Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὢς Ιεράρχης εὐκλεὴς τοῦ Σωτῆρος, καὶ ᾿Ορθοδόξων ἄκατάσειστος στῦλος, ὑπὲρ ἡμῶν πρὸς Κύριον ἱκέτευε, Μᾶρκε ἰερώτατε, Ἐκκλησίας λαμπρότης, πάσης ἡμᾶς ῤύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ ἐπηρείας τῆ των δυσμενῶν, τοὺς προσιόντας
θερμῶς τῇ πρεσβείᾳ σον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Μᾶρκε ρῦσαί με πάσης ἀνάγκης. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μεγίστης εὐκλείας καὶ χαρμονῆς, Μᾶρκε θεηγόρε, ἀπολαύων ἐν οὐρανοῖς, τους ἐπι τῆς γῆς σε ἀνυμνοῦντας, πειρατηρίων παντοίων ἀπάλαξον.
Ατίνακτος βάσις τῶν εὐσεβῶν, Μᾶρκε ἀνεδείχθης, ὡς τοῦ Πνεύματος θησαυρός, διὸ με ἀσάλευτον συντήρει, τῇ τῶν Πατρῴων δογμάτων στερρότητι.
Ῥοαῖς τῶν ἁγίων σου πρεσβειῶν, παθῶν μου τὴν φλόγα, Πάτερ σβέσον ὡς συμπαθής, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν, πρὸς μυστικὴν εὐκαρπίαν κατάρδευσον.
Θεοτοκίον.
Κυρίων τὸν Κύριον καὶ Θεόν, τεκοῦσα Παρθένε, ὑπέρ φύσιν μετὰ σαρκός, τῆς κυριαρχίας μὲ τοῦ πλάνου, τῇ σῇ δυνάμει ἀπάλλαξον δέομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐσεβείας ἐκφάντωρ, θεοειδὴς πέφηνας, ὅθεν εὐσεβεῖν με ἐν πᾶσι, λόγοις καὶ πράξεσι, Μᾶρκε δυνάμωσον, καὶ θεοφρόνως δουλεύειν, Πάτερ με αξίωσον, τῶ Παντοκράτορι.
Ῥιπιζόμενον Πάτερ, ταῖς χαλεπαῖς πνεύσεσι, τῶν ἐπηρειῶν τοῦ Βελίαρ, καὶ ἐπιθέσεων, στήριξον δέομαι, ὑπομονῆς με τῇ πέτρᾳ, καὶ πταισμάτων αἴτει μοι, Μᾶρκε τὴν ἄφεσιν.
Ὑπέρ πάντων δυσώπει, τον ἀγαθὸν Κύριον, τῶν εἰλικρινῶς, προστρεχόντων, τῆ προστασίᾳ σου, Μᾶρκε θεόσοφε, ὡς ἂν ατάραχον βίον, Πάτερ διανύωμεν, ἀκατάγνωστον.
Θεοτοκίον.
Ο περίβλεπτος θρόνος, καὶ φλογερὸς Ἂχραντε, τοῦ Παμβασιλέως Κυρίου, καὶ Παντοκράτορος, τὸν νοῦν μου ὕψωσον, ἐξ ἐννοιῶν χαμαιζήλων, πρὸς ὑψώσεις Δέσποινα, βίου λαμπρότητος.
Διάσωσον Ἀρχιεράρχα Κυρίου Μᾶρκε θεόφρον, ἱκεσίαις ταῖς ἱεραῖς σου πρὸς Κύριον, τοὺς ἀδιστάκτως προστρέχοντας τῆ σῆ σκέπῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αῖτησις καί το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ϑερμός, τῶν Ορθοδόξων πέφηνας, καὶ στόμα σοφόν δογμάτων τῶν τῆς πίστεως, Μᾶρκε Ἐφέσου πρόεδρε, ἐν οἲς πάντοτε στήριξον Ἂγιε, ἡμῶν τὰς καρδίας ἀκλινῶς, ὠς ἂν θείας δόξης ἐπιτύχωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Υπερήφανον δράκοντα, καθ᾿ ἡμῶν δολίως μηχανευόμενον, κατασύντριψον δεόμεθα, τῇ ποιμαντικῇ σου ράβδῳ Αγιε.
Μὴ ἐλλείπῃς πρὸς Κύριον, Πάτερ ἀναφέρειν δεήσεις πάντοτε, ὑπὲρ πάντων τῶν τιμώντων σε, ὡς ἰερομύστην ἐνθεώτατον.
Ἐν κινδύνοις βοήθειαν, καὶ παραμυθίαν ἐν περιστάσεσι, Μᾶρκε δίδου τοῖς ἐκ πίστεως, ἐπιβοωμένοις σου τὸ ὂνομα.
Θεοτοκίον.
Περασμοῖς συνθλιβόμενος, ἐξ ἁμαρτιῶν πληθύος ὁ δείλαιος, ἐκ καρδίας ἀνακράζω σοι, Σῶσόν με Παρθένε τῇ σῇ χάριτι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἂνωθεν ἡμᾶς ἐποπτεύεις Πάτερ ἲλεως, ἔκλυτρούμενος δεινῶν παντοδαπῶν, τοὺς προστρέχοντας τῇ θείᾳ ἀντιλήψει σου.
Σκέπη ἀσφαλής, γενοῦ Μᾶρκε ἱερώτατε, καὶ προπύργιον ἰσχύος αῤῤαγοῦς τοῖς ἐκ πόθου προσιοῦσι τῇ πρεσβείᾳ σου.
Ἣσχυνας σοφῶς, τῶν αἰρέσεων τὸ φρύαγμα ἐξ ὧν Μᾶρκε ἡμᾶς τήρε ἀσινεῖς, ὠς τῆς πίστεως θερμότατος ὑπέρμαχος.
Θεοτοκίον.
Σῶμα καὶ ψυχήν, ἁμαρτίαις κατεμόλυνα, ἐξ ὧν πλῦνόν με καὶ κάθαρον Ἀγνή, ταῖς ρανίσι τῆς πλουσίας σοῦ χρηστότητος.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀκοίμητος, βοηθός καὶ πρόμαχος, Ὀρθοδόξων ἀνεδέδειξαι Πάτερ, ὡς ὑποφήτης τῶν θείων δογμάτων, ὅθεν κατεύνασον Μᾶρκε δεόμεθα, τὴν καθ’ ἡμῶν τοῦ δυσμενοῦς, μαινομένην κακίαν ὀλέθριον.
Νέκρωσάς μου, τῆς σαρκὸς τὸ φρόνημα, ζωηφόροις σου πρεσβεῖαις παμμάκαρ, τὴν νεκρωθεῖσαν ψυχήν μου κακία, και συνηθεία παθῶν ἐξανάστησον, προς επιδόσεις αγαθᾶς, ἐναρέτου ζωῆς Μᾶρκε ἔνδοξε.
Ἀπάσης μέν, ἀρετῆς ἐξέκλινα, εἰς βυθὸν δὲ κατηνέχθην κακίας, τῇ πονηρᾷ ἁμαρτίᾳ δουλεύων, καὶ τοῦ Χριστοῦ παροργίζων τὸ εὔσπλαγχνον, ἀλλὰ σὺ Μᾶρκε ἱερέ, τὴν ζωήν μου βελτίωσον δέομαι.
Θεοτοκίον.
Γεννήσασα, τοῦ παντὸς τὸν αἴτιον, ὑπὲρ λόγον καὶ αἰτίαν Παρθένε, τὰς παραλόγους ὁρμὰς τῶν παθῶν μου, τῷ θείῳ νόμῳ ὑπόταξον δέομαι, καὶ δίδου μοι καθαρτικόν, μετανοίας Πανάχραντε δάκρυον.
Διάσωσον Ἀρχιεράρχα Κυρίου Μᾶρκε θεόφρον, ἱκεσίαις ταῖς ἱεραῖς σου πρὸς Κύριον, τοὺς ἀδιστάκτως προστρέχοντας τῆ σῆ σκέπῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις καί το Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὠς προστάτης τῶν Ορθοδόξων καὶ πρόβολος, καὶ μεσίτης προς τὸν Ποιητὴν ἀξιόθεος, μἠ ελλίπης ὐπέρ ἡμῶν πρεσβεύειν ἐκτενῶς, ἲνα ῤυσθῶμεν πᾶσης ὀργής, καὶ τῶν ἐν βίω, παντοίων πειρατηρίων, Μᾶρκε Ἐφέσου ὀ ποιμήν, εὐσεβούντων τα πληρώματα.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Οι ἰερείς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἰ Ὂσιοι σου ἀγαλλιάσονται.
Στίχ. Καυχήσονται Ὂσιοι ἐν δόξη, καὶ ἀγαλλιάσονται ἐπι τῶν κοιτῶν αὐτῶν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄. 1 – 9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής• ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ• ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾽Ιησοῦς• ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί• ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα• δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριτος τοῦ Πνεύματος, φωτοειδέστατον σκεῦος, Μᾶρκε Ἱερώτατε, ᾿Ορθοδόξων στήριγμα καὶ διάσωσμα, πειρασμῶν κόπασον, τὰς επαναστάσεις, καὶ τῶν θλίψεων τὸν κλύδωνα, πράυον Ἂγιε, καθ᾽ ἡμῶν πικρῶς ἀγριαἰνοντα, εἰρήνην ἡμῖν ἂνωθεν, Πάτερ καὶ γαλήνην δωρούμενος, καὶ τῶν ἐναντίων, τὴν ἅσχετων κατάσβεσον ὁρμήν, τὴν τυραννοοῦσαν καὶ θλίβουσαν, ἡμῶν τὴν διάνοιαν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καθαιρέτης ἐδείχθεις, τῶν θείων δογμάτων Μᾶρκε μακάριε, καὶ νῦν τῆς Πατρώας, τολμῶνταας ἐπεμβαίνειν, εὐσεβείας κατἀβαλε, ομολογία ἡμᾶς, στηρίζων ὀρδοδόξῳ.
Ησή ἒνθεος γλῶσσα, τοὺς τῆς Δύσεως γόνους Μᾶρκε κατέπληξε, και νῦν τῆς εὐσπλαγχνίας, τὸ ἔλεος τῆς θείας, κινησάτῳ δεόμεθα, ἐφ’ἡμᾶς Πάτερ σοφέ, τους ἐξηπορημένους.
Σωτηρίας πρὸς τρίβον, ἐξ ὁδοῦ ἀπωλείας ἡμᾶς ἐπίστρεψον και σθένος δίδου Πάτερ, ἡμῖν κατὰ τοῦ πλάνου, τοῦ ὡς λέοντος πάντοτε, ὠρυομένου δεινῶς, κατὰ τῶν ἱκετῶν σου.
Θεοτοκίον.
Γεωργεῖν με σωφρόνως, τὰ οὐράνια Κόρη, δίδου νοήματα, και φεύγειν ὁλοτρόπως, τῶν ἐννοιῶν τῶν φαύλων, μετοχήν την ολέθριον, ἲνα Χριστῷ τῷ Θεω, δουλεύσῳ θεοφρόνως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν τῷ ναῷ σου, Πάτερ προστρέχομεν πίστει, ἵνα λάβωμεν ψυχῶν τε καὶ σωμάτων, ἴασιν καὶ χάριν, τῇ σῇ πρεσβείᾳ Μᾶρκε.
Ῥὥσιν σωμάτων, ρῶσιν ψυχῶν καὶ εἰρήνην, Μᾶρκε πάνσοφε παρέχει ἡ Ἐϊκών σου, τοῖς προσερχομένοις, αὐτῆς μετ᾿ εὐλαβείας.
Ἀσϑενημάτων, καὶ πάσης ἄλλης ἀνάγκης, ρύου πάντοτατε τους σε παρακαλοῦντας. Μᾶρκε θεηγόρε, Ὀρθοδοξίας σάλπιγξ.
Θεοτοκίον.
Σκέπασον Κόρη, ἐκ τῶν τοῦ Βελίαρ, τῇ τῆς σκέπης σου θείᾳ ἐπισκιάσει, τοὺς ὑμνολογοῦντας, τὴν σὴν μέγαλωσύνη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος ἁμαρτίας, καὶ τῶν ἐν τῷ βίῳ, πλημμελημάτων ἡμᾶς ἐλευθέρωσον, ὡς ἱερὸς Ἱεράρχης Μᾶρκε μακάριε.
Μνημόνευε ἀπαύστως, Μᾶρκε θεηγόρε, τῶν προσιόντων θερμῶς τῇ σῇ χάριτι, ὡς ἂν σωφρόνως ἐν κόσμῳ πολιτευσόμεθα.
Οδύνης συνεχούσης, Πάτερ τὴν ψυχήν μου, τὴν χαλεπὴν συνοχήν διασκέδασον, καὶ σεσωσμένον με Μᾶρκε Χριστῷ προσάγαγε.
Θεοτοκίον.
Ὑμνῶ σε Παναγία τῇ γὰρ χάριτί σου, πρὸς μετανοίας ὁδόν κατευθύνομαι, αλλ’ἕως τέλους ζωῆς μου Κόρη βοήθησον μοι.
Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τῆς Ὀρθοδοξίας σάλπιγξ λαμπρά, ὥφθης Ἱεράρχα, και ἐκφάντωρ θεοειδής, Μᾶρκε ϑεηγόρε, θεράπον τῆς Τριάδος, καὶ πρόεδρε ᾿Εφέσου πανευκλεέστατε.
Τοὔ Αγίου Πνεύματος εἰληφώς, ὡς καθάρας Πάτερ, τὴν ψυχήν σου ταῖς ἀρεταῖς, τὴν ἔλλαμψιν, Μᾶρκε, τῶν εὖσεβῶν δογμάτων, ὑπέρμαχος ἐδείχθης ἀκαταγώνιστος.
Στόμα σου ἀνοίξας το ἰερόν, ἐν τῆ Φλωρεντίᾳ, διετράνωσας εὐθαρςῶς τῆς έν τη Ἐώα Ἀγίας Ἐκκλησίας, τὴν χάριν και τον πλούτον και τῆν ακρίβειαν.
Χαίροις εὐσεβείας ρήτωρ λαμπρός, και της Έκκλησίας θεοστήρικτος ἑδρασμός, χαίροις τα ἐν Δύσει, αἰρέσεων τὸ ξῖφος, ὦ Μᾶρκε θεηγόρε, φωστὴρ οὐράνιε.
Χάριτι τῇ θείᾳ καταυγασθείς, στῦλος ᾿Εκκλησίας, καὶ ἐδραίωμα ἀρραγές. Μᾶρκε ἀνεδείχθεις, διὸ στήριξον πάντας, τῆ Ὀρθοδόξῳ πίστει, τοὺς σὲ γεραίροντας.
Ἐχῶν παρρησίαν πρὸς τὸν Χριστόν, Ἱεράρχα Μᾶρκε, καθικέτευε ἐκτενῶς, πάσης ἡμᾶς βλάβης, καὶ ἀναγκῶν καὶ πόνων, καὶ χαλεπῶν σκανδάλων, λυτροῦσθαι πάντοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μᾶρκε Ὀρθοδόξων καλλονή, καὶ τῆς Παναγίας Τριάδος, θεράπων μέγιστε, ὐπέρ ἧς ἠγώνισαι, στερρῷ φρονήματι. Καθικέτευε πάντοτε, ὑπὲρ τῶν ἐν πἰστει, προστρεχόντων Ἀγιε, τῆ προστασίᾳ σου, παύων πειρασμῶν τὰς ἐφόδους, καὶ εἰρήνην
Πάτερ παρέχων, καὶ πταισμάτων λύσιν τοῖς ὑμνοῦσί σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Γεράσιμος Μᾶρκε σοι δεήσεις πλέκει
Ἀνθ’ὠν δίδου ἒλεος πᾶσι καὶ χάριν.
19 Ιανουαρίου
Θείας πίστεως, ομολογία, μέγον εύρατο, η Εκκλησία, ζηλωτήν σε θειε Μάρκε πανεύφημε, υπερμαχούντα πατρώου φρονήματος, και καθαιρούντα του σκότους υψώματα. Όθεν άφεσιν, Χριστόν τον θεόν ικέτευε, δωρήσασθαι ημίν τοις σε γεραίρουσι.