότα πανάχραντε Δέσποινα.
Διάσωσον, τῆς τῶν ὀδόντων πικράς ὀδύνης, ιερόαθλε τρισμάκαρ Ἀντίπα, καί παντοίας ἐπιφοράς τούς τιμῶντας σε, ὡς ἕτοιμος βοηθός ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον , ὡς ἔχουσαν μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Ἰατρέ τῆς ψυχῆς καί τοῦ σώματος ἄμισθε, τῆς ὀδόντων ὀδύνης ἀκέστωρ σοφώτατε, ὦ Ἀντίπα ιερόαθλε, τούς ἱκέτας σου ἡμᾶς, σπεῦσον θεράπευσον ταχύ, τούς κατ’ ἄμφω ἀσθενεῖς, καί πρός σε καταφεύγοντας, πράυνος τάς ὀδύνας, σβέσον τάς καταιγίδας, τῶν συνεχόντων ἡμᾶς δεινῶν, τῆ πρεσβεία σου προστρέχοντας.
Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. (Κεφ. ί’ 1 καί ί’ 5-8)
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τούς δώδεκα Μαθητάς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πᾶσαν νόσον καί πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε. Πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δέ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεάν ἐλάβετε, δωρεάν δότε.
Δόξα.
Ταῖς τοῦ ἰεροάθλου, πρεσβείες, Ἐλεῆμον ,ἐξάλειψον τά πλήθη τῶν ἡμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον , ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στιχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Περγάμου τόν πρόεδρον, ιἐροάθλων τό κλέος, Ἀντίπαν τόν πάνσοφον, ὀδόντων ἀκέστορα τόν σοφώτατον, ἀσθενῶν ἕτοιμον, ἰατρόν ἄμισθον, κατά χρέος εὐφημήσωμεν, οἱ ἀρυόμενοι παρ’ αὑτοῦ ἀφθόνως ἰάματα, καί πόθῳ ἐκβοήσομεων πρός αὑτόν καρδίας εὐθύτητι. Ἀντίπα τρισμάκαρ, πανόλβιε θεράπων τοῦ Χριστοῦ, ἐκ πάσης νόσου περίσῳζε, τούς πιστῶς καλοῦντας σε.
Σῶσον ὁ Θεός τόν λαόν σου…
Κύριε Έλέησον (ιβ)
ᾨδή ζ΄. Παῖδες Ἑβραίων.
Τείνας τόν νοῦν σου ἱεράρχα, πρός τόν μόνον Θεόν τε καί Δεσπότην, σῶς τρυφάς τάς πολλάς ὑπέμεινας βασάνους , νῦν δε ἴασαι ἅγιε, τῶν ὀδόντων ἡμῶν πόνους.
Ἰνᾷ σε πόθῳ εὐφημοῦμεν, καί τιμῶμεν σου τήν μνήμη ὦ Ἀντίπα, τάς ὀδύνας ἡμῶν θεράπευσον τρισμάκαρ, καί τῶν ὀδόντων ἰάσιν, παράσχου τῶν καλούντων.
Πύλαι ἠνοίγησαν σοι πόλου, ὡς βαδίσαντα ὀδόν τοῦ μαρτυρίου, καί Ἀγγέλων χοροί, ὑπήντων σοι Ἀντίπα, ἀναβοῶντες εἲσεθλε, ἐν αὐλαῖς ταῖς τοῦ Κυρίου.
Θεοτοκίον.
Ἄνοιξον πύλας μοι Παρθένε, παραδείσου ἆς ἔκλεισεν ἡ Εὖα καί ἐντός με ἁγνῇ εἰσάγαγε βοῶντα, εὐλογημένος πάναγνε, ὁ καρπός τῆς σής κοιλίας.
ᾨδή η΄. Τόν ἐν ὄρει ἁγίῳ.
Νῦν τά ἄνω κατῴκησας Ἀντίπα, σύν Ἀγγέλοις βασίλεια τόν πάντων, Θεόν ὑμνῶν καί σῴζων τούς καλοῦντας σε, ἐκ πικράς ὀδύνης, ὀδοντοαλγίας, ὡς εὐμενής προστάτης.
Μνείαν Πάτερ ποιοῦ τῶν σε τιμώντων, καί τελούντων τήν εὔσημον σου μνήμην, τάς αἰτήσεις πληρῶν καί λύων τάς ὀδύνας, ὀδόντων καί οὐλῶν ἡμῶν, ἰερόαθλε Ἀντίπα.
Ἐντρυφῶντες θαυμάτων χαρακτῆρος, τοῦ σεπτοῦ σου Ἀντίπα καθ’ ἑκάστην, ευχαριστίους ὕμνους σοι προσφέρωμεν, ἀκέστορι τῷ θιῷ, ἀνυμνολογούντες, Περγάμου μέγα κλέος.
Θεοτοκίον.
Χαῖρε κούφη νεφέλη θεοτόκε, χαῖρε στάμνα χρυσή τοῦ θείου μάννα, χαῖρε ἡ κλῖμαξ πάντας ἡ μετάγουσα, ἀπό γῆς πρός πόλον, τούς ὑμνολογοῦντας, τοῦ τόκου σου τό ξένον.
ᾨδή θ΄. Ἐξέστη ἐπί τούτῳ.
Λαμπρός καί φεραυγής σου ὁ χαρακτήρ, τῆς εἰκόνος Ἀντίπα ἀείμνηστε , ὡς ἀληθῶς, Κύριον δοξάσας γάρ ἐπί τῆς γῆς, αὑτό σε ἀντεδόξασε, χάριν δεδωκώς σοι τούς δαψιλῶς, παρέχειν τάς ἰάσεις τοῖς πόθῳ προσιοῦσι, καί αἰτουμένους σήν ἀντίληψιν.
Παράσχου τοῖς τελοῦσι χαρμονικώς , σου τήν μνήμην Ἀντίπα ἀείμνηστε, λύσιν πολλῶν ,παθών καί πταισμάτων καί δυσχερῶν, καί ἀφορήτου λύτρωσαι, ὀδόντων ὀδύνης τῆς χαλεπῆς, ὅπως σε κατά χρέος, δοξάζωμεν ἀπαύστως, καί σήν εἰκόνα ἀσπαζόμεθα.
Ὡς ἄστρον φαεινότατον ἡ σεπτῇ, τοῦ σοφοῦ ἱεράρχου ἐπέλαμψε μνήμη καί γάρ, Κύριον ἐδόξασεν ἀληθῶς, τοῖς θείοις αὑτοῦ μέλεσιν, ὤσπερ ὁλοκαύτωμα ἱερόν, καί νῦν σύν τοῖς Ἀγγέλοις, εὐφραίνεται ἀξίως, ὑπέρ ἤμων ἀεί δεόμενος.
Θεοτοκίον.
Φωνάς τῶν οἰκετῶν σου ὡς ἀγαθῇ, μή παρίδῃς πανάμωμε Δέσποινα, ἀλλ’ ἐκτενῶς, αἰτήσαι τόν πάντων Δημιουργόν, τῷ βασιλεῖ τά τρόπαια, καί τήν εὐρωστία τήν ψυχικήν, δωρήσασθαι Παρθένε, καί θείας βασιλείας, τήν μετουσίαν καί λαμπρότητα.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καί τά παρόντα μεγαλυνάρια,
Χάριν ἰαμάτων παρά θεοῦ, εἰληφώς Ἀντίπα, θεραπεύεις πάθη δεινά, διό τοῖς ἐν πίστει σε ἐπικαλουμένοις, θεράπευσον ὀδόντων, τό ἄλγος πάνσοφε.
Τόν ἐν ἱερεῦσι θαυματουργόν , καί ἐν ἀθληφόροις, ἀπροσμάχητον βοηθόν, καί τόν τῆς ὀδόντων ὀδύνης ἐλατῆρα, Ἀντίπα τόν γενναῖον, πάντες τιμήσωμεν.
Ἔχοντες ναόν σου τόν θαυμαστόν, Ἀντίπα τρισμάκαρ, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν τούτῳ ἐν πόνοις τῶν ὀδόντων, καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.
Σκέπε, φρούρει , φύλαττε ἀθλητά, τούς ὑπό τήν σκέπην σου , καταφεύγοντας ἐκτενῶς, καί λύτρωσαι τάχος ὀδόντων τῆς ὀδύνης , ἰνᾷ ὡς εὐεργέτην σε μεγαλύνομεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἅγιε Ἀντίπα τῷ Χριστῷ, νῦν ὁ παριστάμενος σπεῦσον εὐχήν ποιήσασθαι, ὑπέρ τοῦ ἱκέτου σου, ἰνᾷ τοῦ ἄλγους ῥυσθῶ, τῶν ὀδόντων ὁ δείλαιος· πρός σε γάρ προστρέχω, σύ γάρ μόνος ἅγιε ὡς παρρησίαν πολλήν, πρός τόν Ἰησοῦν κεκτημένος, δύνασαι κάμε ἀπαλλάξαι, τοῦ ὀδυνηροῦ τούτου νοσήματος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

11 Απριλίου
Μυροβλύτην τὸν θεῖον καὶ μαρτύρων τὸν σύναθλον, τὸν πανευκλεῆ ἱεράρχην καὶ Περγάμου τὸν πρόεδρον, τιμήσωμεν Ἀντίπαν οἱ πιστοί, ὡς τάχιστον καὶ μέγαν ἱατρόν, τῆς δεινῆς ὀδόντων νόσου, καὶ πρὸς αὐτὸν ἀπὸ ψυχῆς βοήσωμεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Η Κάρα του Αγίου βρίσκεται στη Μονή Παναχράντου Άνδρου.
Μέρος της Κάρας του Αγίου βρίσκεται στη Μονή Αγίου Ιωάννου του Θεολόγου Πάτμου.
Η δεξιά του Αγίου βρίσκεται στη Μονή Διονυσίου Αγίου Όρους.
Η σιαγόνα του Αγίου βρίσκεται στη Μονή Μεγ. Λαύρας Αγίου Όρους.
Αποτμήματα του Ιερού Λειψάνου του Αγίου βρίσκονται στις Μονές Διονυσίου, Καρακάλου και Ζωγράφου Αγίου Όρους, Προυσού Ευρυτανίας, Γηροκομείου Πατρών και Χρυσοπηγής Δίβρης Ηλείας, στο Πατριαρχείο Κωνσταντινουπόλεως, τον Μητροπ. Ναό της Μυτιλήνης και τον ομώνυμο Ναό του Πανεπιστημίου Αθηνών.
Προστάτης των οδοντιάτρων