Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τούς προσιόντας τῇ θερμῇ Σου πρεσβείᾳ, καί προσκυνοῦντας τήν σεπτήν Σου Εἰκόνα, πανευλαβῶς Ἁγνή Ἐλευθερώτρια, πάσης ἐλευθέρωσον, ἀπειλῆς καί ἀνάγκης, καί παθῶν καί θλίψεων, καί δεινῶν νοσημάτων, καί εἰρηναίαν δώρησαι ζωήν, ὡς τῆς εἰρήνης, τεκοῦσα τόν Ἄρχοντα.
Δόξα. Καί νῦν.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι εἰ μή ἀνάξιοι εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ Σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.
Ό Ν’ (50) Ψαλμος.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐλευθέρωσον παθῶν με Κόρη. Γερασίμου.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἐλεύθερον βίον πάσης ὀργῆς, καί πάσης ἀνάγκης, καί ἀμέτοχον συμφορῶν, ἡμᾶς καταξίωσον ἀνύειν, Ἐλευθερώτρια Κόρη Πανάχραντε.
Λαμπάδα ἀνέδειξας μυστικήν, τῆς Σῆς προμηθείας, τήν Εἰκόνα Σου τήν σεπτήν, τοῖς ἐκδεχομένοις τήν Σήν χάριν, Ἐλευθερώτρια Κόρη, Πανάχραντε.
Ἐλέους τεκοῦσα τόν χορηγόν, ἐλέησον Κόρη, τοῖς πλουσίοις Σου οἰκτιρμοῖς, τούς τήν Σήν ἀντίληψιν αἰτοῦντας, Ἐλευθερώτρια Κόρη, Πανάχραντε.
Ὑμνοῦσι τήν θείαν Σου ἀρωγήν, τῆς Σῆς προμηθείας, ἡμῖν δίδου τάς δωρεάς, καί σῷζε ἡμᾶς ἐκ πάσης βλάβης, Ἐλευθερώτρια Κόρη Πανάχραντε.
ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Θλιβερῶν συμπτωμάτων, καί χαλεπῶν θλίψεων, καί ἐπηρειῶν ὀλεθρίων, ἡμᾶς ἀπάλλαξον, τοῦ πολεμήτορος, Ἐλευθερώτρια Κόρη, τούς θερμῶς προστρέχοντας, τῇ προστασίᾳ Σου.
Ἐπιτόκοις γυναίοις, ὡς συμπαθής βράβευε, τήν ἐλευθερίαν Παρθένε, ἡνίκα τίκτουσι πρός Σέ γάρ σπεύδουσιν, Ἐλευθερώτρια Κόρη, τό σεπτόν Σου ὄνομα ἐπικαλούμεναι.
Ῥεῖθρον ἄυλον θεῖον, ὡς ἀληθῶς πρόεισιν, ἐκ τῆς Σῆς ἁγίας Εἰκόνος, Ἐλευθερώτρια, δροσίζον πάντοτε, καί γλυκερῶς ἀναψῦχον, τούς πυρί τῶν θλίψεων, δεινῶς ἐκλείποντας.
Ὠρυόμενον σφόδρα, νῦν καθ’ ἡμῶν σύντριψον, τῇ Σῇ κραταιᾷ προστασίᾳ, ἐχθρόν τόν δόλιον, Ἐλευθερώτρια, καί ἐν εἰρήνῃ τελείᾳ, τήν ζωήν κυβέρνησον, ἡμῶν δεόμεθα.
Διάσωσον, Ἐλευθερώτρια Κόρη Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τούς καταφεύγοντας πίστει τῇ χάριτί Σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ἀῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τήν Σήν, ὡς ὀχυρόν προπύργιον, πλουτοῦντες, Ἁγνή, παντοίων ἐπιθέσεων, ἀεί ἐλευθερούμεθα, τοῦ δολίου ἐχθροῦ καί ἀλάστορος, καί εὐφροσύνης καί θείας χαρᾶς, πληρούμεθα μόνη Παντευλόγητε.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Συνεχόμενοι θλίψεσι, πρός τήν Σήν ἀντίληψιν καταφεύγομεν, καί λυτρούμεθα Πανάχραντε, τῶν κατά τόν βίον περιστάσεων.
Ὀδυνῶν ἐλευθέρωσον, τῶν κατά ψυχήν καί σῶμα Πανάμωμε, ὡς ἡμῶν Ἐλευθερώτρια, τούς τά μεγαλεῖά Σου δοξάζοντας.
Νόσων σβέσον τόν καύσωνα, καί ὑγείας δρόσον ἡμῖν ἐπόμβρησον, μητρικῇ Σου ἀγαθότητι, τοῖς Σέ μεγαλύνουσι Πανάμωμε.
Πάσης βλάβης ἐκλύτρωσαι, πάσης μαγγανείας, πάσης φαυλότητος, Θεοτόκε Ἀειπάρθενε, τούς ἐλευθερώτριαν πλουτοῦντάς Σε.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἅπας εὐσεβής, τῷ ναῷ Σου σπεύδει, Πάναγνε, καί λαμβάνει τάς αἰτήσεις συμπαθῶς Σύ γάρ πάντας ἐλεεῖς, Ἐλευθερώτρια.
Θεῖον θησαυρόν, τήν Εἰκόνα Σου κατέχοντες, ἐξ αὐτῆς ἁγιασμοῦ τάς δωρεάς, δαψιλῶς Ἐλευθερώτρια λαμβάνομεν.
Ὡς τῶν ἀγαθῶν, τῶν κρειττόνων ἡμῖν πρόξενος, ἀγαθύνεις μητρικοῖς Σου οἰκτιρμοῖς, τούς κατώδυνον ζωήν Κόρη ἀνύοντας.
Νᾶμα γλυκερόν, οὐρανίου παρακλήσεως, τοῖς ἐν θλίψεσι στενάζουσι πικρῶς, συμπαθῶς, Ἐλευθερώτρια, ἐπόμβρησον.
ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Μαγείας, καί χαλεπῆς μαγγανείας, καί ποικίλων τοῦ Βελίαρ σκανδάλων, Ἐλευθερώτρια Πάναγνε Κόρη, καί βασκανίας δεινῆς ἐλευθέρωσον, τούς ἀφορῶντας ἀκλινῶς, πρός τήν Σήν ὀξυτάτην βοήθειαν.
Ἐν πίστει, τῷ Σῷ ναῷ προσιόντες, καθ’ ἑκάστην Θεοτόκε ἡμέραν, ἀπό βαθέων ψυχῆς Σοι βοῶμεν· ἀσθενειῶν καί παντοίων στενώσεων, ἐλεύθερον καί ἀσινῆ, ἡμῶν τήρει τόν βίον δεόμεθα.
Κυούσαις, Κόρη ῥᾳστώνην παρέχεις, καί νοσοῦσι θεραπείαν καί ῥῶσιν, καί θλιβομένοις ἀνάψυξιν θείαν, καί αἰχμαλώτοις ταχεῖαν ἐκλύτρωσιν Ἐλευθερώτριαν διό, πᾶς πιστός Σέ κηρύττει καί σῴζεται.
Ὀδύνης, τῆς χαλεπῶς πιεζούσης, τήν ἀθλίαν μου ψυχήν καί καρδίαν, καί δαπανώσης οἰκτρῶς μου τό σῶμα, τῇ σωστικῇ Σου θεράπευσον χάριτι, Θεοχαρίτωτε Ἁγνή, καί δεινῆς ἀθυμίας με λύτρωσαι.
Διάσωσον, Ἐλευθερώτρια Κόρη, Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τούς καταφεύγοντας πίστει τῇ χάριτί Σου.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Ἀῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τῇ προστασίᾳ Σου Κόρη προστρέχοντες, ἐλευθερούμεθα πάσης κακώσεως διό Σου τήν χάριν κηρύττομεν, Ἐλευθερώτριαν πίστει καλοῦντές Σε Σύ γάρ ἡμῶν καταφύγιον.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στ. Ἄκουσον, θύγατερ, καί ἴδε καί κλῖνον τό οὖς Σου καί ἐπιλάθου τοῦ λαοῦ Σου καί τοῦ οἴκου τοῦ Πατρός Σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.
Προσόμοιον.
Στίχ. Ἐλέησόν με, ὁ Θεός…
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκέπην καί βοήθειαν, καί ἀρραγῆ προστασίαν, καί ἐλευθερώτριαν, ἐν παντί τῷ βίῳ Σε, Κόρη ἔχοντες, πολλαπλῶν θλίψεων, καί ἀσθενημάτων, καί σκανδάλων τῶν τοῦ ὄφεως, καί πάσης Δέσποινα, ἄλλης συμφορᾶς τε καί μάστιγος, ταχέως ἐκλυτρούμεθα, τῇ Σῇ ἀρωγῇ καί χρηστότητι• ὅθεν μή ἐλλείπῃς, παρέχειν Σου τήν χάριν συμπαθῶς, τοῖς πρός τήν Σήν ἀγαθότητα, Κόρη, ἀτενίζουσιν.
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν σώματος δίδου, καί ψυχῆς θεραπείαν, Ἐλευθερώτρια, τοῖς πίστει ἀδιστάκτω, τῷ θείῳ Σου τεμένει, προσιοῦσι καί ψάλλουσιν• ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
Ἡλιόμορφε Κόρη, ἡ Θεόν σαρκωθέντα ἡμῖν κυήσασα, φωτί τῶν πρεσβειῶν Σου, τό σκότος τῶν παθῶν μου, διασκέδασον δέομαι, ἵνα ὑμνῶ Σου ἀεί, τά θεῖα μεγαλεῖα.
Γαυριώντων ἀνθρώπων, καθ’ ἡμῶν ἐπινοίᾳ τῇ τοῦ ἀλάστορος, βουλάς τάς ὀλεθρίους, ματαίωσον Παρθένε, καί εἰς ἕν ἡμᾶς σύναψον, τά αἴσια ἐν Χριστῷ, φρονοῦντας καί τελοῦντας.
Ἐλευθέρωσον πάσης, τοῦ ἐχθροῦ δυσβουλίας καί ἐπιθέσεως, ἡμᾶς τούς ἐκ καρδίας, τό θεῖον ὄνομά Σου, εἰς βοήθειαν κράζοντας, ἐν πάσῃ ὥρᾳ, Ἁγνή, καί πάσῃ ῥοπῇ βίου.
ᾨδή η΄. Τόν Βασιλέα.
Ῥῦσαί με Κόρη, τῶν ἐπελθόντων μοι πόνων, καί ἐξάγαγε δεινῆς με δυσχερείας, τῆς κατατρυχούσης, τήν ταπεινήν ψυχήν μου.
Αἴγλῃ ἀΰλῳ, ἐπισκοπῆς Σου τῆς θείας, παραμύθησαι τήν θλῖψιν τῆς ψυχῆς μου, ἵνα Σέ δοξάζω, Ὑπερδεδοξασμένη.
Σέ σωτηρίαν, Ἐλευθερώτρια Κόρη, ὡς πλουτήσαντς ἐν τῷ παρόντι βίῳ, τάς τῆς ἀρωγῆς Σου, κηρύττομεν ἐκφάνσεις.
Ἴδε εὐσπλάγχνως, Ἐλευθερώτρια Κόρη, τούς προστρέχοντας τῇ θείᾳ Σου Εἰκόνι, καί παράσχου πᾶσιν, αἰτήσεων τό πέρας.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Μεγάλων δωρημάτων, παρά Σοῦ τρυφῶντες, Ἐλευθερώτρια Κόρη ἑκάστοτε, τήν πρός ἡμᾶς Σου χρηστότητα μεγαλύνομεν.
Οἱ πόνοις καί ἀνάγκαις, στένοντες ἀθλίως, τῇ χάριτί Σου πιστῶς καταφεύγουσιν, Ἐλευθερώτρια Κόρη καί διασώζονται.
Ὑψίστου Θεοῦ, Μῆτερ, πάσης ἐπηρείας, τῆς τοῦ ἐχθροῦ μου ἐλεύθερον φύλαττε, Ἐλευθερώτρια Κόρη τόν Σέ δοξάζοντα.
Ὑμνοῦμεν τῆς πολλῆς Σου, πρός ἡμᾶς εὐνοίας, Ἐλευθερώτρια Κόρη ἐκδήλωσιν, ὅτι ἡμᾶς περισκέπεις καί σώζεις πάντοτε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σε τήν Θεοτόκον τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, Σέ μεγαλύνομεν.
και τα παρόντα Μεγαλυνάρια,
Τήν Παντοβασίλισσαν Μαριάμ, τήν ἐλευθεροῦσαν, ἀπό πάσης ἡμᾶς ὀργῆς, καί πρός βασιλείαν, εἰσάγουσαν τήν ἄνω, τήν μόνην Θεοτόκον, ὕμνοις τιμήσωμεν.
Τῇ ἐπισκιάσει Σου τῇ σεπτῇ, ὄντως ὡραιώθη, ἡ Εἰκών Σου ἡ θαυμαστή, καί ἐλευθερίαν, δεινῶν ἀεί παρέχει, τοῖς ταύτῃ προσιοῦσιν, Ἐλευθερώτρια.
Τούς μαστιζομένους ὑπό παθῶν, καί συνεχομένους, ἀσθενείαις ὀδυνηραῖς, Κόρη Παναγία, τῇ Σῇ ἐπιστασίᾳ, ὡς Μήτηρ εὐσπλαγχνίας, ἀπελευθέρωσον.
Ἐλευθερωτρίας τῇ θαυμαστῇ, καί σεπτῇ Εἰκόνι, καταφύγωμεν οἱ πιστοί, ἵνα λυτρωθῶμεν, τῶν λυπηρῶν τοῦ βίου, καί θείας πληρωθῶμεν, ἀγαλλιάσεως.
Ἅπαντας τούς πίστει εἰλικρινεῖ, προστρέχοντας Κόρη, τῇ θερμῇ Σου ἐπισκοπῇ, ἀβλαβεῖς συντήρει, ἐκ πάσης ἐπηρείας, ὡς εὐσεβῶν Παρθένε, Ἐλευθερώτρια.
Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή• χαῖρε τεθλιμμένων, ἡ γλυκεῖα ἀναψυχή χαῖρε αἰχμαλώτων, ἡ λύτρωσις Παρθένε, καί τῶν πασχόντων· χαῖρε Ἐλευθερώτρια.
Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, ἄχραντον Παρθένον και Ὑπέρμαχον Στρατηγόν, ὑμνήσωμεν Μαρίαν τήν Κεχαριτωμένην, καί πάντων ἐν κινδύνοις, ἐλευθερώτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄.
Εἰκόνα Σου ἁγίαν, Ἐλευθερώτριαν Ἄχραντε, νῦν πανευλαβῶς προσκυνοῦντες, γεραίρομεν, Παρθένε• ἐπέστη γάρ σκέπη πρός ἡμᾶς, βραβεύουσα θαυμάτων προχοήν· ἐκ παντοίων κινδύνων, καί νόσων ἡμᾶς ἀπαλλάττουσα εὐχαρίστως βοῶμεν. Δόξα τῷ Σέ δοξάσαντι Θεῷ, δόξα τῷ Σέ μεγαλύναντι, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διά τοῦ τόκου Σου.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς τήν θείαν καί σεπτήν, κατασπαζομένους Εἰκόνα, τήν Σήν Πανύμνητε, ἥνπερ ὀνομάζομεν Ἐλευθερώτριαν, πειρασμῶν ἐλευθέρωσον, καί νόσων παντοίων, καί πταισμάτων αἴτησαι, ἡμῖν τήν ἄφεσιν, ἵνα μεγαλύνωμεν πάντες, τά Σά μεγαλεῖα Παρθένε, καί τήν πρός ἡμᾶς κηδεμονίαν Σου.
Δέσποινα, πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

28 Οκτωβρίου
Εἰκόνα σου ἁγίαν, Ἐλευθερώτριαν Ἄχραντε, νῦν πανευλαβῶς προσκυνοῦντες, γεραίρομεν, Παρθένε· ἐπέστη γὰρ σκέπη πρὸς ἡμᾶς, βραβεύουσα θαυμάτων προχοήν. Ἐκ παντοίων κινδύνων, καὶ νόσων ἡμᾶς ἀπαλλάττουσα εὐχαρίστως βοῶμεν. Δόξα τῷ σὲ δοξάσαντι Θεῷ, δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.