Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Παρά Κυρίου ἐγένετο αὔτη, και έστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Συνοδοιπόρος τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ᾿αὐτοῦ, ἐκκομίσω, τοῦ ἐνεργεῖν παράδοξα Ἰούδα μοι ὅθεν ταῖς πρεσβείαις σου, πολυμόρφων κινδύνων, ἐκ παντοίων θλίψεων, καὶ δαιμόνων μαντείας, φύλαττε ζῶντας ἅπαντας ἡμᾶς, τοὺς σὲ μεσίτην πρὸς Κύριον ἔχοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ˙ Σούς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Kαι ο Κανών οὒ ῆ άκροστοιχίς,
Εὔφρανον Θαδδαῖε θείᾳ χάριτί σου
Εὐάγγελον μέλψαντος τὴν ἄθλησίν σου.
ᾨδὴ α Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐχθρῶν ἀνηκέστων τάς προσβολὰς δεχόμενος Ἅγιε, τῇ θερμῇ σου ἐπισκοπῇ προσβλέπω δεόμενος, ῥυσθῆναι τῆς φοβερᾶς μοι Θεάδελφε θλίψεως.
Ὑπάρχων πολύτιμος ἀρωγός, δαιμόνων φατρίας καὶ ἁπάσης ἐπιδρομῆς ἡμᾶς ἀκεραίους διατήρει, ταῖς σαῖς πρεσβείαις Θαδδαῖε μοι Ἅγιε.
Φλογίσματα πάθους ὡς ὑετός, ἡμῖν κατασβέσας καὶ χαρίεσαν τὴν ζωήν, ὑπεσχέθης ἅπασι Θαδδαῖε, αἴτει ἡμῖν τῶν πταισμάτων τὴν ἄφεσιν.
Θεοτοκίον.
Ρυσθῆναι ἡμᾶς ἐκ τοῦ πονηροῦ, τῶν πάντων προστάτις, Θεοτόκε Χριστιανῶν, προστάτευε ἅπαντας Δέσποινα, τῶν ἀδυνάτων ψυχὰς προσελθόντων σοι.
Ὠδὴ γ’. Οὐρανίας ἁψῖδος.
Παθημάτων ποικίλων, καὶ φοβερῶν θλίψεων, πάντας θεραπεύσας θεόφρων, τοὺς προσελθόντας σοι, οὕτως ἀπάλλαξον, πάσης φροντίδος καὶ πόνου, Ἅγιε Θαδδαῖε μοι, τοὺς σὲ δοξάζοντας.
Πῦρ ὁ φθόγγος σου ὤφθη καὶ δαψιλῶς φρίττουσα πάντων τῶν δαιμόνων τὰ στίφη, δυνάμει μείζονι⁻ ὅθεν κατάστειλον τὴν τῶν παθῶν ἡμῶν στήλην, Ἅγιε Ἰούδα μοι, τῆς παρουσίας σου.
Ἀσφαλέστατον τεῖχος, καὶ συμπαγὲς ἔρεισμα, καὶ ἀναψυχὴ ἐν ἀνάγκαις καὶ καταστάσεσι, γενοῦ Ἰούδα μοι, τῇ ἀγαθῇ σου καρδίᾳ, σπεύδουσι ἑκάστοτε, οἱ σὲ δοξάζοντας.
Θεοτοκίον.
Ράβδος ὤφθης ἁγία, πάντας Χριστῷ ἄγουσα, ὧσπερ Ἠσαΐας προεῖπε Ἁγίῳ Πνεύματι, Κόρη Πανένδοξε διὸ τῇ σῇ μεσιτείᾳ, τὸ σκιῶδες φώτισον τῆς διανοίας μου.
Διάσωσον θαυματουργὲ καὶ θεόπτα πάσης ἀνάγκης καὶ μαντείας τοῦ πονηροῦ ἀλγομήτορος, τοὺς σὲ τιμῶντες Θαδδαῖε μοι ἀθλοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β’. Πρεσβεία θερμή.
Κακίστου ἐχθροῦ, ἐδείχθης ἰσχυρότερος καὶ πάντας σοφέ, κατέπληξες τοῖς ἔργοις σου καὶ νῦν Μάκαρ προΐστασο τῶν πιστῶς προσελθόντων ταῖς χεῖρες σου καὶ τὸν Σωτῆρα δυσώπει ἀεί, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.
Ὠδὴ δ’. Εἰσακήκοα, Κύριε.
Θείαν χάριν δεξάμενος, τῇ διακονίᾳ Χριστοῦ πρεσβεύοντας, ἀπαυγάζεις τὴν ζωὴν ἡμῶν, μάκαρ μὴ παρίδης πάσης θλίψεως.
Ἀλγηδόνων παθήσεων, λύτρωσε Θαδδαῖε μοι, τῇ πρεσβείᾳ σου, τοiς προστάτην καὶ μεσίτην σε, κεχρισμένους μάκαρ πρὸς τὸν Κύριον.
Τεθνεότας σοι ἤγειρας, τῇ ζωοποιῷ ἐλεύσει σου Ἅγιε, οὕτω κράτησον Θαδδαῖε μοι, νεκρωθεῖσαν μάκαρ τὴν καρδίαν μου.
Θεοτοκίον.
Ἰησοῦν τὸν Πανέντιμον, Ὃν ἀκαταλήπτως ἐκράτησας, καθικέτευε χαρίσασθαι, τῶν πλημμελημάτων ἡμῖν ἄφεσιν.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχοντες τὴν σὴν προστασίαν οὐ πτοούμεθα τῶν δαιμόνων καθ᾿ ἡμῶν τάς προσβολὰς διὰ τοῦτο σοὶ προσφεύγομεν Ἰούδα μοι.
Ἔλαμψας ὡς φῶς καὶ ἀκτῖσι τῶν θαυμάτων σου, διαλύεις τὴν σκοτόδινον ἀεὶ τῶν λαθῶν ἡμῶν Θαδδαῖε μοι λαμπρότατε.
Μέγας βοηθός, ἠξιώθης ἡμῖν Ἅγιε διὰ τοῦτο σοὶ εὐχόμεθα θερμῶς ἀνελοῦ ἡμᾶς κακώσεων καὶ θλίψεων.
Θεοτοκίον.
Ἄχραντε Ἀγνή, Θεοτόκε Ἀειπάρθενε, ἐξελοῦ ἡμᾶς πολλῶν τε πειρασμῶν, Σύ εἶ Μήτηρ τοῦ Θεοῦ ἡμῶν , Πανάγαθος.
Ὠδὴ στ’. Τήν δέησιν ἐκχεῶ.
Σωμάτων ἔκβαλε πόρρω τὰ ἄλγη τῶν πρὸς σὲ μετὰ σπουδῆς προσελθόντων καὶ τῶν ψυχῶν ἀσωτείας τὸ βάρος, τὸ καταθλίβον ἡμᾶς ἀνακούφισον, Θαδδαῖε μοι θαυματουργέ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Ρυσθῆναι τοῦ μοχθηροῦ πανουργίας καὶ ἁπάσης ἀπειλῆς καὶ κακίας καὶ σκληροτάτων ἡμᾶς συμπτωμάτων, Χριστὸν δυσώπει παμμάκαρ Ἰούδα μοι, ὅτι ἀρίστην πρὸς Αὐτὸν παρρησίαν κρατεῖς Ἁγιότατε.
Τοῖς πάθεσι δαψιλῶς ἀστερόπτα, ἀνεδείχθης ἰατρὸς καὶ προστάτης τῶν πληγωμένων θερμὸς ἀντιλήπτωρ καὶ ἐλατὴρ τῶν δαιμόνων Θαδδαῖε μοι προσφεύγοντες πάντες ὑμῖν, ἀρωγὴν καθ ἑκάστην προσμένομεν.
Θεοτοκίον.
Σοὶ πάντες, ἀναφωνοῦμεν Παρθένε καὶ βοήθειαν ἑτοίμην ζητοῦντες, πάσης ἀνάγκης τῷ βίῳ καὶ πάντες τῇ χάριτί σου ἐνθέως λυτρούμεθα, Θεοσωτῆρα Μαριὰμ διὰ τοῦτο ἀεὶ Σὲ γεραίρομεν.
Τὴν δέησιν ἐκχεῶ θεόπτα, πάσης ἀνάγκης καὶ κακίας τοῦ μοχθηροῦ πολεμήτορος καὶ δυσωπῶ σὲ Θεάδελφε ἀθλοφόρε.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν θαυμάτων σου μάκαρ πυρσεύμασιν ἀποδιώκεις παθῶν τὴν ἐπίθεσιν καὶ βρῶσιν καὶ χάριν οὐράνιον καὶ χαρμοσύνην παρέχεις Θαδδαῖε μοι, διὸ ἐξυμνοῦμεν σοι ἅπαντες.
Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ματθ. Ι΄ (1-8)
Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητάς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων⁻ Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε⁻ δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμών Σου ἐξάλειψον τὸ ἀνομημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθεμένοι.
Ρήμασι ἐκόσμησας τὴν σὴν ζωὴν φωτοδότα καὶ πολλοὺς διέσωσας, λύσσης τοῦ ἀλάστορος τοῦ ἐχθρότατου⁻ ἀφειδῶς πᾶσι γὰρ δίδεις τάς ἰάσεις διὰ τοῦτο σοι δεόμεθα. Ἴασαι Ἅγιε τῆς ψυχῆς ἡμῶν τὴν κατήφειαν καὶ λύτρωσαι τῶν θλίψεων, πάντας ἐξ ἡμῶν διαφύλαξον, εἰρήνην παρέχων ἡμῖν καὶ καλωσύνην ἀγαθήν, ὧσπερ παμμάκαρ Θαδδαῖε μοι ταῖς σαῖς ἀντιλήψεσι.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθάρτων δαιμόνων, σοὶ καθεῖλες παμμάκαρ πᾶσαν τὴν δύναμιν, πᾶσας τάς μεθοδείας αὐτῶν τάς ἀλλοτρίους ἐπιτυχῶς κατετρόπωσας, διὸ παράσχου ἡμῖν τὴν ἰατρείαν ταύτην.
Φωτισμὸν ἡμῖν αἴτει καὶ δεινῶν προβλημάτων τὴν παλινόρθωσιν καὶ βίου εὐπραξίαν καὶ πᾶσαν εὐλογίαν, ἐκ Θεοῦ μάκαρ Ἅγιε, τοῖς προσελθοῦσι ἀεὶ τῇ σῇ σεπτῇ πρεσβείᾳ.
Προκοπὴν μετανοίας καὶ καρπούς μοι φανέρωσον μάκαρ Ἅγιε δολείας ἁμαρτίας, ἐκβάλλων τὴν ἀπάτην ὡς προστάτην ἐδέχθημεν Θαδδαῖε μοι ἐκλεκτέ, Θεοῦ εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐν ἀγκάλαις κρατοῦσα, ὥσπερ νήπιον Κόρη τὸν ἀπερίγραπτον, δεινῶν με τοῦ Βελίαρ διάσωσον ἐν τάχει καὶ Θεῷ μοι συνέδεσε, δι᾿ ἐναρέτου ζωῆς, Παρθένε Θεοτόκε.
Ὠδὴ η΄. Τόν Βασιλέα.
Σῶσον με μάκαρ ἐκ τοῦ ἐχθροῦ μεθοδείας καὶ διάσωσον ἀεὶ ἐξ ἁμαρτίας τὴν καταστραφεῖσαν, Θαδδαῖε μοι, ψυχήν μου.
Ἀπὸ σκυμβάλων καὶ μεθοδείας καὶ πλάνης διαφύλαττε Θαδδαῖε ἀλωβήτους τοὺς ἐπιζητούντας τὴν σὴν ἐπιστασίαν.
Σωματικῶν μοι καὶ ψυχικῶν παθημάτων, τήρει ἄτρωτον Θαδδαῖε μοι τρισμάκαρ, τοῦ καρκίνου πάθος, ἐν λόγῳ θεραπεύσας.
Θεοτοκίον.
Φώτισον Κόρη, τήν ασθενοῦσαν ψυχήν μου, σβέσον πάθεσι καὶ πλείσταις ἁμαρτίαις, ἵνα Σὲ δοξάζω τὴν Κεχαριτωμένην.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Θαυμάτων ἐξαισίων, Σὲ ὁμολογοῦμεν, μὴ διαλάθης παρέχων εὐδόκιμα, ἑνὶ ἑκάστῳ Θαδδαῖε μοι βοηθήματα.
Ὡς θεῖος τοῖς ἀνθρώποις καὶ δεινὸς ἐκφάντωρ, θαυματουργὲ καὶ ἐξάρχα Θαδδαῖε μοι, ὑπὲρ ἡμῶν τὴν Τριάδα ἀεὶ ἱκέτευε.
Τριάδος νῦν τῷ θρόνῳ παρεστὼς τρισμάκαρ, εὐχετηρίους ἀφθόνως προσάγαγε, ὑπὲρ τῶν πάντων δεήσεις τῶν εὐλαβούντων σε.
Θεοτοκίον.
Ἀπάλλαξον τὸν νοῦν μου, Μῆτερ Θεοτόκε ἐκ λογισμῶν ἀντιθέτων τοῦ πύθωνος καὶ τὴν καρδίαν μοι Ἄχραντε διάσωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ
ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάριν ἀναβλύζεις ζῶσα πηγὴ καὶ τοὺς ἀσθενοῦντας θεραπεύεις ὡς ἰατρὸς⁻ δίδου ἡμῖν ῥῶσιν, ἀγάπην καὶ ὑγείαν τρισμάκαρε Θαδδαῖε τῇ ἀντιλήψει σου.
Θεῖος ἀνεδείχθης ὡς μαθητὴς, λαμπρότητα βίου, διαφαίνων ἀπὸ παιδὸς καὶ τοῖς θαύμασί σου πολλοὺς ζωοποίησας, ἀξίως ἐφημίσθης, μάκαρ Ἰούδα μοι.
Χαίροις Ἀποστόλων ὁ ἀδελφὸς καὶ τῶν Βασιλέων ἐγκαλλώπισμα ἱερὸν⁻ χαίρεις τῶν χαρίτων ἡ ζωηφόρος κρήνη, Ἰούδα μοι τρισμάκαρ, πάντων βοήθεια.
Νόσους ἰατρεύεις ὀδυνηρὰς καὶ καρκίνου νεῖκος, χαρισάμενος συμπαθῶς, δίδου ἡμῖν χάριν, ἐν βίῳ καὶ ὑγείαν, Θαδδαῖε μοι παμμάκαρ, τῇ ἀντιλήψει σου.
Δίδου τὴν πρεσβείαν σου πρὸς Χριστόν, τῷ πιστῷ λαῷ σου, σοὶ Θεάδελφε ἱερέ, δύναμιν καὶ πίστην, ἀγάπην καὶ γαλήνην καὶ πᾶσαν εὐθυμίαν, πρὸς βίον μείζονα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τῷ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Απολυτίκιον.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Χριστοῦ σὲ συγγενῆ, ὧ Ἰούδα εἰδότες καὶ Μάρτυρα στερρόν, ἱερῶς εὐφημοῦμεν, τὴν πλάνην πατήσαντα καὶ τὴν πίστιν τηρήσαντα ὅθεν σήμερον τὴν παναγίαν σου μνήμην ἐορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.
Ἦχος α΄.Τῆς ἐρήμου πολίτης.
Θεαδέλφων τὸ μεῖον καὶ Μνηστῆρος τὸν Δεύτερον, τὸν Θαδδαῖον ἔχων προστάτην γηθοσύνως δοξάσομεν θαυμάτων γὰρ παρέχει δωρεὰς καὶ πλήττει ἀσθενείας μιαρὰς καὶ καρκίνον ἁπαλλάττει τῆς συνοχῆς, τοὺς εὐσεβῶς προστρέχοντας δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σὲ νεκρόν.
Θεῖος ἀθλοφόρος γεγονώς καὶ θαυμάτων πλήθη δωρήσας, μάκαρ Θαδδαῖε μοι, πάσης καταστάσεως καὶ ἀλγηδόνος πικρᾶς καὶ δαιμόνων κακώσεων καὶ κακοδοξίας καὶ μαγείας λύτρωσας, τοὺς προσελθόντας σοι ἔχεις γὰρ πολλὴν παρρησίαν πρὸς τὸν Βασιλέα τῶν πάντων, ἐκζητῶν ἁπάντων τὰ αἰτήματα.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς,
Ἀμήν.

19 Ιουνίου
Χριστοῦ σὲ συγγενῆ, ὢ Ἰούδα εἰδότες, καὶ μάρτυρα στερρόν, ἱερῶς εὐφημοῦμεν, τὴν πλάνην πατήσαντα, καὶ τὴν πίστιν τηρήσαντα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαίς σου λαμβάνομεν.