Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τἀ ἑξῆς Τροπάρια.
Ἦχος δ΄. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὡς Ἰσαπόστολος καί Πρώταθλος Θέκλα, ἐν γυναιξίν τόν σόν νυμφίον δυσώπει, ἁμαρτιῶν συγχώρησιν δωρήσασθαι, καί παθῶν ἐκλύτρωσιν, καί διόρθωσιν βίου, πᾶσι τοῖς προστρέχουσι, τῆ θερμῇ σου πρεσβεία. σύ γάρ μεγίστην ἔχεις πρός Χριστόν, Παρθενομάρτυς, παρρησίαν ἔνδοξε.
Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ανάξιοι˙ ειμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου, σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καί εὐθύς ὁ Κανῶν, οὗ ἡ ἀκροστιχίς.
«Θέκλης σωθείην λιταῖς ὦ Λόγε. Γερασίμου.».
Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Θεόν τόν φανέντα σωματικῶς, ἠγάπησας Θέκλα, καί ηυγάσθης θείω φωτί. διό φωτοφόροις σου πρεσβείαις, τήν ζοφεράν μου καρδίαν καταύγασον.
Ἐκ πάσης μανίας καί προσβολῆς, ἐχθροῦ τοῦ δολίου, ταῖς πρεσβείαις σου πρός Χριστόν, ἀπάλλαξον Θέκλα πρωτομάρτυς, τούς ἀδιστάκτῳ ψυχή προσιόντας σοι.
Κυρίῳ νενύμφευσαι ὡς Ἀγνῇ, τῷ ἐκ τῆς Παρθένου παρελθόντι δίχα τροπῆς, ὦ πρέσβευε Θέκλα Πρωτομάρτυς, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.
Θεοτοκίον.
Λυχνία ἐδείχθης χρυσοφαής, ἀστράψασα κόσμῳ, τό ἀπαύγασμα τοῦ Πατρός, ἐν ὕλη σαρκός Παρθενομήτωρ, φωταγωγοῦν τούς ἐν πίστει ὑμνοῦντας σε.
Ὠδή γ΄. Οὐρανίας ἁψῖδος.
Ἠλλοιώθης ὦ Θέκλα, τῷ τοῦ Χριστοῦ ἔρωτι, Παύλου διδαχαῖς ζωηφόροις. ὅθεν ἀλλοίωσον, κάμε πρεσβείαις σου, ἐκ τῆς φθορᾶς θείω φόβῳ, πρός τήν εὐαρέστησιν, τοῦ Παντοκράτορος.
Σωτηρίαν ἐξαίτει, καί τῶν παθῶν νέκρωσιν, Θέκλα Πρωτομάρτυς Κυρίου, καί Ἰσαπόστολε, τοῖς καταφεύγουσι, τῆ θαυμαστῇ σου πρεσβεία, καί σε μακαρίζουσιν, ὡς καλλιπάρθενον.
Συντριβεῖς ταῖς ἐφόδους τοῦ πονηροῦ δράκοντος, Θέκλα Πρωτομάρτυς Ἀγία, πιστῶς κραυγάζω σοι. θᾶττον με ἔγειρον, ἀπό παθῶν ἀκαθάρτως, καί πρός μετανοίας με, τρίβον ὁδήγησον.
Θεοτοκίον.
Ὡς πυρίμορφος θρόνος, τόν τοῦ παντός ἄνακτα, φέρεις ἐν ἀγκάλαις Παρθένε, ἐκ σου δι’ ἔλεος, σάρκα γενόμενον. ὅθεν σαρκός μου τά πάθη, καί ψυχῆς τά τραύματα, ἴασαι δέομαι.
Διάσωσον ταῖς σαῖς πρεσβείαις ἐκ πάσης ἡμᾶς ἀνάγκης, Πρωτομάρτυς ἐν γυναιξί Θέκλα ἔνδοξε, τήν τῶν πταισμάτων ἡμῖν αἰτοῦσα.
Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία Θερμή.
Ὡς νύμφη Χριστοῦ, καί ἀθληφόρος ἔνδοξος, δυσώπει ἀεί, ὦ Θέκλα Ἰσαπόστολε, ῥυσθῆναι πάσης θλίψεως, καί ποικίλων σκανδάλων τοῦ ὄφεως, τούς προσιόντας τῆ σή ἀρωγή, καί μέλποντας Μάρτυς τούς ἀγῶνας σου.
Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Θείου Παύλου τοῖς ῥήμασι, Θέκλα ἠκολούθησας. ὅθεν ἅπαντας, ἡμᾶς Μάρτυς ενδυνάμωσον, κατακολουθεῖν θείοις ἐντάλμασιν.
Ἐκ δεινῶν περιστάσεων, καί πολυειδῶν κινδύνων καί θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, Θέκλα Ἰσαπόστολε πρεσβείαις σου.
Ἱλασμόν ἡμῖν αἴτησαι, ἀπό τοῦ νυμφίου σου Καλιπάρθενε, καί παθών ψυχῆς καί σώματος, Θέκλα πρωτομάρτυς ἀπολύτρωσιν.
Θεοτοκίον.
Θεόν σαρκί τέξασα, καί μετά τόν τόκον ἄφθορος μείνασα, Θεοτόκε Ἀειπάρθενε, ἐκ φθοροποιῶν παθών με λύτρωσαι.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν, πάν γεῶδες Μάρτυς φρόνημα, καί ἀνύψωσον τόν νοῦν Θέκλα σεμνῇ, πρός ἀγάπην τοῦ λαμπρῶς σε θαυμαστώσαντος.
Λύτρωσαι ἡμᾶς, ἐκ πυρός τοῦ αἰωνίζοντος, ἡ πυρός τοῦ αἰσθητοῦ, Θέκλα σεμνή, ἀνενέργητον τήν δύναμιν ποίησον.
Ἴασαι ψυχῶν, καί σωμάτων τά συντρίμματα, Πρωτομάρτυς Ἰσαπόστολε Χριστοῦ, τῶν ἐν πίστει προσιόντων τῆ πρεσβεῖα σου.
Θεοτοκίον.
Τέξασα Θεόν, Θεοτόκε μετά σώματος, ἐκ παθῶν σωματικῶν καί ψυχικῶν, ἀποκαθαρῶν τούς πίστει σε δοξάζοντας.
Ὠδή στ΄. Τήν δέησιν.
Ἀγρίοις, θηρσί ῥιφθεῖσα Ἀγία, ἀσινής τῆς τούτων ἔμεινας βλάβης. διό ἡμᾶς ἐκ θηρῶν νοουμένων, τῆς χαλεπῆς ἐπιθέσεως λύτρωσαι, καί κατασύντριψον αὑτῶν, τήν ἰσχύν καθ’ ἡμῶν τήν ὀλέθριον.
Ἰλύος, ἁμαρτιῶν πολυτρόπων, τήν καρδίαν μου ἀπόπλυνον Θέκλα, τῶν πρεσβειῶν σου τοῖς ῥείθροις Ἀγία, καί καθαρόν τῷ Χριστῷ με παράστησον, δι’ ἐναρέτου ἀγωγῆς, ὤσπερ νύμφη αὑτοῦ καλλιπάρθενος.
Συνοῦσα, τοῖς Ἀποστόλοις Κυρίου, Ἰσαπόστολε Θεόνυμφε Θέκλα, καί Ἀθληταῖς καί Παρθένοις Ἁγίαις, Χριστόν αείσυν αὑτοῖς καθικέτευε, δοθῆναι πᾶσι τοῖς πιστοῖς ἱλασμόν καί πταισμάτων συγχώρησιν.
Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ Βασιλέως τῆς δόξης, Θεοτόκε Ἀειπάρθενε Κόρη, αὑτόν δυσώπει ἰσχύν καταπέμψαι, ἡμῖν νεκρώσαι, παθῶν τά σκιρτήματα, καί ἐκφυγεῖν τοῦ πονηροῦ, καθ’ ἡμῶν τά δεινά μηχανήματα.
Διάσωσον ταῖς σαῖς πρεσβείαις ἐκ πάσης ἡμᾶς ἀνάγκης, Πρωτομάρτυς ἐν γυναιξί Θέκλα ἔνδοξε, τήν τῶν πταισμάτων λύσιν ἡμῖν αἰτοῦσα.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Παρθενομάρτυς Χριστοῦ Θέκλα ἔνδοξε, ἐν γυναιξί Πρωτομάρτυς ἀήττητε, Χριστῷ τῷ νυμφίῳ σου πρέσβευε, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν, τοῖς πίστει καί πόθῳ τιμῶσι σε.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι.
Στιχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου….
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον.
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὡμοιώθη ἡ βασιλεία τῶν Οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τάς λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δε ἦσαν ἐξ αὑτῶν φρόνιμοι, καί πέντε μωραί. Αἵτινες μωραί, λαβοῦσαι τάς λαμπάδας αὑτῶν, οὑκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον. αἱ δε φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὑτῶν μετά τῶν λαμπάδων αὑτῶν. Χρονίζοντος δε τοῦ νυμφίου, ἐνύσταξαν πάσαι, καί ἐκάθευδον. Μέσης δε τῆς νυκτός κραυγή γέγονεν. Ἰδού ὁ νυμφίος ἔρχεται. ἐξέρχεσθε εἰς ἀπάντησιν αὑτοῦ. Τότε ἠγέρθησαν πάσαι αἱ παρθένοι ἐκεῖναι, καί ἐκόσμησαν τάς λαμπάδας αὑτῶν. Αἱ δε μωραί τοῖς φρονίμοις εἶπον. Δότε ἡμῖν ἐκ τοῦ ελαίουυμών, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δε αἱ φρόνιμοι, λέγουσαι. Μή πότε οὑκ ἀρκέσει ἡμῖν καί ὑμῖν. πορεύεσθε δε μᾶλλον πρός τούς πωλοῦντας, καί ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δε αὑτῶν, ἀγοράσαι, ἦλθεν ὁ νυμφίος. καί αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὑτοῦ εἰς τούς γάμους, καί ἐκλείσθη ἡ θύρα. Ὕστερον δε ἔρχονται καί αἱ λοιπαί παρθένοι, λέγουσαι. Κύριε, Κύριε ἄνοιξον ἡμῖν. Ο δε ἀποκριθείς εἶπεν. Ἀμήν λέγω ἡμῖν. Οὑκ οἴδα ὑμᾶς. Γρηγορεῖτε οὑν ὅτι οὑκ οἴδατε τήν ἡμέραν οὐδέ τήν ὤραν, ἐν ἤ ὁ Υἱός τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.Ἐλεήμον, ελέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θέκλα Ἰσαπόστολε, ἐν γυναιξί Πρωτομάρτυς, Παύλου ἡ συνέκδημος, καί Ἀγίου Πνεύματος ἐνδιαίτημα, ἐκτενῶς πρέσβευε, τῷ Θεῶ τῶν ὅλων, πάσης βλάβης εκλυτρώσασθαι, καί πάσης θλίψεως, τούς εἰλικρινῶς σε γεραίροντας, ὡς παρρησίαν ἔχουσα, πρός τόν σόν νυμφίον καί Κύριον. σε γάρ εἰς πρεσβείαν, προβάλλομεν οἱ μέλποντες σεμνή, τῆς σής ἀγίας ἀθλήσεως, τά λαμπρά παλαίσματα.
Σῶσον ὁ Θεός τόν λαόν σου…
Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λαμπηδών φανοτάτη, ἀνεδείχθης τῷ φέγγει τῆς σής ἀθλήσεως, ὦ Θέκλα Πρωτομάρτυς, σκεδάζουσα τόν ζόφον, τῶν παθών καί τῶν θλίψεων, ἐκ τῶν βοώντων ἀεί. Χριστέ εὐλογητός εἰ.
Οὐδαμῶς καταφλεχθῇς, τῆ φλογί ὡς ἐρρίφθης Θέκλα Πρωτόαθλε. διό τήν φλόγα σβέσον, παθών ἐν τῆ ψυχί μου, καί βοῶντα με οἴκτειρον. Ο τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
Γαυριῶντας τυράννους, τοῦ Χριστοῦ τῆ ἀγάπη Θέκλα κατῄσχυνας. διό τῆς τυραννίδος, ῥοπῆς ἐπί τά χείρω, τούς βοῶντας εκλύτρωσαι. Ο τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἰ.
Θεοτοκίον.
Εσαρκώθη αφράστως, ἐξ Ἀγνῇς σου νηδύος ὁ Ὑπερούσιος, τῆς πλάνης τοῦ δολίου, ἐξαίρων Θεοτόκε, τούς ἐν πίστει βοῶντας σοι. Χαῖρε Παρθένε Ἀγνῇ, υπερδεδοξασμένη.
Ὠδή η΄. Τόν Βασιλέα.
Γνώμη ἀνδρεία, ταύρου θυμόν μεταβάλλεις, Θέκλα ἔνδοξε. διό τάς τῆς ψυχῆς μου, ἐμπαθεῖς κινήσεις, μετάβαλε εἰς τέλος.
Ῥώμην μοι δίδου, κατά παθών ὀλεθρίων, Θέκλα πάνσεμνε, ἡ πᾶσαν τοῦ δολίου, καταβεβληκυίᾳ, ἰσχύν ἐν τῆ ἀθλήσει.
Ἀπορραγεῖσα, νεύσει Θεοῦ δέχεται σε, πέτρα πάνσεμνε. διό με ἐν τῆ πέτρα, στήριξον Ἀγία, τῶν θείων ἐνταλμάτων.
Θεοτοκίον.
Σῶσον με Κόρη, ἐκ τῶν χειρῶν τοῦ Βελίαρ, καί ὑπόταξον τόν νοῦν μου δυσωπῶ σε, νόμῳ τοῦ Κυρίου, ἶνα σε μεγαλύνω.
Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Ιλέωσαι Ἀγία, ταῖς σαῖς ἱκεσίαις, τόν σόν νυμφίον Χριστόν τόν Φιλάνθρωπον, ἡμῖν τοῖς σπεύδουσι Θέκλα τῆ προστασίᾳ σου.
Μεγίστην παρρησίαν, ἔχουσα Ἀγία, πρός τόν Σωτῆρα Χριστόν δι’ ὀν ἤθλησας, μεγάλων πόνων καί θλίψεων ἡμᾶς λύτρωσαι.
Οἱ πόθῳ προσιόντες, Θέκλα μακαρία, τῆ σή πρεσβεία παθών απαλλάτονται, καί χαριστήριον ὕμνον σοι ἀναμέλπουσι.
Θεοτοκίον.
Ὑδάτων ἀπωλείας, ῥῦσαι τήν ψυχήν μου, ἡ τήν πηγήν τῆς ζωῆς κόσμῳ βλύσασα, καί πότισον με Παρθένε ζωῆς τῷ ὕδατι.
Ἄξιον ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως, Θεόν Λόγον τεκοῦσαν. τήν ὄντως Θεοτόκον, Σε μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια.
Χαίροις Ἰσαπόστολε τοῦ Χριστοῦ, Θέκλα μακαρία, Πρωτομάρτυς ἐν γυναιξί, Παρθενομαρτύρων ἀγλάϊσμα καί κλέος, ἡμῶν δε πρός τόν Κτίστην, μεσῖτις ἔνθεος.
Παύλου, φωτισθεῖσα ταῖς διδαχαῖς, Θάμυριν ἠρνήσω, καί μεμνήστευσαι τῶν Χριστῷ, Θέκλα μακαρία, καί τούτῳ ὤσπερ προῖκα, προσήγαγες τούς πόνους, τῆς σής ἀθλήσεως.
Φύσιν γυναικείαν, γνώμη στερρά Θέκλα ὑπερεῖδες, καί ἐχώρησας σταθερῶς, πρό τοῦ μαρτυρίου, τούς ἀνδρικούς ἀγῶνας, τῷ πόθῳ Ἰσαπόστολε τοῦ νυμφίου σου.
Πῦρ οὑκ ἐπτοήθης Θέκλα σεμνή, φλεγομένη πόθῳ, τοῦ Παντάνακτος Ἰησοῦ, καί τούς ἀτιθάσους, θήρας δυνάμει θεία, ὡς ἄρνας ἐν σταδίῳ, ἡμέρους ἔδειξας.
Πέτρα σε ἐδέξατο θαυμαστώς, ῥαγεῖσα τῆ νεύσει, τοῦ νυμφίου σου Ἰησοῦ, Θέκλα Πρωτομάρτυς, ἔνθα τελειωθεῖσα, ἐπήρθης μετά δόξης, πρός τά οὐράνια.
Πρέσβευε απαύστως Θέκλα σεμνή, Χριστῷ τῷ Σωτῆρι, πάσης ῥύεσθαι συμφοράς, καί πειρατηρίων, ποικίλων ἐν τῷ βίῳ, τούς πίστει προσιόντας, τῆ ἀντιλήψει σου.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Αποστόων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς (τρίς).
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν ἕνεκεν τοῦ ὀνόματος σου. Κύριε, ἐλέησον. Κύριε ελήσον. Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἁγιασθήτω τό ὄνομα σου . Ἐλθέτω ἡ βασιλεία σου. Γεννηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί επίτης γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον. Καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
καί τά Τροπάρια ταύτᾳ. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοι γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εύσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἰ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νυν…
Τῆς εὐσπλαγχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σε μή αστοχήσομεν, ῥυσθείημεν διά Σου τῶν περιστάσεων, Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τά ἐξῇς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θέκλα Πρωτομάρτυς τοῦ Χριστοῦ, Παρθενομαρτύρων Ἁγίων, τό ἐγκαλλώπισμα, πάσης περιστάσεως, καί προσβολῆς τοῦ ἐχθροῦ, ἀσινεῖς διαφύλαττε, ταῖς σαῖς ἱκεσίαις, τούς πιστῶς προστρέχοντας, τῆ προστασία σου, λύουσα παθών τάς ὀδύνας, καί πλημμελήματα αἰτοῦσα, πᾶσι τήν συγχώρησιν πανεύφημε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ ευχών τῶν ‘Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.
Δίστιχον
Θέκλα Ἰσαπόστολε δεδοξασμένη
Γερασίμου πρόσδεξαι τήν ἱκεσίαν.
24 Σεπτεμβρίου
Τοῦ Παύλου συνέκδημος, ὡς καθαρα τὴν ψυχήν, καὶ πρώταθλος πέφηνας, ἐν γυναιξὶν εὐκλεῶς, Χριστὸν ἀγαπήσασα, σὺ γὰρ τῆς εὐσέβειας, πτερωθεῖσα τῷ πόθῳ, ἤθλησας ὑπὲρ φύσιν, Ἰσαπόστελε Θέκλα διὸ σὲ ὁ Πανοικτίρμων νύμφην ἠγάγετο.
Μονές Μεγ. Λαύρας και Διονυσίου Αγίου Όρους, στη Μονή Κύκκου Κύπρου και στον ομώνυμο Ναό Λάρνακος Κύπρου, στη Λαύρα Αγίου Αλεξάνδρου Νέβσκι Αγίας Πετρουπόλεως και στό Ναό του Αγίου Γεωργίου των Ελλήνων Βενετίας.