Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Εἲτα τὰ τροπάρια
Ἦχος δ´. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῆς αἰωνίου μετασχών εὐφροσύνης, ὑπέρ ἡμῶν διά παντός ἐκδυσώπει, τῶν σε τιμώντων Ὅσιε Νικόλαε, ὅπως λυτρωθείημεν, πειρασμῶν καί κινδύνων, καί πάσης στενώσεως, καί δεινῶν συμπτωμάτων, καί πληρωθῶμεν θείου φωτισμοῦ, οἱ τῆ θερμή σου, πρεσβεία προστρέχοντες.
Δόξα. Τό αὑτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· ειμή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καί ὁ Κανών οὐ ἡ ἀκροστιχίς·
Νίκην Νικόλαε ἡμῖν δίδου. Γερασίμου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγράν διοδεύσας.
Ναμάτων πληρούμενος θεϊκῶν, ταῖς σαῖς ἱκεσίαις, ἡμῖν όμβρησον νοητώς, σταγόνας τῆς θείας εὐσπλαγχνίας, τοῖς σε τιμῶσι Νικόλαε Ὅσιε.
Ἰσχύν ἡμῖν αἴτει παρά Θεοῦ, ὡς ἀν τῆς ἰσχύος, κατισχύσωμεν τοῦ ἐχθροῦ, Νικόλαε Πάτερ καί ἀμέμπτως, ἐπί τῆς γῆς τήν ζωήν διανύσωμεν.
Κακίας με λύτρωσαι τῶν παθών, καί πρός ἀπαθείας, καθοδηγεῖ με τήν ὀδόν, καί δίδου σοφίαν τῷ νοῖ μου, ὡς τῆς σοφίας Νικόλαε ὄργανον.
Θεοτοκίον.
Ἠλίου τῆς δόξης θεία λαμπάς, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, λῦσον τῶν παθών μου τήν ὀμίχλην, καί φωτισμῷ νοητῷ με καταύγασον.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Νόμῳ θείω ἰθύνας, τήν σήν ζωήν Ἅγιε, πάσης ἀνομίας καί πλάνης, ἡμᾶς ἀπάλλαξον, καί νόμοις πίστεως, καί ἐντολαῖς τοῦ Σωτῆρος, ἡμᾶς πολιτεύεσθαι, Πάτερ ἐνίσχυσον.
Νοῦν θεόφρονα δίδου, ἀποπληροῦν πάντοτε, τοῦ Θεοῦ τό θέλημα μάκαρ, ψυχῆς θερμότητι, καί ἀποτρέπεσθαι, τάς καθ’ ἡμῶν ἐπηρείας, Ἅγιε Νικόλαε, τοῦ πολεμήτορος.
Ἱλασμόν ἡμῖν αἴτει, παρά Θεοῦ Ἅγιε, καί τῶν καθ’ ἑκάστην πταισμάτων, τήν ἀπολύτρωσιν, ὡς ἀν Νικόλαε, δι’ εὐσεβείας ἀπᾴσῃς, τοῦ Θεοῦ τό ἔλεος, ἐπισπασώμεθα.
Θεοτοκίον.
Καταφύγιον μέγα, Χριστιανῶν πέφηνας, ἡ τόν Θεόν Λόγον αφράστως, κυοφορήσασα, Παρθένε Ἄχραντε· ὅθεν κάμε πεφευγότα, τῆ σή σκέπη ῥῦσαι με, πάσης κακώσεως.
Διάσωσον ταῖς σαῖς πρεσβείαις Νικόλαε θεοφόρε, πάσης βλάβης, καί πολυτρόπων κακώσεων, τούς προσιόντας τῆ θεία σου προστασία.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ, ἐδείχθης ἐνδιαίτημα, ἀμέμπτῳ ζωή, Νικόλαε μακάριε· διό ἡμᾶς ἀπάλλαξον, σοφιστείας ἀπᾴσῃς τοῦ Ὄψεως, ὡς ἀν σεμνῶς ἐν συνέσει πολλῇ, βαδίζωμεν τρίβον τήν σωτήριον.
ᾨδή δ´. Εἰσακήκοα Κύριε.
Ὁ θεράπων ὁ γνήσιος, Ἅγιε Νικόλαε τοῦ Παντάνακτος, καθικέτευε δεόμεθα, πάσης λυτρωθῆναι ἡμᾶς θλίψεως.
Λαμπρυνθείς τήν διάνοιαν, τῆ φιλοσοφία μάκαρ τῆς πίστεως, καταυγάζεις τάς ψυχάς ἡμῶν, πρός γνῶσιν τήν κρείττονα Νικόλαε.
Ἀρετῶν σκεῦος γέγονας, ἐν αἷς καθοδηγεῖ ἡμᾶς Νικόλαε, ἶνα μέτοχοι γενώμεθα, τῆς τοῦ Παρακλήτου ἐπιλάμψεως.
Θεοτοκίον.
Ἐξ ἀχράντων αἱμάτων σου, σαρκωθείς ὁ Λόγος Κόρη δι’ ἔλεος, ἀλογίας πάσης ῥύεται, τούς σε Θεοτόκον καταγγέλοντας.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἤνυσας καλῶς, τήν ζωήν μάκαρ Νικόλαε· διά τοῦτο ἐνδυνάμωσον ἡμᾶς, ἐναρέτως ἐν τῷ κόσμῳ ἀναστρέφεσθαι.
Μύστης γεγονώς, τοῦ Θεοῦ τῆς ἀγαθότητος, μυσταγώγησον ἡμᾶς ταῖς σαῖς λιταῖς, ἅπαν εἶδος θείων πράξεων Νικόλαε.
Ἵλεων ἡμῖν, ταῖς πρεσβείαις σου ἀπέργασαι, τόν Σωτῆρα καί φιλάνθρωπον Θεόν, ὡς τῆς δόξης θεωρός αὑτοῦ Νικόλαε.
Θεοτοκίον.
Νέκρωσον Ἀγνῇ, τῆς σαρκός μου ἅπαν φρόνημα, ἡ τεκοῦσα τήν ζωήν τήν ἀληθῆ, καί πρός τρίβους μετανοίας με ὁδήγησον.
ᾨδὴ στ´. Τήν δέησιν.
Δοχεῖον, τοῦ Παρακλήτου ἐδείχθης, τῆ λαμπρότητι τῆς σής πολιτείας· ὅθεν ταῖς σαῖς πρός Θεόν μεσιτείαις, σκεύη ἡμᾶς τῆς αὑτοῦ ἀγαθότητος, ἀνάδειξον δι’ ἀρετῆς, θεομάκαρ Νικόλαε Ὅσιε.
Ἰθύνας, πρός ἀρετήν τήν ζωήν μου, πηδαλίῳ τῆς πρεσβείας σου Πάτερ, πρός ἀσφαλῆ με κυβέρνησον ὅρμον, τῆς σωτηρίας Νικόλαε Ἅγιε, ἶνα συμμέτοχος ὀφθῶ, μετά τέλος τῆς ἄνω λαμπρότητος.
Δραγμάτων, τῆς μυστικῆς γεωργίας, κομιζόμενος τόν πλοῦτον θεόφρον, σύν τοῖς χοροῖς τῶν Ἁγίων ἁπάντων, τῆς τῶν παθῶν με πτωχείας ἀπάλλαξον, Νικόλαε Πάτερ σοφέ, καί τροφῇ νοητῇ με διάθρεψον.
Θεοτοκίον.
Ὁ θρόνος, τοῦ Βασιλέως τῆς δόξης, ἡ καθέδρα ἡ λαμπρά τοῦ Δεσπότου, Εὐλογημένη Παρθένε Μαρία, ἀπό κοπρίας παθῶν με ἀνάστησον, καί νεὐρωσόν μου τήν ψυχήν, πρός ζωῆς ἐναρέτου ἐπίδοσιν.
Διάσωσον ταῖς σαῖς πρεσβείαις Νικόλαε θεοφόρε, πάσης βλάβης καί πολυτρόπων κακώσεων, τούς προσιόντας τῆ θεία σου προστασία.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τῆς σοφίας θεράπων Νικόλαε, καί μυστογράφος τῆς χάριτος ἔνθεος, ἡμῖν θείαν αἴτησαι σύνεσιν, τοῦ συνιέναι Κυρίου τό θέλημα, ὡς ἀν θείας δόξης μετάσωμεν.
Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὤσει κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν οἰκῶ Κυρίου…
Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου· καί οὐδείς επιγινώσκει τόν Υἱόν, ειμή ὁ Πατήρ· οὐδέ τόν Πατέρα τις επιγινώσκει, ειμή οΥίος, καί ὦ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς, καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἰμι, καί ταπεινός τῆ καρδία καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ἐλαφρόν ἐστίν.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις έλεήμον έξάλειψον τά πλήθη τών έμών έγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις έλεήμον έξάλειψον τά πλήθη τών έμών έγκλημάτων.
Στίχ. Ἐλέησον με ὁ Θεός κατά τό μέγα έλεός σου…
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Σκεῦος καθαρώτατον, τῆς θεϊκῆς ἐπιπνοίας, ἐναρέτων πράξεων, θείαις ἐπιδόσεσιν ὤφθης Ἅγιε, καί λαμπτήρ πάμφωτος, τῆς Ὀρθοδοξίας· διά τοῦτο σου δεόμεθα· Ἡμᾶς εδραίωσον, ταύτης ταῖς σεπταῖς παραδόσεσι, καί ἅπαν δόγμα ἔκφυλον, πόρρω ἀπορρίπτειν ἑκάστοτε, καί Χριστόν απαύστως, ἱκέτευε Νικόλαε σοφέ, ἶνα τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα.
Σῶσον, ὁ Θεός, τόν λαόν Σου…
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑψηλή διανοίᾳ, τήν τοῦ Πνεύματος χάριν ὑποδεξάμενος, χαρίτωσον τάς φρένας, Νικόλαε παμμάκαρ, τῶν βοώντων ἑκάστοτε. Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
Ἑνώσει θεία ἐκλάμπων, καί σοφία ποικίλη Πάτερ Νικόλαε, ἐκ πάσης ἀφροσύνης, καί γνώμης σφαλλομένης, τούς βοῶντας ἀπάλλαττε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
Ἐναρέτως βιώσας, τῶν Ἁγίων συνόμιλος ὤφθης Ὅσιε· μεθ’ ὤν Χριστόν δυσώπει, ῥυσθῆναι πάσης βλάβης, τούς βοῶντας Νικόλαε. Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
Θεοτοκίον.
Ρυπωθείς τήν καρδίαν, πλημμελείαις ἀμέτροις καί παραβάσεσι, βοῶ σοι Θεοτόκε, τοῦ ῥύπου τῆς κακίας, κάθαρόν με καί σῶσον με, ἶνα ὑμνῶ σε ἀεί Ὑπερευλογημένη.
ᾨδὴ η´. Τόν Βασιλέα.
Ἄνωθεν ἴδε, ἡμῶν τόν πόθον καί πλήρου, τά αἰτήματα Νικόλαε παμμάκαρ, τῶν ὑπερυψούντων, Χριστόν εἰς τούς αἰῶνας.
Σοφίας, αἴγλη, οἵα σοφός καί ἀγχίνους, καταπύρσευσον ἡμῶν τάς διανοίας, Νικόλαε Πάτερ, πρός θείαν εὐδοκίαν.
Ἰλύος πάσης, τῆς ἐμπαθοῦς ζωῆς ῥῦσαι, ταῖς πρεσβείαις σου Νικόλαε θεόφρον, τούς ὑπερυψοῦντας, Χριστόν τόν Βασιλέα.
Θεοτοκίον.
Μῆτερ Κυρίου, καί Ἀειπάρθενε Κόρη, τῆς καρδίας μου ἀποπλῦνον τόν ῥύπον, τῆς σής εὐσπλαγχνίας, τοῖς ζωηρρύτοις ῥείθροις.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ὁλόφωτος Κυρίῳ, παρεστώς παμμάκαρ, ταῖς φωτοφόροις πρεσβείαις σου λύτρωσαι, ἐκ σκοτασμοῦ ἁμαρτίας ἡμᾶς Νικόλαε.
Ὑπέρτερον τόν νοῦν μου, ὑλικῶν φροντίδων, ἐπιστασία σου δεῖξον Νικόλαε, καί ἐννοιῶν οὐρανίων πλῆσον με δέομαι.
Μή παύσῃ ἱκετεύων, Νικόλαε μάκαρ, τήν Παναγίαν Τριάδα δεόμεθα, ὑπέρ ἡμῶν τῶν ἐν πίστει μακαριζόντων σε.
Θεοτοκίον.
Μαρία Θεοτόκε, Κεχαριτωμένη, τῆς ἐπηρείας τοῦ ὄφεως λύτρωσαι, τήν ταπεινήν μου καρδίαν ἶνα δοξάζω σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σέ μεγαλύνομεν.
και τα παρόντα Μεγαλυνάρια.
Χαίροις τῆς σοφίας μύστης λαμπρός, καί ἀμέμπτου βίου, ὑποτύπωσις ἀληθής· χαίροις τοῦ Σωτῆρος, θεοειδής θεράπων, Νικόλαε παμμάκαρ, Ἁγίων σύσκηνε.
Ζήσας ἐν τῷ κόσμῳ θεοπρεπώς, ὡς τῶν ἐνταλμάτων, τοῦ Κυρίου ἐκπληρωτής, χάριτος τῆς θείας, ἀξίως ἐπληρώθης, Νικόλαε καί ὤφθης, στόμα θεόσοφον.
Λόγῳ καί σοφία πνευματική, Πάτερ διαπρεπῶν, ὡς δοχεῖον τῶν ἀρετῶν, ὤφθης Ἐκκλησίας, Νικόλαε φαιδρότης, καί τῆς Ὀρθοδοξίας, ἄστρον πολύφωτον.
Ἄναξι καί ἄρχουσι ποθητός, Νικόλαε ὤφθης, ὡς θεράπων Χριστοῦ σοφός· ἔνθεν σου τήν χάριν, ὑμνεῖ Θεσσαλονίκη, ἐν σοι σεμνυνομένῃ, Πάτερ θεόσοφε.
Στόμα πλῆρες χάριτος ἐσχηκώς, ὤφθης εὐσεβείας, ὑποφήτης περιφανῇς, καί τῶν Ὀρθοδόξων, δογμάτων θεῖος κῆρυξ, ἐν Πνεύματι Ἁγίῳ, μάκαρ Νικόλαε.
Σύν Ἀγγέλοις Πάτερ καί σύν χοροῖς, τῶν Ἁγίων πάντων, οἵα τούτων συγκοινωνός, πρέσβευε ἀπαύστως, Νικόλαε Κυρίῳ, τοῦ ῥύεσθαι κινδύνων, ἡμᾶς καί θλίψεων.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξης ἀπολαύων θεϊκῆς, σύν τοῖς ἀπ’ αἰῶνος Ἁγίοις, ὡς τούτων σύσκηνος, Ἅγιε Νικόλαε, ἀπαύστως πρέσβευε, τῆ Τριάδι δεόμεθα, ὑπέρ τῶν τιμώντων, τά σά προτερήματα, καί τούς καμάτους σου, ῥύεσθαι ἡμᾶς πάσης βλάβης, καί ἐξ ἀναγκῶν πολυτρόπων, καί ἐπερχομένων πικρῶν θλίψεων.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Δίστιχον.
Δέξαι Νικόλαε τήν δέησιν ταύτην
Καί δίδου τήν χάριν σου τῷ Γερασίμῳ.
20 Ιουνίου
Ὡς θεῖος διδάσκαλος, καὶ ὑποφήτης σοφός, δογμάτων τῆς πίστεως, καὶ ἀρετῶν ἱερῶν, Νικόλαε Ὅσιε, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ βίου καὶ λόγου. Ὅθεν Θεσσαλονίκη, τῇ σῇ δόξῃ καυχάται, καὶ πόθῳ ἑορτάζει, τὴν πάνσεπτον μνήμην σου.
Ερμηνεία της Θείας Λειτουργίας