Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡσυχαστὴν Κατουνακίων θεόπνουν,
καρδιακῆς εὐχῆς ἐργάτην, ἐν ὕμνοις,
ὑπακοῆς ἀρχέτυπον, νηστείας πυρσόν,
τὸν γονάτων κλίσεσι καὶ σαρκὸς κακουχίαις
εἰς ἐπάλξεις φθάσαντα ἀπαθείας, ὡς θεῖον
ἡμῶν πρὸς Κτίστην πρέσβυν καὶ φρουρὸν
ταχὺν ἐν βίῳ, Ἐφραίμ, εὐφημήσωμεν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
” Ἐφραίμ, εὔφρανον ἡμᾶς εὐχῶν σου ἄρτῳ. Χ.Μ.”
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐφραίμ, ὁσιώτατε ἀσκητά,
τῶν Κατουνακίων
ὁ θεόπνουν ἡσυχαστής,
δυσώπει Χριστὸν ὑπὲρ ἁπάντων
τῇ χάριτί σου σπευδόντων ἀείποτε.
Φωτὸς τοῦ ἀΰλου μαρμαρυγαῖς
λαμπόμενος ἄρτι
κατεφώτισας ἀσκητῶν
χορείας, Ἐφραὶμ πνευματοφόρε,
ἡμῶν παθῶν ὁ σκεδάζων τὴν ζόφωσιν.
Ῥανίσι δακρύων σου, ἀσκητά,
τῶν Κατουνακίων
ὁ πιάνας κλιτῦς, Ἐφραίμ,
δὸς δάκρυα πᾶσι μετανοίας,
τοῖς σὲ τιμῶσιν ὡς Ἄθωνος σέμνωμα.
Θεοτοκίον.
Ἁγνὴ Θεοτόκε, σεπτοῦ Ἐφραὶμ
λιταῖς ἐκδυσώπει
τὸν Υἱόν σου ὑπὲρ ἡμῶν,
ὡς πρέσβειραν σὲ μεγαλυνόντων
πρὸς τὸν εὐΐλατον Κτίστην καὶ Κύριον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύων μὴ παύσῃ
ὑπὲρ ἡμῶν, Ἄθωνος
ἀσκητά, Ἐφραίμ, τῶν τιμώντων
ἄμεμπτον βίον σου,
ἀσκητικὴν ἀγωγήν,
ὑπακοήν, ἀκτησίαν,
νῆψιν καὶ ἀπάθειαν,
πάτερ ἰσάγγελε.
Μονοτρόπων φαιδρότης,
Ἀθωνιτῶν κλέϊσμα,
τῶν Θηβῶν Ἀμπελοχωρίου
τίμιον βλάστημα,
ὁ ἀνελθὼν ταπεινῶς
τῆς ἀρετῆς τὰς βαθμίδας,
τρίβον τὴν σῴζουσαν.
Εἵλκυσέ σε ἡ χάρις
τοῦ πανσθενοῦς Πνεύματος
εἰς τὰ Κατουνάκια, πάτερ,
ἔνθα ἰσάγγελος
δι’ ἀκραιφνοῦς ἀγωγῆς,
Ἐφραὶμ θεόσοφε, ὤφθης,
φύλαξ ἐναργέστατε
τῶν προσιόντων σοι.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ,
ἐν πειρασμοῖς, Δέσποινα,
σπεῦσον βοηθῆσαι σοῖς δούλοις
θείαις ἐντεύξεσι
τοῦ πανοσίου Ἐφραίμ,
ἄρτι ἐν Ὄρει Ἁγίῳ
σῷ Υἱῷ ἀσκήσεσιν
εὐαρεστήσαντος.
Διάσωσον,
Κατουνακίων οἰκῆτορ, Ἐφραὶμ θεόφρον,
ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ καὶ στενώσεων
τοὺς πίστει προστρέχοντας χάριτί σου.
Ἐπίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εὐχῆς ἐραστὴν καρδιακῆς μυράλειπτρον,
Ἐφραίμ, ἀσκητὴν Κατουνακίων ὅσιον,
ἐπαρθέντα μέλψωμεν
ἀρετῆς εἰς ἐπάλξεις καὶ νήψεως,
ὡς ἰατρὸν νοσούντων ἀλγεινῶς
καὶ πρέσβυν πρὸς Κύριον διάθερμον.
Φώτισόν μου τὴν ζόφωσιν
τῶν παραπτωμάτων, Ἐφραίμ, πυρσεύμασι
σῶν θεοπειθῶν δεήσεων,
ἄστρον ὄρους Ἄθωνος νεόφωτον.
Ῥαντισμῷ καθαγίασον
σῶν, πνευματοφόρε Ἐφραίμ, δεήσεων
ἐν Κατουνακίοις σπεύδοντας
θήκην κατασπάσασθαι λειψάνων σου.
Ἀσκητὰ ἐνθεώτατε,
ἐν Κατουνακίοις, Ἐφραίμ, ὁ κλίμακα
ἀναβὰς εὐαρεστήσεως
τῷ Θεῷ, ὁδήγει με πρὸς θέωσιν.
Θεοτοκίον.
Νικητὰς τοὺς οἰκέτας σου
κατ’ ἐχθρῶν ἀνάδειξον, Μητροπάρθενε,
ἀοράτων ὅπλοις πίστεως
καὶ λιταῖς Ἐφραὶμ τοῦ οὐρανόφρονος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅσιε Χριστοῦ,
ὁ αἰσχύνας τὸν παμβέβηλον
ἀγωγῇ σου θεαρέστῳ, τὰς αὐτοῦ
δὸς κἀμοί, Ἐφραίμ, συντρίψαι τὰ τοξεύματα.
Νῦν ὡς τοῦ Θεοῦ
ἐκλεκτὸν ἱερομόναχον
σὲ γεραίροντες, Ἐφραίμ, τὰς πρὸς Θεὸν
ἐκδεχόμεθα δεήσεις σου, ἰσάγγελε.
ᾜσχυνας, Ἐφραίμ,
τῶν γονάτων σου ταῖς κλίσεσι,
προσευχῇ συντόνῳ καὶ ὑπακοῇ
τὸν μισόκαλον, ἡμῶν ὃν πόῤῥῳ δίωξον.
Θεοτοκίον.
ἀκλινῶς μακαριζόντων σε,
Θεοτόκε, ὡς διάσωσμα πιστῶν
καὶ Ἐφραὶμ καρδίας θείου ἐγκαλλώπισμα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀξίωσον οὐρανῶν σκηνώσεων
οἰκιστὰς τοὺς σὲ τιμῶντας γενέσθαι,
Κατουνακίων, Ἐφραίμ, κοσμιότης,
ὁ κληρονόμος τοῦ πόλου γενόμενος
ὡς ἀσκητὴς θεοειδής,
ταπεινώσει καὶ νήψει λαμπόμενος.
Συντόνοις σου πόνοις, ὁσιώτατε,
κατεμάρανας σαρκὸς τὰς ὀρέξεις,
ὑπακοῇ, σιωπῇ, ἡσυχίᾳ,
Ἐφραὶμ σεπτέ, καὶ νηστείᾳ, πανόλβιε,
καὶ χάριν εἴληφας παθῶν
καταστέλλειν κινήσεις προσφύγων σου.
Ἐξάρπασον ἐκ φθορᾶς ἱκέτας σου,
Ἰωσὴφ Ἡσυχαστοῦ ὁ τῶν τρόπων
καὶ Δανιὴλ τοῦ ἐν Κατουνακίοις,
Ἐφραὶμ θεόφρον, ὁμόζηλε, κράζομεν,
Χριστῷ ὁ μόνον ὁμιλεῖν
καθ’ ἑκάστην ποθήσας ἐν βίῳ σου.
Θεοτοκίον.
Ὑπέραγνε Μῆτερ τοῦ Παντάνακτος,
ἐπευλόγει οὐρανόθεν σοὺς δούλους
καὶ καθαγίαζε πάντας ἐκθύμως
σὲ μεγαλύνοντας κόσμου ὡς στήριγμα
Ἐφραὶμ δεήσεσι θερμαῖς,
ἁγιάσαντος δάκρυσιν Ἄθωνα.
Διάσωσον,
Κατουνακίων οἰκῆτορ, Ἐφραὶμ θεόφρον,
ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ καὶ στενώσεων
τοὺς πίστει προστρέχοντας χάριτί σου.
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Κατουνακίων τὸ ἔμπνουν θησαύρισμα,
Ἐφραίμ, εὐχῆς, ἡσυχίας καὶ νήψεως
τὸν ἐραστὴν εὐσχημόνως τιμήσωμεν
καὶ τὰς πρεσβείας αὐτοῦ ἐκζητήσωμεν
ἵνα εἰς ὕψος θεώσεως φθάσωμεν.
Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον· Κατὰ Λουκᾶν
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπί τόπου πεδινοῦ, καί ὄχλος μαθητῶν αὐτοῦ, καί πλῆθος πολύ τοῦ λαοῦ ἀπό πάσης τῆς ᾿Ιουδαίας καί ῾Ιερουσαλήμ καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἵ ἦλθον ἀκοῦσαι αὐτοῦ, καί ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καί οἱ ὀχλούμενοι ἀπό πνευμάτων ἀκαθάρτων, καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καί ἰᾶτο πάντας. Καί αὐτός, ἐπάρας τούς ὀφθαλμούς αὐτοῦ εἰς τούς Μαθητάς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστίν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καί ὅταν ἀφορίσωσιν ὑμᾶς, καί ὀνειδίσωσι, καί ἐκβάλωσι τό ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καί σκιρτήσατε· ἰδού γάρ ὁ μισθός ὑμῶν πολύς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου
πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου
πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ
τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Σκεῦος διαυγέστατον
τοῦ πανσθενοῦς Παρακλήτου,
ὁ τὰ Κατουνάκια
ἐνοικήσας, ὅσιε,
ῥεῖθρον χάριτος
διειδές, πότισον
νάμασιν εὐχῶν σου
πρὸς τὸν Ὕψιστον ἱκέτας σου
Ἐφραὶμ πανόσιε,
καὶ αὐτῶν καρδίας γεώργησον
ἀρότρῳ τῆς σῆς χάριτος,
πρὸς καρποφορίαν πολύφορον,
ὁ τῆς σῆς καρδίας
τὴν χθόνα γεωργήσας σαῖς εὐχαῖς
πρὸς Γεωργὸν τὸν ἀκάματον,
Λόγον τοῦ Παντάνακτος.
Σῶσον, ὁ Θεὸς, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Χαῖρε, Κατουνακίων
ἀσκητὰ θεοφόρε,
Ἐφραὶμ πανεύφημε,
βοῶντες ἱκεσίας
θερμάς σου ἐκζητοῦμεν
ἐν σκιᾷ οἱ καθεύδοντες
χαμαιζηλίας παθῶν
καὶ λυπηρῶν τοῦ βίου.
Ὡς ἱερομονάχων
καλλονὴν σὲ τιμῶντες,
Ἐφραὶμ πανόσιε,
Κατουνακίων εὖχος,
εὐχάς σου ἀσιγήτους
πρὸς Θεὸν ἐκδεχόμεθα,
ἵνα Χριστὸς ἐν ἡμῖν
διηνεκῶς σκηνώσῃ.
Νικητὰς σοὺς ἱκέτας
ἐν ἀγῶσι τοῦ βίου,
Ἐφραίμ, ἀνάδειξον,
ὁ τὸν ἐχθρὸν νικήσας
συντόνοις σου καμάτοις,
νυχθημέροις σου δάκρυσι
καὶ προσευχῇ, ἀσκητὰ
σεμνὲ Κατουνακίων.
Θεοτοκίον.
ὀμβροφόρε νεφέλη,
Θεογεννήτρια,
καὶ ὁδηγὲ σῶν δούλων,
ὦ Κεχαριτωμένη,
οὐρανῶν πρὸς σκηνώματα,
ἴθυνον πάντας πιστοὺς
πρὸς σωτηρίας τρίβους.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὀδμαῖς λιτῶν σου
θεοπειθῶν τὰς καρδίας
ἱκετῶν σου, Ἐφραὶμ θεοφόρε,
εὔφρανον, εὐῶδες
τοῦ Παρακλήτου κρίνον.
Ὑμνοῦντες πόθῳ,
Κατουνακίων κοσμῆτορ,
σοὺς ἀγῶνας, Ἐφραίμ, τοὺς συντόνους
σπεύδομεν ἐν δίναις
τῇ σῇ ἐπιστασίᾳ.
Ἁγιωνύμου,
Ἐφραίμ, ἀπαύγασμα ὄρους,
καταφώτισον πάντας κειμένους
ἐν σκιᾷ θανάτου
ἱκέτας χάριτός σου.
Θεοτοκίον.
Ῥῦσαι παγίδων
ἡμᾶς ἐχθροῦ, Θεοτόκε,
τοῦ Ὁσίου Ἐφραὶμ ἱκεσίαις,
προσευχῇ ἐχθίστου
συντρίψαντος παγίδας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ταμεῖον ἀπαθείας,φάρε ἀκτησίας
καὶ ἡσυχίας φωστὴρ τηλαυγέστατε,
Ὡς τῶν Κατουνακίων
γέρας καὶ καλύβης
σοῦ φερωνύμου, Ἐφραίμ, Σύρου, ἔφορον
σὲ μελῳδοῦντες εὐχάς σου θερμὰς αἰτούμεθα.
Χαρᾶς ἡμῶν καρδίας
πλήρωσον ἐν λύπαις
ὄντων, Ἐφραὶμ θεοφόρε, καὶ θλίψεσιν,
ὁ τῆς χαρᾶς ἀναστάντος Κυρίου ἔμπλεως.
Θεοτοκίον.
Μαρία, ὑπὲρ λόγον
ἐν τῇ σῇ νηδύϊ
ὁ τοῦ Θεοῦ Θεὸν Λόγον κυήσασα,
Αὐτὸν ἀπέργασαι ἵλεων τοῖς οἰκέταις σου.
Ἄξιόν ἐστι….καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, ὁσιώτατε ἀσκητά,
τῶν Κατουνακίων
σκεῦος χάριτος διαυγές,
ὁ εὐαρεστήσας
Χριστῷ σῇ πολιτείᾳ,
Ἐφραίμ, ἀκραιφνεστάτῃ,
νήψει καὶ δάκρυσι.
Χαίροις, ὁ ἀσκήσας ὑπερφυῶς
ἐν Κατουνακίοις
καὶ ἐγγίσας τὸν οὐρανὸν
στάσεσι παννύχοις,
δεήσεσι καὶ νήψει,
Ἐφραὶμ πνευματοφόρε,
Ἄθωνος κλέϊσμα.
Χαίροις, ἡσυχίας ὁ ἐραστής,
Ἰωσὴφ τοὺς τρόπους
ὁ ζηλώσας καὶ Δανιὴλ
ἐν Κατουνακίοις,
Ἐφραὶμ πνευματοφόρε,
νεολαμπῶν ὁσίων
ἔμπνουν θησαύρισμα.
πρᾶξιν θεωρίας
καὶ τὴν κλίμακα ἀναβὰς
ἀρετῶν ἐν χρόνοις
ἐσχάτοις καὶ τῶν πάλαι,
Ἐφραίμ, ὀφθεὶς πατέρων
δόξης ἰσότιμος.
πᾶσι τὴν σὴν χάριν,
ἄμφω δύναμιν καὶ ἰσχὺν
θραῦσαι τὰς παγίδας
ἐχθροῦ τοῦ παλαμναίου,
πιστῶς ἀσπαζομένοις
θήκην λειψάνων σου.
και θερμὸν προστάτην
καὶ μεσίτην πρὸς οὐρανόν,
ἀσκητῶν ἀκρότης,
Ἐφραίμ σημειοφόρε,
οἱ πίστει καθ’ ἑκάστην
σοὶ καταφεύγοντες.
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Κατουνακίων οἰκῆτορ,
Ἁγίου Ὄρους πυρσέ,
ὁ φωτίσας ἀρετῶν σου τοῖς πυρσεύμασι
πάντας, θειότατε Ἐφραίμ,
καὶ εἰς ὕψος ἐπαρθεὶς
θεώσεως ἀπαθείᾳ
καὶ νήψει, μὴ διαλείπῃς
Χριστὸν ἡμῖν καθιλεούμενος.
Τὸ γλυκύφθογγον δεῦτε καὶ καλλικέλαδον
Κατουνακίων στρουθίον,
πνευματοφόρον Ἐφραίμ,
ἀσκητὴν τῶν τῆς ἐρήμου ἰσοστάσιον
μέλψωμεν ὕμνοις μελιχροῖς
νοερᾶς ὡς προσευχῆς
διδάσκαλον καὶ πυξίον
σκληραγωγίας σαρκίου,
αὐτοῦ λιτὰς ἀπεκδεχόμενοι.
νῆψιν, προσευχήν, ἡσυχίαν
καὶ κακουχίαν σαρκὸς
ἀσκητὴν ἰσάγγελον
ἀνευφημήσωμεν,
τὸν ἀρτίως ἐκλάμψαντα
ἐν Κατουνακίοις
ψάλλοντες· Ἀοίδιμε
Ἐφραίμ, ἁγίαζε
πάντας καὶ εὐλόγει θεόθεν
σπεύδοντας πιστῶς προσκυνῆσαι
θήκην χαριτόβρυτον λειψάνων σου.
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Τρισσεῦον, “Κύριε, ἐλέησον”, ὡς ἐν Λιτῇ Ἁγίου Ὄρους
Ὁ τὰ Κατουνάκια* ἁγιάσας, χάριν σου* δός, Ἐφραίμ, ἱκέταις σου.
Εὔφρανον εὐχῶν σου, Ἐφραίμ, ἡδεῖ ἄρτῳ,
Κατουνακίων οἰκῆτορ, Χαραλάμπη.
ΚΑΙ ΔΟΞΑ
Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ
ΘΕῼ ΗΜΩΝ


