Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξής·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τόν λογιζόμενον Χριστοῦ τήν πτωχείαν Πλοῦτον ἀσύλητον καί δόξαν μεγίστην, τήν ἐν ἐρήμῳ βιῶσιν, πιστοί,ε̉κτενως μέλψωμεν Ὀνούφριον,ε̉ραστήν α̉κτησίας καί ευ̉χης ὑπέρμαχον ἀσιγήτως βοῶντες· τῆς τοῦ Σωτῆρος δεῖξον Ἰησοῦ χαράς μετόχους τούς σοι καταφεύγοντας.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους, οὑκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ, σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν΄ ψαλμός.
Ελέησόν με, ὁ Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοι μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἀν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις εκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι ἀγαλλίασιν καί εὐφροσύνην, αγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα ευθές εγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή αντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὀδούς Σου καί ἀσεβεῖς ἐπί σε ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, αγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Αγάθυνον, Κύριε, ἐν τῆ εὐδοκία Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ονούφριε, πρός Ὀδούς Ἀρετῆς Ἲθυνον με. Χ.
ᾨδῇ α΄. ῏Ηχος πλ.δ΄. ῾Υγράν διοδεύσας.
Ονούφριε, ὅσιε ἀσκητά, Ὁ ἐν τῆ έρημω, ὑπομείνας τόν παγετόν, νυκτός καί τόν καύσωνα ἡμέρας, διά Χριστόν ̉ίθυνόν με πρός θέωσιν.
Νεκρώσας τά μέλη ἐπί τῆς γῆς, επέτυχες,πάτερ, τῆς α̉γήρω ἐν οὐρανοῖς, ζωῆς ἦς ἀξίωσον ευ̉χαίς σου, τυχεῖν τούς σοι προσιόντας Ονούφριε.
Όδον τήν εὐθεῖαν ἀρετῶν, βαδίσας τριβόλους καί παγίδας τοῦ πονηροῦ, ἐπάτησας καί σούς ἱκέτας, φυγεῖν ἀξίωσον, πάτερ Ονούφριε.
Θεοτόκιον.
Ὑπέραγνε Μῆτερ τοῦ Λυτρωτοῦ, κατάσβεσον φλόγα τῆς ψυχῆς μου σε δυσωπῶ, ῥανίσι τῶν θειών πρεσβειῶν σου, πρός τόν πηγήν Ζωηφόρον σε δείξαντα.
ᾨδῇ γ΄. Οὐρανίας ἁψῖδος.
Φως,Ονουφριε, θεῖον λαβών, Σεπτέ ὅσιε, ἐνδόν ἐν καρδία σου ὤφθης, ὅλος φωτόμορφος διό καί χάριν ἡμῶν, τήν σκοτομίνην διώκειν, τῶν παθών α̉πείληφας καί πάσης θλίψεως.
Ῥάβδῳ τῶν πρεσβειῶν σου πρός τόν Χριστόν στήριξον, τούς εἰλικρινῶς σε τιμῶντας, ἐν πέτρα πίστεως, τῆ ἀρραγεῖ ἀσκητά, ἐρήμου πάντιμον γέρας, ὅσιε Ονούφριε, πευματοφόρητε.
Ἰωάννου Προδρόμου καί Ἠλίου βήμασι, κατακολουθήσας Θεσβίτου ἒρημον ώκησας, καθηγητά μοναστῶν, καί υφηγῆτορ ἀζύγων, πρεσβευτά Ονούφριε, πάντων πρός Κύριον.
Θεοτοκίον.
Εἲς ψυχῶν σωτηρίαν τόν Ἰησοῦν τέξασα πάντων τῶν πιστῶς σε τιμώντων, Θεογεννήτρια, μεγάλων καί θαυμαστῶν κατηξιώθης χαρίτων ὅθεν ὕμνοις πάντοτε σε μεγαλύνομεν.
Ὁδήγησον πρός Θελημάτων ἐκπληρῶσιν τοῦ Ὑψίστου τούς προστρέχοντας εὐλαβῶς τῆ θεία σου χάριτι, Ονούφριε, άγγελε τῆς ἐρήμου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εὐκλείας τρυφᾶν Χριστοῦ τοῦ Παντοκράτορος ἀεί ἀσκητά, ἐπιποθῶν Ονούφριε, ἐν ἐρήμοις ώκησας καί σαρκός μαράνας σκιρτήματα Όσίων ώφθης κέρας καί ἡμῶν φρουρός καί ἀκέστωρ συμπαθέστατος.
ᾨδῇ δ΄. Εἰσακήκοα Κύριε.
Παρανόμοις, Ο̉νούφριε,σούς κατεστιγμένους ἀχρείους πρόσφυγας, ἔργοις ί̉ασαι πρεσβείας σου, μυστικῷ φαρμάκῳ πρός τόν Κύριον.
Ῥῦσαι πάντας, Ονούφριε, συνηθείας χείρονος τούς ἱκέτας σου, ὅ ψυχῆς καθάρας έ̉νδυμα ῥείθροις ἐγρατείας καί στερήσεων.
Ὁδηγόν σε κεκτήμεθα πρός ζωήν ἀγήρω, σεπτέ Ονούφριε, ὅ ἰσχύσας τόν γαυρούμενον ὄφιν ύποτάξαι τῆ ἀσκήσει σου.
Θεοτοκίον
Σκοτομίνην διάλυσον ταῖς φωτοβολίαις τῆς ἀγλαΐας σου, ἡλιόμορφε Παντάνασσα ἳνα ἲδω φώς Υἱοῦ σου ἂδυτον.
ᾨδῇ ε΄. Φώτισον ἡμᾶς.
Ὃρμος γαληνός, ἲσθι πάντων τῶν τιμώντων σε, ἐν τοῖς κλύδωσι τοῦ βίου θαυμαστέ, ἐρημίτα, τῆς Νειλῴας γῆς Ο̉νουφριε.
Δεῖξον μοι, όδόν μετανοίας τήν σωτήριον, θεοφόρε ἤν Παφνούτιος ἰδεῖν, ἠξιώθη, ἐν ἀβάτῳ γῆ Ονούφριε.
Όμβρισον πιστοῖς, ὑετόν τῆς προστασία σου, ὀμβροτόκος ὡς νεφέλη ἀσκητά πευματέμορφε, καί πάνσεπτε, Ονούφριε.
Θεοτοκίον
Ὕψωσον ἡμᾶς, πεπτωκότας εἲς τόν βόθυνον, χαμαιζήλων ἡδονῶν Μῆτερ Θεοῦ, πρός ἐπάλξεις, οὐρανῶν, Ἀειμακάριστε.
ᾨδῇ στ΄. Τήν δέησιν ἐκχεῶ.
Στερέωσον, τούς βροτούς, Ονούφριε, ἐν τῆ πίστει τοῦ Χριστοῦ τῆ ἀγίᾳ, καί εἰς καρδίας ἡμῶν θεῖον φόβον, σε ἀπάυστως ὑμνούντων ἐμφύσησον, ὡς ἀγρυπνίας, προσευχῆς καί φανόν τηλαυγέστατον.
Ἀτάκτων μου, λογισμῶν γαλήνευσον, τρικυμίαν τήν ἀγρίαν εὐχαῖς σου, καί πρός λιμένα Χριστοῦ θελημάτων, ὤσπερ εὐκλείας κοινωνόν τόν σε μεγαλύνοντα.
Ῥυσθείημεν, ψυχοκτόνου ἕξεως, καί δουλείας τῶν παθών θεοφόρε, καί τῆς ἐλλάμψεως τύχοιμεν πάτερ, τοῦ λυτρωτοῦ καί Σωτῆρος Ονούφριε, ἀναβοῶμεν ὅ θριξί μόναις σχών τό σαρκίον σκεπτόμενον.
Θεοτοκίον.
Ε̉πάκουσον, τῆς ἡμῶν δεήσεως Παναγία Θεοτόκε Παρθένε, καί μή παρίδῃς ἡμῶν τῶν δακρύων, σταλαγμούς ἀλλά τούτους προσάγαγε, τῷ σῶ Υίω καί Ποιητή, ὡς θυσίαν τῷ ὄντι εὐπρόσδεκτον.
Ὁδήγησον πρός θελημάτων ἐκπλήρωσιν τοῦ Ὑψίστου, τούς προστρέχοντας εὐλαβῶς τῆ θεία Χάριτι, Ονούφριε Ἄγγελε τῆς ἐρήμου.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’.Τοῖς τῶν αι̉μάτων σου.
Ὁ τῷ πυρί τῆς ἀγάπης τοῦ Κτίσαντος, τάς ἡδονάς καταφλέξας τοῦ σώματος, Ονούφριε πάτερ ἰσάγγελε, ὑπέρ ἤμων τόν Χριστόν καθικέτευε ὡς ἄν πάσης βλάβης ῥυώμεθα.
Προκείμενον.
Τίμιος ε̉ναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὑτοῦ.
Στίχος.Μακάριος α̉νήρ ὁ φοβούμενος τόν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (ἴα΄. 27 – 30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰ μή ὁ Πατήρ οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει, εἰμή ὁ Υἱός, καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς, καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πράος εἰμι, καί ταπεινός τή καρδία, καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ἐλαφρόν ἐστίν.
Δόξα.
Ταῖς τοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. ᾿Ελεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χείλη ἀδιάψευστα, τοῦ ίερού Παφνουτίου, ἄσκησιν ἐκήρυξαν σήν ἐπί ἐξήκοντα ἔτη ἅπασι τήν ὐπεράθρωπον, ἐν ταῖς ενδοτέραις ἐρημίαις, πάτερ ὅσιε, σεπτέ Ονούφριε ἤν καί νῦν ἀγαπήσεως τοῦ Παμβασιλέως πολύρρυτε, σβέσον σαῖς πρεσβείαις τό πῦρ τό ἀνυπόστατον ἡμῶν ἀρρωστημάτων καί θλίψεων τῶν καταφευγόντων σοι.
Σῶσον ὁ Θεός τόν λαό σου…
ᾨδῇ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν άυλων χαρίτων διαυγέστατον ἄγγος Πάτερ γενόμενος, χαρίτωσον τούς πίστει, Ονούφριε, ζητοῦντας σήν ταχεῖαν αντίληψην, καί τόν Σωτῆρα Χριστόν ἀεί δοξολογουντας.
Ὡς πολύφωτος λύχνος ἐξ ἐρήμου ἀβάτου ἡμῖν ἀνέλαμψας, Ονούφριε παμμάκαρ, ὁ φέγγει Οὐρανίῳ καταυγάζων τούς ψάλλοντας ὁ τῶν Πατέρων ἤμων, Θεός, εὐλογητός εἰ.
Νοητῶν ἐνεπλήσθην ὁ σός πρόσφυξ μωλώπων ῥοπή τῆ χείρονι, ἀλλά τῆς δυσωδίας, αὑτῶν ἐρήμου ἲον, τήν καρδίαν μου κάθαρον, ὁ εὐωδίαν Χριστοῦ ἐκπνέων σή ἀσκήσῃ.
Θεοτοκίον
Ἴδε ἄνωθεν, Μῆτερ, τούς πιστῶς ἀνυμνοῦντας τά σά θαυμάσια, καί τάς αἰτήσεις πλήροῦ, ἤμων Θεογεννήτορ, τῶν σπευδόντων ἑκάστοτε, τῆ σή θερμή ἀρωγῇ, καί ἀντιλήψει θεία.
ᾨδῇ η΄. Τόν Βασιλέα.
Θερμόν προστάτην ἐπικεκτήμεθα πάντες, σε Ὀνούφριε πνευματοφόρε, οἱ ἐν τρικυμίες, στενάζοντες τοῦ βίου.
Ὑπέρ τῶν πόθῳ, σε ἀνυμνούντων δυσώπει, τόν Σωτῆρα Ὀνούφριε Θεῖε, αἴθριος ὁ χρόνους, τοῦ βίου δαπανήσας.
Νόμῳ κακίας, δεδουλωμένον ἱκέτην, ἐλευθέρωσον σόν θεοφόρε, καί πρός εὐνομίας κατευθυνῶν με τρίβους.
Θεοτοκίον.
Ὄλῃ ἐφέσει, ψυχῆς ὕμνων σε Παρθένε, καθ̉ ἑκάστην εὐχάς Σου τάς θείας, πρός Θεόν αἰτοῦμαι, καί πάνσεπτον σου Τόκον.
ᾨδῇ θ΄. Κυρίως Θεοτόκον.
Νεώσας τήν ψυχήν σου, προσευχῆς ἀρότρῳ, καρπόν θεώσεως πάτερ ἐθέρισας, ἡμῶν μεσῖτα πρός Κτίστην, θερμέ Ὀνούφριε.
Μονάς τάς οὐρανίους, πάτερ κατοικήσας, τούς ἐπί γῆς σε Ὀνούφριε, ἐπιβουλῆς τοῦ παγκάκου ἀτρώτους φύλαττε.
Ελέησον εὐχαῖς σου, τούς σοι προσιόντας, καί ὑπερόπτας γηίνων ἀνάδειξον, τούς ἐκζητοῦντας σήν Χάριν, σεπτέ Ὀνούφριε.
Θεοτοκίον.
Χαρά τοῦ Ὀνουφρίου, Κεχαριτωμένη, ἡμῶν ἀχλύν ἀποδίωξον θλίψεων, ἰνᾷ ὑμνῶμεν γηθόμενοι σήν ἀντίληψιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως, Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Καί τά παρόντα μεγαλυνάρια,
Χαίροις τῆς ἐρήμου ὁ οἰκιστής, καί τῆς πολιτείας τοῦ Προδρόμου ὁ μιμητής, χαίροις ἐγκρατείας στηλογραφία έ̉μπνους, Ὀνούφριε πατέρων θειών ἀκρώρεια.
Νήφων γυμνητεύων καί ἀσιτῶν, ἐν τῆ ἐρήμῳ βίον τόν σόν, ἤνυσας ἡσύχως, Ὀνούφριε παμμάκαρ, διό χαράς ἐν πόλῳ, θείας ἠξίωσαι.
Μόνος ἐν ἐρήμῳ προσομιλῶν, μόνῳ τῷ Κυρίῳ τάς τοῦ Πεύματος ἀστραπάς, μυστικῶς ἐδέξω, καί γνόφον συναφείας, Ὀνούφριε τοῦ κόσμου πίστει διέλυσας.
Τούς ἐκδεχομένους σήν ἀρωγήν, ῥυσαί πάσης βλάβης καί δολίου ἐπιβουλῆς, τοῦ ἀντικειμένου, Ὀνούφριε λιταῖς σου, πρός τόν Παμβασιλέα Κτίστην καί Κύριον.
Φοίνικα ὑψίκομον ἀρετῆς, τόν ἐν τῆ ἐρημῶ ἐξανθήσαντα ἱερῶς, μέλψωμεν ἐκθύμως τῶν χοϊκῶν χορεῖαι, Ὀνούφριον τόν μέγαν καί Πνευματέμορφον.
Ὅνπερ ὁ Παφνούτιος ὁ σεπτός, εὗρεν ἐν ἐρήμῳ ἐνασκούμενον θαυμαστῶς, καί Ἀγγέλων βίον, μιμούμενον ἀσμένως, τιμήσωμεν ἐν ὕμνοις θείοις, Ὀνούφριον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
καί τό Ἀπολυτίκιον. Ἦχος πλ.ά.Τον συνάναρχον Λόγον.
Ἡλιοῦ καί Προδρόμου ὀδούς ζηλώσαντος, καί ταῖς τοῦ Πνεύματος αὔραις, ἰθυνομένου καλῶς, εἲς ἐνδοτέρω ἐρήμου εὐφημήσωμεν, γύμνωσιν καί ὑπομονήν ἐκβοῶντες, θεαυγές Ὀνούφριε, μή ἐλλιπής Χριστῷ Πρεσβεύων, συντρίψαι ἤμας παγίδας τοῦ ἀλάστορος.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ χρηματίσας μιμητής, Ἡλιοῦ ἐν Πνεύματι θείω, κόσμου συγχύσεως, μετανάστης γέγονας καί τάς κινήσεις σαρκός καταστείλας ἐπτέρωσας, ψυχήν πρός θαλάμους ου̉ρανων, Ὀνούφριε, ἔνθα νῦν Κύριον, χαίρων ἱκετεύεις ἀπαύστως καί ἤμας χαράς ἀξιώσαι ἀπολαύσαι θείας καί ἀτέρμονος.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Παθῶν, Ὀνούφριε ἀνώτερον τήρει
Χαραλάμπη σπεύδοντα σή βοηθείᾳ.

12 Ιουνίου
Τῶν Ἀγγέλων τὸν βίον ἐν σαρκὶ μιμησάμενοι, ὤφθητε ἐρήμου πολίται, καὶ χαρίτων κειμήλια, Ὀνούφριε Αἰγύπτου καλλονή, καὶ Πέτρε τῶν ἐν Ἄθῳ ὁ φωστήρ· διὰ τοῦτο τοὺς ἀγῶνας ὑμῶν ἀεί, τιμῶμεν ἀναμέλποντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι δι' ὑμῶν πάσιν ἰάματα.
Ἀποτμήματα στήν ὁμώνυμη Μονή Κερατέας Ἀττικῆς καί στή Μονή Λειμῶνος Λέσβου.
Προστάτης των δικαζόμενων