Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεὸς Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Οἱ τὴν οὐράνιον βαδίζοντες τρίβον, τὸν οὐρανὸν δὲ πλουτοῦντες ἀλείπτην, θεόσοφον ἡγούμενον τοῦ ὄρους τοῦ Σινᾶ, δεῦτε ἱκετεύσωμεν, ἐκ καρδίας βοῶντες, Πάτερ καταξίωσον, Ἰωάννη εὐχαῖς σου, οὐρανοδρόμον κλίμακα καλῶς, διεκπεράσαι, καὶ φθάσαι πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζει ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Κλιμακοδρόμον ἀληθῆ δεῖξόν με Πάτερ. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Κλιμακοπῆκτα Ἰωάννη Ὅσιε, τὸν σκοτισμὸν τῆς ψυχῆς, ᾆσαι ἀρχομένοι, πόῤῥω ἀποδίωξον· καὶ γὰρ ἔχεις τὸ δύνασθαι, ὡς συνὼν θείῳ γνόφῳ, νέε Μωσῆ καὶ χαρίτωσον, τὴν φιλόσιόν μου παράκλησιν.
Λέγει Χριστὸς ὁ σωτηρίας Κύριος εἴ τινες βούλεσθε, ἐξακολουθῆσαι, τοῖς ἐμοῖς διδάγμασιν, ἀφέντες πάντα ἄρατε, τὸν ζυγὸν τὸν χρηστόν μου, καὶ καθ’ ἡμέρα προστίθεσθε, πῦρ καὶ πόθῳ πόθον αὐξάνετε.
Ἱερωτάτην τῷ Κυρίῳ δείκνυσθαι, Πάτερ εὐδόκησον, πάντοτε θυσίαν, λογικόν με σφάγιον, καὶ γὰρ ὡς σὺ διέθηκας, μοναχός ἐστιν ὄντως, ὁ καθ’ ἡμέραν τὸν θάνατον, τὸν ὑπὲρ Χριστοῦ προελόμενος.
Θεοτοκίον.
Μαρία Μῆτερ τοῦ Θεοῦ μου πρέσβευε, σὺν Σιναΐτῃ Πατρί, τῷ Υἱῷ καί Λόγῳ, δοῦναι ἀπροσπάθειαν, ἀποταγὴν ὁλόθυμον, ὅπως Τούτου ὀπίσω, ἀκολουθῶν εὐφραινόμενος, φθάσω εἰς λιμένα τὸν εὔδιον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἀβραὰμ ποίησόν με ταῖς ἱκεσίαις σου Ὅσιε, ξένον ἐπιγείων πραγμάτων καὶ μόνον ἔχεσθαι, τῶν τοῦ Κυρίου μου, ζωοποιῶν ἐνταλμάτων, καὶ Σιὼν οὐράνιον, καταλαβέσθαι με.
Κοιμωμένου μου Πάτερ ὁ κακογράφος πειράζει με, καὶ φανταστικαῖς ἐμπειρίαις τὴν μνήμην βούλεται, ἀπὸ καρδίας μου, τοῦ Ἰησοῦ ἐκδιώκειν, Ὃν εὐχαῖς τιμίαις σου ἀποσκοράκισον.
Ὁ πατρί σου τιμίῳ ὑποταγεὶς Ἅγιε, ὥσπερ ὑποτέτακται Λόγος Πατρὸς εὐλόγησον, καὶ καταξίωσον, οὕτω κἀμὲ ὑπακούειν, καὶ Μωσῇ μου τέλειον, ἐνυποτάττεσθαι.
Θεοτοκίον.
Δωρεὰν Θεοτόκε τῆς μετανοίας χορήγησον, ἅμα Ἰωάννῃ τῷ πάνυ καθικετεύουσα, ταύτην κατέχειν με, καὶ καθ’ ἑκάστην δικάζειν, τὴν φιλαμαρτήμονα, ψυχὴν ἑκούσιον.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεῖε Πάτερ, ὅτι σὲ ὑποφήτην κεκτήμεθα, καὶ ἄριστον παιδαγωγὸν σωτηρίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τῆς ἄνω ζωῆς προθύμως ἐφίεσθαι, τιμίαις εὐχαῖς σου Πάτερ ἡμῖν δώρησαι, καὶ ἀφόβως διέρχεσθαι κλίμακα, πρὸς Κύριον βεβαίως, καθοδηγῶν ἡμᾶς.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥήτωρ πέφηνας Ὅσιε, μνήμης τοῦ θανάτου ἣν καὶ παράσχοις μοι, ὥσπερ ἄρτον ἡμερούσιον, καὶ παραπτωμάτων φυλακτήριον.
Οἱ πενθοῦντες μακαρίζονται, Πάτερ πενθικώτατε ἁμαρτήματα, ὦν τῷ κλήρῳ με κατάταξον, ἵν’ ἀποπισσώσω τὴν καρδίαν μου.
Μέμνησό μου τρισόλβιε, καὶ ἀοργησίαν μοι χάρισαι, ὅπως τύπος γνησιώτατος, Ἰησοῦ τοῦ Πράου ἐποφθήσωμαι.
Θεοτοκίον.
Ὅμοιός τις καθέστηκεν, ὁ μνησικακῶν πλησίον Δέσποινα, τῷ δοκεῖν ἐν ὕπνῳ τρέχοντι· οὗ τῆς καταδίκης με ἐκλύτρωσαι.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Νοερᾶς βδέλλης Πάτερ, τῆς ἐκδαπανώσης τὸ φιλάδελφον, ῥῦσαί με βοῶ σοι, καὶ τῆς κατακρίσεως τοῦ πέλας μοι, ἀλλὰ καθορᾶν μου, τὰς ἀνομίας καὶ τὰ πάθη, ἃ ποιῶν παροργίζω τὸν Κτίστην μου.
Ἀσφαλείας τὸ κλεῖθρον, σιωπὴ ἐν αἰσθήσει ὠνόμασται, ὥσπερ ἀπωλείας, θησαυροῦ τὸ πολύλογον πέφυκε, ὅθεν δυσωπῶ σε, πανοσιώτατέ μου Πάτερ, σιωπῆς με ταμεῖον ἀπέργασαι.
Λόγος ἵσταται ψεύδους, ἄντικρυς Κυρίου ἀληθεύοντος· εἴρηκε γὰρ ὅτι, ἀπολέσω ψευδόμενον ἅπαντα· ὅθεν μέθυσόν με, τῆς κατανύξεως τῷ οἴνῳ, Ἰωάννη φιλάληθες Ὅσιε.
Θεοτοκίον.
Ἡ Θεοῦ διαβλήτωρ, ὡς ἀσπλάγχνου ἰδοὺ παραγέγονε, καὶ ἐκλύουσά μου, τοῦ νοὸς τήν ὀξύτητα Δέσποινα, ἀκηδία λέγω, ἧς με ἀπάλλαξον ἐν τάχει, ὅτι θάνατός ἐστι μονάζουσι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θαυμάζεις, ὡς εἰκὸς τρισόλβιε, θεωρῶν τῆς γαστρὸς τὴν ἀπάτην, ὅτι πολλούς, εἰς ἀπώλειαν ἕλκει, προβαλλομένη τῆς φύσεως σύνδεσμον, ἐξ’ οὗ με ἔκσπασον ταχύ, ἵνα βρῶσιν γευθῶ θείου Πνεύματος.
Ἠγάπησεν, ὁ γλυκύς μου Κύριος, τὴν ἁγνείαν ἀρετὴν ὑπὲρ πᾶσαν, καὶ σαρκωθείς, ἐκ Πανάγνου κοιλίας, ἡμῖν ὡς κλῆρον πανέραστον δέδωκε, τὸ δύνασθαι ὑπερφυῶς, ταῖς εὐχαῖς σου ἁγνεύειν ἁγνότατε.
Δυνάμωσον, τοὺς ποθοῦντας Ὅσιε, ἀκτημόνως διελθεῖν βίον τόνδε, καὶ μεριμνᾶν, καθ’ ἑκάστην κατέχειν, τὸν Ἰησοῦν θησαυρὸν πανασύλητον, καὶ γεύεσθαι πνευματικῶν, ἡδονῶν καὶ τροφῶν ἅπερ μένουσι.
Θεοτοκίον.
Ἐκάλυψεν, τὴν ψυχήν μου Δέσποινα, ὁ βαρὺς ἀναισθησίας αὐθέντης, καὶ πρὸς Θεόν, ἀτενίζειν οὐδόλως, ἐᾷ τί πράξω ὁ τάλας καὶ δείλαιος; Ἀπόσεισον διὰ παντός, τυραννοῦντά με Κόρη πρεσβείαις Σου.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεῖε Πάτερ, ὅτι σὲ ὑποφήτην κεκτήμεθα, καὶ ἄριστον παιδαγωγὸν σωτηρίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς Ποιμὴν λογικῶν προβάτων τρισόλβιε, καὶ πείρᾳ μαθὼν πῶς βαίνειν δεῖ τὴν κλίμακα, ἀρετῶν ἣν σοφῶς ἡμῖν καταλέλοιπας, καταξίωσον φαιδρῶς, καὶ χαρμοσύνως εὐδρομεῖν, ὥστε φθάσαι τὸν Κύριον, Ὃνπερ εὐχαῖς δυσώπει, δοῦναι πλουσίως χάριν, τοῖς ἐκ ψυχῆς ἱκετικῶς, βοῶσί σοι Ὅσιε.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός…
Ὅλην ἐνδυσάμενος, τὴν τοῦ Χριστοῦ πανοπλίαν, τῆς ἐρήμου γέγονας, τέκνον γνησιώτατον ἐμπειρότατος, μοναστῶν διδάσκαλος, σάλπιγξ μετανοίας, τοῦ Σινᾶ μέγα ἐγκαύχημα, φιλησυχώτατε, καὶ συναρμοστὴς θείας κλίμακος, τὰ βάθη τὰ τοῦ Πνεύματος, ὕπερ τις καὶ ἄλλος ἐκθέμενος, Ὅσιε δυσώπει, τὸν Κύριον τοὺς πάντας εἰσελθεῖν, εἰς Βασιλείας τὰ δώματα, Ἰωάννη πάνσοφε.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραῖων.
Ἴδε ἀσθένειαν σαρκός μου, πῶς ἀείποτε τῷ ὕπνῳ καθηττᾶται· διὸ Πάτερ βοῶ, ἀκίνητόν με στύλον, ἐν προσευχῇ ἀνάδειξον, καὶ χρυσὸν πεπυρωμένον.
Ξῖφος ὀξὺ ἠκονημένον, κατὰ δαίμονος φιλοϋπνίας πέλει, ἀγρυπνία πολλή, ἐν γνώσει ψαλμωδίᾳ, ἃ μοι εὐχαῖς σου δώρησαι, Πάτερ μου πεποθημένε.
Ὅπλον ἀνίκητον ἐδόθη, τοῖς χριστώνυμον βιοῦσι πολιτείαν, Ἰησοῦ τὸ γλυκύ, ὄνομα ὑπὲρ μέλι, δι’ οὗ με καταγλύκανον, Ἰωάννη θεοφόρε.
Θεοτοκίον.
Νοῦν μοναχοῦ ἀπομαραίνει, τὸ κενόδοξον δοξάριον Παρθένε, οὗ με Κόρη ἐκτός, συντήρει διὰ βίου, ἵνα διπλῆν καὶ ἄσκοπον, μὴ ἡττῶμαι ἀδικίαν.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Μετὰ μόνης τῆς ὑπερηφανίας, τῶν δαιμόνων πληθὺς Θεοῦ ἀπεχωρίσθη, τῇ ταπεινώσει δὲ Θεῷ ἡμεῖς ἡνούμεθα, ἣν μοι δίδου Πάτερ, ταῖς θείαις σου πρεσβείαις.
Ἐπιφέρει βλασφήμων Πάτερ νέφη, ὁ ἀκάθαρτος καὶ βορβορώδης δαίμων, ἅπερ εὐχαῖς σου πόῤῥω ἀποδίωξον, ἵνα ἐπιλάμπῃ, τὸ φῶς τὸ τοῦ Κυρίου.
Πρᾶος πέλων ὁ Ἰησοῦς μου μάκαρ, ἀναπαύεται πραέων ἐν καρδίαις, διὸ αἰτῶ σε πλήρωσον πραότητος, τὴν τεταραγμένην, ψυχήν μου Ἰωάννη.
Θεοτοκίον.
Ἄνευ Κόρη σημείων καὶ τεράτων, τετυχήκασι πολλοὶ τῆς σωτηρίας, τῆς ταπεινώσεως ὅμως οὐδεὶς οὐδέποτε, εἴληφε τὰ γέρα, ἣν μοι παράσχοις Μῆτερ.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τοῖς πόνοις καὶ τοῖς κόποις ὁ Ἀγαθός, ἐκμειλίσσεται μὲν ἀλλὰ πέφυκεν, ἐν ταῖς ἁπλαῖς, καὶ ταπεινοσκύλμοις ψυχαῖς τὸ φῶς, διδόναι διακρίσεως, δι’ ἧς τοῖς ἐν κόσμῳ μοναδική, γίνεται πολιτεία, τύπος ζωῆς ἐνθέου, ἣν μοι παράσχου Πάτερ Ὅσιε.
Ἑνώσαις με τῇ μνήμῃ τοῦ Ἰησοῦ, ὦ καλὲ μοναζόντων διδάσκαλε, ἵνα κἀγώ, εὕρω ἡσυχίας τὸν γλυκασμόν, ὡς γὰρ οἱ βασιλεύοντες, χαίρουσι τῷ πλούτῳ καὶ τοῖς φθαρτοῖς, οὕτω ἐν ἐρημίαις, ἀγάλλονται ἐνθέως, οἱ προσευχὴν ἐπικτησάμενοι.
Ῥημάτων οὐκ ἀρκεῖ μοι πᾶσα πληθύς, τὴν ἀτέλεστον φράσαι ἀπάθειαν, ἣν ὡς χρυσῆν, πάντες ἐπενδύσαντο ἀρετήν, δι’ ἧς καὶ ἐποφθήσονται, τῷ ἀπαθεστάτῳ Παμβασιλεῖ, ἀνάστασις δευτέρα, ὠνόμασται ἧς τύχω, ταῖς ἱκεσίαις σου πανόσιε.
Θεοτοκίον.
Ἀγάπης οὐδὲν ἴσον ἀφ’ οὗ Θεός, τῆς ἀγάπης ὑπάρχει τὸ πλήρωμα, καὶ ὁ σκοπός, κεκαρδιωμένης διαγωγῆς, τῆς κλίμακος δὲ τέθειται, πέρας καὶ σφραγὶς αὕτη νουνεχῶς, ἧς με καὶ κληρονόμον, πρεσβείαις Σου πανάγνοις, Θεοκυῆτορ ἐναπόδειξον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σέ μεγαλύνομεν.
Κλίμακος συνθέτην τῆς νοερᾶς, δεῦτε Ἰωάννην, εὐφημήσωμεν εὐλαβῶς· πᾶσι γὰρ ὑπάρχει, διδάσκαλος καὶ μύστης, πρὸς ἀρετῶν τὴν κτῆσιν ὁ ὁσιώτατος.
Λῦσον τῶν παθῶν μου πέδας σκληράς, Πάτερ Ἰωάννη, καὶ χορήγει μοι σαῖς εὐχαῖς, πίστιν ἀκροτάτην, ὅπως κἀγὼ ἀνέλθω, βαθμῖδας Κλίμακός σου, ἐκκαθαιρόμενος.
Ἰδοὺ Πάτερ ἵσταται ὁ χορός, σεπτῶν μοναζόντων, κλιμακόδρομος ἐν χαρᾷ, σοὶ εὐχαριστίαν, προσάγων ἐκ καρδίας, ὅτι αὐτοῖς ἐγένου ζωῆς ὁ πρόξενος
Μένει ἡ τριὰς θεολογικῶν, ἀρετῶν παμμάκαρ, ἃς μοι δώρησαι σαῖς εὐχαῖς, ἵνα πίστει τρέχω, καὶ ἃ ἐλπίζω λάβω, ἀγάπῃ τοῦ Κυρίου, Ὃς με ἠλέησε.
Ἀναβαίνων Πάτερ πρὸς τὸν Θεόν, δειλιῶ πτωχείαν, ὅταν λάβω μου κατὰ νοῦν· ὅλος γὰρ πηλώδης, εἰμὶ οὐχὶ πυρώδης, ὡς θέλει τοῦ Χριστοῦ μου τὸ θεῖον πρόσταγμα.
Ξένον με συντήρει τῶν κοσμικῶν, θεῖε Σιναΐτα, μεριμνῶν τῶν φθοροποιῶν, ὅλον δὲ τὸν πόθον, τοῦ Ἰησοῦ ἐνθείς μοι, εὐλόγει μου πορείαν, τριακοντάβαθμον.
Θείων ἐννοιῶν τὴν σεπτὴν σκηνήν, Πάτερ προσκυνοῦντες, ἀσπαζόμεθα αἰσθητῶς, σὲ τὸν εὐεργέτην, χορείας μοναζόντων, ἃς δαψιλῶς ποτίζεις, νάμασι Κλίμακος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἀναβάντες ἀδελφοί, Κλίμακα σεπτὴν Ἰωάννου, εὐθὺς χωρήσωμεν, ἄνω γὰρ ὁ Κυρίος, ἡμᾶς προσδέχεται, καὶ τὰ γέρα χαρίζεται, καμάτων τιμίων, οὓς περ ὡς μαρτύριον τῆς συνειδήσεως, στέφων, εἰς νυμφῶνα εἰσάξει, ἔνθα δῆμος πάντων Ἁγίων, εὐαρεστησάντων ἐκ προθέσεως.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Στίχοι·
Εἴληφε τέλος τῇ εἰκοστῇ καὶ πέμπτῃ,
Μηνὸς Σεπτεμβρίου, ἡμέρᾳ δὲ Τετάρτῃ,
Πρώτῃ πρωϊνῇ, μνήμῃ δὲ Εὐφροσύνης,
ἣπερ ἀνελήλυθε κλίμακα πρὸ αἰώνων.
Αἰτήσει φιλοσίῳ τε παρθενευόντων,
Καὶ ἀσκουμένων ἐν Μονῇ Μετεώρων,
Κλήσει τιμωμένη τοῦ Πρωτοδιακόνου.
30 Μαρτίου
Θεῖον κλίμακα, ὑποστηρίξας, τὴν τῶν λόγων σου, μέθοδον πάσι, Μοναστῶν ὑφηγητὴς ἀναδέδειξαι, ἐκ πρακτικῆς Ἰωάννη καθάρσεως, πρὸς θεωρίας ἀνάγων τὴν ἔλαμψιν. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μέρος της Κάρας του Αγίου βρίσκεται στη Μονή Μεγ. Μετεώρου.
Αποτμήματα του Ιερού Λειψάνου του Αγίου βρίσκονται στις Μονές Παν. Δαμάστας Φθιώτιδος και Παν. Τουρλιανής Μυκόνου.