Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τῆς Θεοτόκου τῇ Σορῷ νῦν προσδράμωμεν, τῆς πανεντίμου Αὐτῆς Ζώνης σύν δάκρυσιν, ἀπό βαθέων κράζοντες ἐκ μέσου ψυχῆς· Ζώνη πανακήρατε, τῆς Μητρός τοῦ Κυρίου, λύτρωσαι τούς δούλους σου, πάσης νόσου καί βλάβης, καί λοιμικοῦ θανάτου ἀπειλῆς· εἰς σέ γάρ πᾶσαν, ἐλπίδα ἡμῶν ἀνεθέμεθα.
Δόξα. Τό αὐτό. Καί νῦν. Ὅμοιον.
Ἀρωματίζουσαν πηγήν Σε γινώσκομεν, καί τῇ Σορῷ Σου προσπελάζοντες λέγομεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα ἀπάλλαξον, δυσωδίας πταισμάτων, μῦρον τό ἀκένωτον, ἀναβλύζουσα πᾶσι, τοῖς ὀχετοῖς Ἁγνή τῆς Σῆς Σοροῦ, ἐν ἧ ἡ Ζώνη ἡ Σή τεθησαύρισται.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ζώνης με σεπτῆς δυνάμει σῶσον Κόρη· Ἰωσήφ.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ζώνης μοι θείας καί σεπτῆς Σου Πάναγνε, ἐφιεμένῳ ὑμνεῖν, τά θεῖα πελάγη, τῶν θαυμάτων ἄνωθεν, χάριν δώης τῷ δούλῳ Σου, καί ἀχρείῳ ἱκέτῃ, πυρός ὑπέκαυμα πέλοντι, ταῖς ἐξ ἰοβόλου κακώσεσιν.
Ὡς ὑπερτέρα τῶν Ἀγγέλων πέλουσα, Παρθενομῆτορ Ἁγνή, καί οὐρανός θεῖος, μόνη ἐχρημάτισας, τοῦ οὐρανοῦ τανύσαντος, οὕτω Ζώνην Σου θείαν, κατέλιπες ἀδιάφθορον, καί πηγήν χαρίτων τοῖς δούλοις Σου.
Νειλῶα ῥεῖθρα ἐξ αὐτῆς ἀρδεύονται, οἱ προσιόντες πιστῶς, νοσημάτων λύσιν, καί πταισμάτων ἄφεσιν, οἱ πιστοί ἐφαπτόμενοι, τῆς Σοροῦ τῆς ἁγίας, ἐν ἧ σεπτῶς ἀποτίθεται, Ζώνη, τῶν πιστῶν καταφύγιον.
Ἡ τόν Δεσπότην τοῦ παντός πανέντιμε, Ζώνη τῆς μόνης Ἁγνῆς, ἐν κοιλίᾳ ὄντα, βρέφος περιστείλασα, καί χάριν τῶν ἰάσεων, παρ’ Αὐτοῦ δεξαμένη, νέμοις πλουσίως τοῖς δούλοις Σου, τήν τῶν αἰτημάτων ἐκπλήρωσιν.
ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Σωτηρίας λιμένα, τῶν ψυχικῶν Δέσποινα, καί σωματικῶν ἀλγηδόνων, Σέ ἐπιγράφομεν, πάντες οἱ δούλοις Σου, καί τῇ Σορῷ τῆ ἁγία, Ζώνης προσπελάζοντες, ἁγιαζόμεθα.
Μολυσμάτων παντοίων, καί λοιμικῆς θλίψεως, πάσης συμφορᾶς καί κινδύνων, ῥῦσαι τούς δούλους Σου, τούς Σοί προστρέχοντας, καί αἰτουμένοις ἐν πίστει, τήν θερμήν ἀντίληψιν, Κόρη, τῆς Ζώνης Σου.
Ἐλεήμων ὑπάρχεις, καί συμπαθής Ἄχραντε, ὡς τόν Ἐλεήμονα κόσμου ἀποκηύσασα, δυνάμει Ζώνης Σου, χειμαζομένους Σούς δούλους, ἀσθενείας λαίλαπι, πικρῷ ἀπάλλαξον.
Συνεργόν τόν τεχθέντα, ἐκ Σῆς γαστρός Ἄχραντε, τόν τάς ἀσθενείας τοῦ κόσμου, πάσας ἰώμενον, κατέχεις ὅλον ἐν Σοί, νόσων δυνάμει Σῆς Ζώνης, χαλεπῶν ἀπάλλαξον, Σούς δούλους, Ἄχραντε.
Διάσωσον, ἀπό κινδύνων τούς δούλους Σου Θεοτόκε, τῆ τῆς παντίμου Σου Ζώνης δυνάμει καί χάριτι· ἐν αὐτῆ γάρ καταφεύγομεν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τήν Ζώνην τήν Σήν, κεκτήμεθα ὦ Δέσποινα, φρουρόν ἀρρωγόν, ἐν πάσαις περιστάσεσι, τῆ Σορῷ αὐτῆς προστρέχοντες ἀεί καί πίστει κράζοντες, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, δυνάμει αὐτῆς, ἰσχύει καί χάριτι.
ᾨδή δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ἐφ’ ἡμῖν νῦν σκιά θανάτου ἐκύκλωσε, καί τοῦ Ἅδου πύλας προσεγγίσαμεν, ἀλλά Σύ Μήτηρ ὡς ἀγαθή, χάριτι Σῆς Ζώνης θαυμάστωσον τά ἐλέη Σου, καί σῶσον τούς ἐν πίστει ἀδιστάκτῳ βοῶντας· τῇ δυνάμει Σου δόξα Πανάχραντε.
Πόνοις δεινοῖς, καί ἀμετρήτοις βαλλόμενοι, τῆ τιμίᾳ Ζώνῃ Σου προσπίπτομεν, τῆ ἀκηράτῳ Μῆτερ Ἁγνή, μεθ’ ἧς διεζώσω, τό πανακήρατον σῶμα Σου, διό τήν καταγίδα, τῆς δεινῆς ἀρρωστίας, καί τά ἄλγη ἐξίασον Δέσποινα.
Τίς ἐξειπεῖν δύναται τά μεγαλεῖα σου, καί σημεῖα, Ζώνη παρακήρατε, τοῖς προσιοῦσί σοι εὐλαβῶς, καί ἐφαπτομένοις, παρέχεις ὡς ἀδιάφθορος· ὅθεν παντοίας λύμης, ἐπηρείας τε πάσης, τῆ δυνάμει σου ῥῦσαι τούς δούλους σου.
Ἡ τόν Θεόν ἔνδον κοιλίας ὑπάρχοντα, Θεοτόκου ἄνθρωπον γενόμενον, καί μή λιπόντα τούς πατρικούς, κόλπους σεπτή Ζώνη, θεοπρεπῶς περιστείλασα, τήν χάριν ἐκομίσω, ἐξ Αὐτοῦ ἰαμάτων, ἥν ἀφθόνως βραβεύεις τοῖς χρήζουσιν.
ᾨδή ε΄. Ἵνα τί με ἀπώσω.
Συνεπάγησαν βέλη, τά τῆς ἀσθενείας μου ἄμετρα πταίσαντα, καί εἰς βυθόν Ἅδου, τόν πανάθλιον συνωθοῦσί με, ἀλλ’οἰκτείρησόν με, ἐλέους οὖσα ἡ Μήτηρ, τῆ δυνάμει τῆς Ζώνης Σου, Ἄχραντε.
Δέχου νῦν τῶν Σῶν δούλων, τάς δεήσεις Πάναγνε τῶν προσφυγόντων Σοι, καί ἐξαιτουμένων, τήν ἀντίληψιν τῆς προστασίας Σου, οἴκτειρον οὖν τούτους, ὡς συμπαθής καί ἐλεήμων, καί ἐκ πάσης κακώσεως λύτρωσαι.
Ὑπό νύκτα τοῦ βίου, θύελλα κατέλαβε πάσης στενώσεως, καί ἐσκότασέ με, ἀσθενείας Παρθένε σκοτόμαινα, ἀλλ’ ἀνάτειλόν μοι, ἀναψυχῆς ἄδυτον φέγγος, τῆς Σῆς Ζώνης δυνάμει καί χάριτι.
Νῦν ἐφ’ ἡμῖν Κόρη, καταιγίδες φέρονται τῶν περιστάσεων, ἡμᾶς συγκαλύψαι, τῆ δικαίᾳ ὀργῇ κατεπείγονται· ἀλλά μή παρίδῃς, δεινῶς ἡμᾶς χειμαζομένους, τῆ δυνάμει Σῆς Ζώνης ἐλπίζοντας.
ᾨδή στ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Ἁμαρτιῶν νῦν ἡμᾶς, ζάλαι πικρῶς καταιγίζουσι, καί λοιμικῆς συμφορᾶς, χειμάζουσι κύματα, Ζώνη πανακήρατε ἔκχεον σήν χάριν, ἐφ’ ἡμῖν τοῖς ἁμαρτάνουσι.
Μαρία Μῆτερ Θεοῦ, τό καθαρόν ἐνδιαίτημα, καθάρισον τούς πιστούς, ἐκ νόσων καί θλίψεων, καί τῆς συνεχούσης νῦν, ἀσθενείας ῥῦσαι, τῆ Σῆ Ζώνῃ καταφεύγοντας.
Εἰς πέλαγος ἀχανές, ἀσθενειῶν περικείμεθα, τό πέλαγος δέ τοῦ Σοῦ, αἰτούμεθα Δέσποινα, ἐλέους οἱ τάλαινες, ἵνα ἀναγάγης ἐκ βυθοῦ τοῦ τῆς κακώσεως.
Ἱλάσθητι, Ἀγαθή, τοῖς δούλοις Σου κακῶς πάσχουσι, ἐκ νόσου ὀδυνηρᾶς, καί σφοδρᾶς φλογώσεως, κραταιᾷ δυνάμει δέ, τῆς Σῆς Ζώνης δίδου, τήν ὑγείαν Μητροπάρθενε.
Διάσωσον, ἀπό κινδύνων τούς δούλους Σου Θεοτόκε, τῆ τῆς παντίμου Σου Ζώνης δυνάμει καί χάριτι· ἐν αὐτῆ γάρ καταφεύγομεν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐν συμφοραῖς Σέ κεκτήμεθα, καί μεσῖτιν πρός Σόν Υἱόν προβαλλόμεθα, οἱ ταπεινοί ἱκέται Σου Μῆτερ Θεοῦ, καί νῦν πρόφθασον ὡς συμπαθής, εἰς τήν βοήθειαν ἡμῶν, τῆ τῆς Ζώνης Σου χάριτι· τάχυνον εἰς πρεσβείαν, καί ῥῦσαι πάσης ἀνάγκης, ἵνα ὑμνῶμεν ἀεί, τά θεῖα μεγαλεῖα Σου.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στ. Το πρόσωπόν Σου λιτανεύσουσι οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Τῆ τῆς πανσέπτου Ζώνης, Παντάνασσα δυνάμει, σῶζε τούς Σούς οἰκέτας, ἀπό παντοίας βλάβης.
Καί νῦν.
Χάριτι καί δυνάμει, τῆς Ζώνης Σου Παρθένε, ἐκ πάσης ἐπηρείας, ἀπάλλαξον Σούς δούλους.
Στιχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ζώνη πανακήρατε, τῆς Παναγίας Παρθένου, σεπτή, ἀδιάφθορε, καί σειρά οὐράνιε, τῶν τιμώντων σε, ἡ τόν Θεόν Λόγον, ἐν κοιλίᾳ ὄντα, ἐνειλήσασα σαρκούμενον, ἐξ Οὖ τήν ἄφθονον, χάριν ἐκομίσω παρέχουσα, τοῖς πάντοθεν προστρέχουσα, καί παραμυθίαν λαμβάνουσιν, ἐκ τῆς ἀκενώτου, πηγῆς σου τῶν θαυμάτων δωρεάν, ἥνπερ πηγάζεις ἑκάστοτε, τοῖς προσκαλουμένοις σε.
ᾨδή ζ΄. Παῖδες Ἑβραίων.
Στῆσον τῶν σάλων τῶν κυμάτων, καί κατεύνασον τήν ζάλην τῶν ἀμέτρων, συμφορῶν καί δεινῶν, ἡμῖν ἐπαναστάσεων, τῶν πεποιθότων Δέσποινα, τῆ δυνάμει τῆς Σῆς Ζώνης.
Ὥσπερ ποτέ αἱμορροοῦσα, ἀψαμένη πιστῶς, κρασπέδων τοῦ Υἱοῦ Σου, κατεξήρανε δεινήν, πληγῆς ῥύσιν αἱμάτων, οὕτω πιστῶς οἱ ψαύοντες, Ζώνης Σῆς παθῶν λυτροῦνται.
Σῶσον Ἁγνή παντοίας λώβης, καί κακώσεως, καί πάσης ἐπηῥείας, τόν προστρέχοντα νῦν, λαόν Σου μετά πόθου, σορῷ τῆς θείας Ζώνης Σου, καί τήν χάριν ἐξαιτοῦντα.
Ὅλην μου πᾶσαν ἐλπίδα, ἀναθέμενον πρός Σέ τήν Θεοτόκον, μή παρίδῃς με νῦν, εἰς βάθη ἀπωλείας, περιπεσόντα Δέσποινα, ἀλλ’ ἀνάστησον καί σῶσον.
Νόσων παντοίων καί κινδύνων, ἐλευθέρωσον Μητρόθεε Σούς δούλους, τούς αἰτοῦντας θερμῶς, χάριν Σῆς θείας Ζώνης, καί τάς αἰτήσεις πλήρωσον, ἵνα πόθῳ Σε ὑμνοῦμεν.
ᾨδή η΄. Ἑπταπλασίως κάμινον.
Κόσμος καθάπερ ἅγιος ἡ Σορός ἀναδέδεικται, Ζώνης τῆς παντίμου, τῆς ἁγνῆς Θεόπαιδος, πηγή τε ἀνέκλειπτος, τῶν ἰαμάτων πᾶσι πιστοῖς, τοῖς μετ’εὐλαβείας, ἐν αὐτῇ προσιοῦσιν, ἐξ ἧς ἄφθονα ῥεῖθρα προχέουσι ζακόρως, τοῖς πίστει προσκυνοῦσιν αὐτήν εἰς τούς αἰῶνας.
Ὀδυνηρῶς στενάζομεν ἀπό κλίνης κακώσεων, καί ἀπό παντοίας νόσου πιεζόμενοι, πρός Σέ τήν Πανάμωμον, τά τῆς καρδίας ὄμματα, ὅλως ἐπασχολοῦντες, θεραπείαν αἰτοῦμεν, δυνάμει τῆς Σῆς Ζώνης, ἥν ἐκ πόθου τιμῶμεν, καί καταλιπαροῦμεν πιστῶς εἰς τούς αἰῶνας.
Ῥᾶνον Σεμνή τήν χάριν Σου, τοῖς δεινῶς ἤδη πάσχουσι, καί κακουχουμένοις ὑπό τοῦ ἀλάστορος, δυνάμει τῆς Ζώνης Σου, τῆς πανολβίου καί χρυσαυγοῦς· καί ἔγειρον ἐκ τάφου ἀπογνώσεως ψάλλειν· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαός ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Ἡ κραταιά βοήθεια, καί ἑτοίμη ἀντίληψις, τῶν ἀπηλπισμένων, ἐλπίς ἀκαταίσχυντε, ἐπίσκεψαι κάμνοντας, ὀδυνηρῶς τούς δούλους Σου, κούφισον τό βάρος, τῆς δεινῆς ῥαθυμίας, ἀπέλασον τήν νόσον, τῆς λοιμώδους ἀνάγκης, δυνάμει τῆς Σῆς Ζώνης, Παρθένε Θεοτόκε.
ᾨδή θ΄. Ἐξέστη ἐπί τούτῳ.
Ἰδού τῶν ἰαμάτων ὁ θησαυρός, καί θαυμάτων τό ἄπειρον πέλαγος, δεῦτε πιστοί, πόθῳ ἐξαντλήσατε ἐξ αὐτῆς, τῆς ἀκενώτου χάριτος, ῥῶσιν, εὐλογίαν, ἁγιασμόν, ἐν ἧ πᾶς ὁ προσφεύγων, ἐκ πίστεως εὑρίσκει, τῶν αἰτημάτων δόσιν ἄμισθον.
Ὡραίως διεζώσω παναληθῶς, τήν τό γένος ἡμῶν ὡραΐσασαν μόνην Ἁγνήν, τήν ὑψηλοτέραν τῶν οὐρανῶν, τήν τόν Θεόν χωρήσασαν, ὄντα ἐν κοιλίᾳ σωματικῶς, ἐξ Οὗ τήν ἀφθονίαν, τῆς χάριτος ἐδέξω, τῶν ἰαμάτων, Ζώνη ἄφθορε.
Σημείων καί τεράτων ὠκεανόν, ἀνεδείξω τήν Ζώνην Σου Ἄφθορε, δι’ἧς ἡμῖν, τοῖς διακειμένοις ὀδυνηρῶς, καί θλιβομένοις πάντοθεν, ἐκ τῶν ἀμετρήτων ἁμαρτιῶν, τήν ἴασιν παράσχοις, ψυχῶν τε καί σωμάτων, ὅπως σωθέντες Σέ γεραίρωμεν.
Ἡ Ζώνη Σου ἡ θεία καί φεραυγής, ἀπαστράπτει βολάς Θεονύμφευτε, τῶν ὑπέρ νοῦν, ὄντως καί θαυμάτων ὑπερφυῶν, τοῖς προσιοῦσι πάντοτε, πόθῳ καί καρδίᾳ εἰλικρινεῖ, δι’ἧς καί νῦν τόν σάλον, πράϋνον Θεοτόκε, τῆς συνεχούσης ἡμᾶς θλίψεως.
Φιλίας με δολίας τοῦ πονηροῦ, καί παθῶν ψυχοφθόρων ἀπάλλαξον, τόν ἐπί Σοί, πᾶσαν τήν ἐλπίδα ὡς κραταιᾷ, Παρθένε ἀνατείνοντα, καί προσφεύγοντα ὅλῃ ψυχῇ, καί πόθῳ καί καρδίᾳ, τήν ἄμεσον αἰτοῦντα, τῶν ἐπταισμένων ἥν μοι δώρησαι.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγή τῶν θαυμάτων, καί χαρίτων ὁ θησαυρός, σῶσον τούς σούς δούλους, ἀπό παντοίας βλάβης, ὡς τῆς ζωῆς τό σκεῦος, σύ περιζώσασα.
Ζώνη πανακήρατε τῆς Ἁγνῆς, καί Μητρός τοῦ Λόγου, τοῦ Θεοῦ μου παναληθῶς, ῥῦσαι πάσης λώβης καί ψυχοφθόρου πάθους, πάντας τούς ἐν ἀναγκαις, εἰς σέ προστρέχοντας.
Σκέπην καί κραταίωμα τοῖς πιστοῖς, φύλακα καί ῥύστην, τοῖς τιμῶσι πανευλαβῶς, καί μετά ζεούσης, καρδίας προσκυνοῦσι, τήν πάντιμόν Σου Ζώνην, Παρθένε δέδωκας.
Θρόνος ὥσπερ ἅγιος ἡ Σορός, ἔνδον ἐν ἀδύτοις, κατατίθεται ἱεροῖς, Ζώνην ἔνδον σχοῦσα, τῆς μόνης Θεοτόκου, ἐξ ἧς οἱ προσιόντες, ῥῶσιν ἀρύονται.
Λύσιν μοι βραβεῦσαι τῶν δυσχερῶν, καί ἀρίστου κτῆσιν, πανακήρατε τοῦ Θεοῦ, Ζώνη Μητρός Λόγου, δέομαι τῷ σῷ δούλῳ, ἐπικαλουμένῳ τήν σήν ἀντίληψιν.
Δέσποινα καί Μήτηρ τοῦ Λυτρωτοῦ, Σάς ἀχράντας χεῖρας, αἷς ἐβάστασας τόν Θεόν, ἆρον πρός Υἱόν Σου, χάριτι καί δυνάμει, τῆς Ζώνης Σου τῆς θείας, τοῦ οἰκτιρῆσαι ἡμᾶς.
Στέφανον ὑπέρλαμπρον ἡ σεπτή, πιστῶν Ἐκκλησία, περιέθετο εὐαγῶς, τήν θείαν Σου Ζώνην, Παντάνασσα Παρθένε, δι’ ἧς τροποῦται πάντα, ἐχθρῶν φρυάγματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας ἡμᾶς οἴκτειρον, Ἁγνή, τούς τήν Σήν ἀκήρατον Ζώνην, προσπτυσσομένους πιστῶς, καί τήν Σήν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, καί τῶν νόσων τήν κάκωσιν, ἐκποδών ποιοῦσα, σκέπε καί περίσωζε, ἐξ ἐπηρείας ἐχθρῶν, ῥῦσαι καί φθορᾶς καί κινδύνων, καί ἐπιτυχεῖν τοῦ Υἱοῦ Σου, Βασιλείας, Κόρη, καταξίωσον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.
31 Αυγούστου
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Zώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα, ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος, διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.