Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τα τροπάρια
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τούς ἀνυμνοῦντας σε, Φιλούμενε, πλῆσον χαράς ἀρρήτου, ὑγείας καί σθένους ψυχῆς πατήσαι δαίμονος δολίου ἰσχύν, νέε ιερόαθλε τῆς Χριστοῦ Ἐκκλησίας καί κοσμῆτορ Φρέατος Ιακώβ, ἐκβοῶμεν, χερσίν ἀνόμων ἄρτι ὁ κτανθείς καί ἀθλοφόρων λαμπρύνας συστήματα.
Δόξα, τό αὑτό. Καί νῦν, Θεοτόκιον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν, Δέσποινα ἐκ σου ˙ σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καί ὁ Κανών, οὐ ἡ Ἀκροστιχίς:
«Φιλεῖν με Χριστόν, Φιλούμενε, ἀξίωσον, Χ.»
Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Φιλεῖν ὑπέρ πάντας με τόν Χριστόν, Φιλούμενε μάρτυς, καταξίωσον τόν πιστῶς προσφεύγοντα σου ταῖς ἱκεσίαις, ἰεροάθλων νεόδρεπτον λείριον.
Ἱκανῶσον πάντας τήν σωστικήν ὀδόν διανύσαι τούς γεραίροντας εὐλαβῶς, Φιλούμενε, σου τήν πολιτείαν καί Ιακώβ ἐν τῷ Φρέατι ἄθλησιν.
Λαμπάς Ὀρθοδόξου διαγωγῆς καί ἄστρον ἀνδρείας, εὐψυχίας καί ἀρετῆς, Φιλούμενε, σκέδασον τόν ζόφον ἡμῶν παθών χαμαιζήλων καί θλίψεων.
Θεοτόκιον.
Ἐλέους αείρρυτε ποταμέ, Κεχαριτωμένῃ, τάς καρδίας σῶν οἰκετῶν κατάρδευσον νάμασιν εὐνοίας καί προστασίας τῆς θείας σου, Δέσποινα.
ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Ιερόαθλε νέε τῆς τοῦ Χριστοῦ πίστεως, γόνε τιμαλφέστατε Κύπρου καί παμφαέστατε Ὀρθοδοξίας φωστήρ, μάκαρ Φιλούμενε, λῦσον λυπηρῶν σκοτόμαιναν τῶν προστρεχόντων σοι.
Νεαυγέστατον ἄστρον διαγωγῆς κρείτττονος τό καταφωτίσαν ἀκτίσι πάντας συνέσεως, σῶν ἱκετῶν τάς ψυχάς ἐπιζητεῖν τά ἐν πόλῳ φώτισον, Φιλούμενε, πάτερ πανάριστε.
Μαρτυρίου τάς τρίβους ἄρτι καλῶς ἤνυσας ἐν ναῶ σεπτῷ Σαμαρείας μάκαρ, Φιλούμενε, δεικνύων πᾶσιν ἡμῖν σόν ἀκατάβλητον σθένος, πρεσβευτά θερμότατε πάντων πρός Κύριον.
Θεοτόκιον.
Εὐσυμπάθητε Μῆτερ τοῦ Λυτρωτοῦ, πρόσδεξαι σου τῶν οἰκετῶν τάς δεήσεις, Θεογεννήτρια, καί πλήρου πάντων ἡμῶν τῶν εὐλαβῶς σε ὑμνούντων δίκαια αἰτήματα πρός βίον κρείττονα.
Φιλούμενε, ἱερομάρτυς νεόλεκτε, τάς δεήσεις τῶν προσφύγων σου τῶν Θεῶ καί Κτίστῃ προσάγαγε, Οὐ κάλλους τοῦ θείου νῦν ἀπολαύεις.
Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χαράν ἀληθῆ καί εὐφροσύνην ἔνθεον παρέχει πιστοῖς ἡ θήκη σου σκηνώματος, ἤν νῦν ἀσπαζόμεθα ἐκβοῶμεν˙ Φιλούμενε πάντιμε, νεομαρτύρων εὖχος ἱερόν, ἡμῶν πλήρου πάντα τά αἰτήματα.
Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.
Χάρις ἡ δεδομένη σοι γένοιτο ἐν θλίψεσι τοῖς σοῖς πρόσφυξι στηριγμός, σεπτέ Φιλούμενε, ἀσφαλείας, σθένος καί βοήθεια.
Ῥῶσιν πᾶσιν ἀνάβλυσον καί παραμυθίαν καί θεῖον ἔλεος, θαυματόβρυτε Φιλούμενε, ταῖς εἰλικρινῶς σε μακαρίζουσι.
Ἰατρεύων νοσήματα καί κακώσεις, πάτερ, ὡς συμπαθέστατος μή ἐλλίπῃς τῶν τιμώντων σε καί πλουτούντων ῥύστην σε, Φιλούμενε.
Σβέσον καύσωνα θλίψεων καί τό καθ΄ημών ἀλάστορος σύντριψον θράσος, Μῆτερ ἀειπάρθενε, Θεοτόκε, κόσμου καταφύγιον.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Τίμιε βλαστέ τῆς Ὀρούντης καί ἐξάνθισμα τῆς Μονῆς Σταυροβουνίου εὐανθές, σῶν λιτῶν με μύρω εὔφρανον, Φιλούμενε.
Όμβρισον ἡμῖν ὑετόν τῆς θείας χάριτος, χαριτόβρυτε Φιλούμενε σοφέ, ὀμβροτόκος ὡς νεφέλη ἁγιάσματος.
Νέε ἀθλητά, ἀστασίαστον, Φιλούμενε, ταῖς τοῦ βίου πολυστρόφοις συμφοραῖς διατήρησον ζωήν ἡμῶν, μακάριε.
Θεοτόκιον.
Φώτισον ἡμῶν τάς ὀδούς, Θεογεννήτρια, ἶνα μή πρός σκοτομήνην ζοφεράν πορευθῶμεν ἁμαρτίας, Μητροπάρθενε.
Ὠδή στ΄. Τήν δέησιν.
Ἰάματα τό σεπτόν σου σκήνωμα, ὁ ἡ Μάνδρα τῆς Σίων θησαυρίζει παντοδαπά τοῖς πιστοῖς ἀναβλύζει τοῖς προσιοῦσιν αὑτό καί κραυγάζουσι θερμῶς ˙ Φιλούμενε σεπτέ, ἰατρός ἡμῶν ἴσθι ταχύτατος.
Λαμπόμενος ἀρετῶν ταῖς χάρισι, ταπεινώσεως αὐγαῖς καί ἀκτίσιν ὑπακοῆς κατεφώτισας πάντας τούς προσιόντας σοι, μάκαρ Φιλούμενε ˙ διό βοῶμεν σοι ˙ ψυχῶν ζοφεράν ἡμῶν σκέδασον ἔπαρσιν.
Ὁμότροπε ἀθλητῶν, Φιλούμενε, τῶν ἀρχαίων ἐν ἐσχάτοις τοῖς χρόνοις χερσίν ἀνόμων ἐχθρῶν απεκτάνθης παρ΄Ιακώβ Φρέαρ, ὦ διηκόνησας, ἐν ὤρα τοῦ ἑσπερινοῦ, πρεσβευτά πρός Θεόν ἡμῶν ἔνθερμε.
Θεοτόκιον.
Ὑμνοῦντες σε φωτεινόν ὡς θάλαμον καί ὁλόφωτον Κυρίου νυμφῶνα τρανώς βοῶμεν ˙ ἡμῶν, Θεοτόκε, τῶν καρδιῶν τά ενδότερα κάθαρον, ἶνα σκηνώσῃ ἐν αὑταῖς ὁ Χριστός καί πανάγιος Τόκος σου.
Φιλούμενε, ἱερομάρτυς νεόλεκτε, τάς δεήσεις τῶν προσφύγων σου τῷ Θεῶ καί Κτίστῃ προσάγαγε, Οὐ κάλλους τοῦ θείου νῦν ἀπολαύεις.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως επ΄εσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς νεομάρτυς τῆς πίστεως ἄριστος καί ταχινός ἀρωγός αἰτουμένων σου ἀντίληψιν, μάκαρ Φιλούμενε, ἡμῶν δακρύων ῥανίδας ἀπόσμηξον τῷ μάκτρῳ λιτῶν σου πρός Κύριον.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὑτοῦ.
Στιχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ όσιοί σου αγαλλιάσονται.
Εὐαγγέλιον κατά Ἰωάννην (Κεφ. ιε΄17-27, ιστ΄1-2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ταύτᾳ ἐντέλλομαι ὑμῖν, ἶνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὅ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἤτε ὁ κόσμος ἀν τό ἴδιον εφίλει• ὅτι δε ἐκ τοῦ κόσμου οὑκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμῖν. Οὑκ ἐστί δοῦλος μείζων τοῦ κυρίου αὑτοῦ. Εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξουσιν εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν. ʼλλα ταύτᾳ πάντα ποιήσουσιν ὑμῖν διά τό ὄνομα μου, ὅτι οὐχ οἴδασι τόν πέμψαντα με. Εἰ μή ἦλθον καί ἐλάλησα αὑτοῖς, ἁμαρτίαν οὑκ εἶχον. νῦν δε πρόφασιν οὑκ ἔχουσι περί τῆς ἁμαρτίας αὑτῶν. Ὁ ἐμέ μισῶν καί τόν Πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα ἐν αὑτοῖς, ἀ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὑκ εἶχον νῦν δε καί ἑωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν Πατέρα μου. Ἀλλ’ ἶνα πληρωθῇ, ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὑτῶν, ὅτι ἐμίσησαν με δωρεάν. Ὅταν δε ἒλθει ὁ Παράκλητος, ὄν ἐγώ πέμψω ὑμῖν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί εμού• καί ὑμεῖς δε μαρτυρεῖτε ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἔστε. Ταύτᾳ λελάληκα ὑμῖν, ἶνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν υμάς• ἀλλ’ ἔρχεται ὤρα, ἶνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῶ.
Δόξα.
Ταῖς τοῦ Νεοάθλου πρεσβείαις, Ελεήμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στιχ. Ελέησόν με, ὁ Θεός…Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὡς ἀμνός πανάμωμος ἐσφαγιάσθης ἀρτίως, νέε ιερόαθλε, θαυμαστέ Φιλούμενε, κλέος πίστεως, Ιακώβ Φρέατος τοῦ ναοῦ ἐν μέσῳ ταῖς χερσίν ἀνόμων, ἅγιε ˙ διό σοι κράζομεν οἱ πιστοί εὐτάκτως ἀείποτε ˙ ἀνόμων δεῖξον πράξεων πάντας ὑπερόπτας σούς πρόσφυγας, τούς ἀνευφημοῦντας σήν μνήμην τήν φωσφόρον καί λαμπράν καί προσκυνοῦντας σόν σκήνωμα, ὁ Χριστός ηφθάρτισε.
Σῶσον, ὁ Θεός, τόν λαόν σου…
Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μαρτυρίου τούς πόνους ὑπομείνας ἀρτίως, λαμπρέ Φιλούμενε, καρδίας μου τόν πόνον καί σώματος μου ἄλγος τῆ σή χάριτι κούφισον ˙ πρός τόν Χριστόν γάρ πολλήν τήν παρρησίαν ἔχεις.
Εἰς τό θεῖον σου σκῆνος ὡς εἰς ἄκλυστον ὅρμον ταχύ προσφεύγοντες, Φιλούμενε, τοῦ βίου λυτρούμεθα τῆς ζάλης καί πιστῶς ἀνακράζομεν ˙ Χαῖρε, μαρτύρων σεπτῶν τῆς πίστεως ἀκρότης.
Νεκρωθείς παιδιόθεν τῶν ἐν κόσμῳ ἠδέων Χριστόν ἠγάπησας, Ὀν καί τούς σούς ἱκέτας ἐκ τῆς ψυχῆς μυχίων ἀγαπήσαι ἀξίωσον, νεολαμπές ἀθλητά, Φιλούμενε τρισμάκαρ.
Θεοτόκιον.
Ἔχοντες σε, Παρθένε, ἀκλινῆ προστασίαν σοι καταφεύγομεν ἐν πάσῃ δυσθυμίᾳ καί τῶν ἐπικειμένων ἐκλυτρούμεθα θλίψεων, Θεοκυήτορ ἀγνῇ, καί ζοφερῶν κινδύνων.
Ὠδή η΄. Τόν Βασιλέα.
Ἁγίων δήμοις συναυλιζόμενος, πάτερ, σύν αὑτοῖς ἐκδυσώπει τόν Κτίστην δύναμιν μου δοῦναι Φιλούμενε, κατ΄άμφω.
Ξένη ἡ χάρις πέλει, ἤν πᾶσι παρέχεις τοῖς σήν κλῆσιν ἐπικαλουμένοις, ἀθλητά Κυρίου, Φιλούμενε παμμάκαρ.
Ιάτρευσόν μου τά τῆς σαρκός ἀλγηδόνας καί ψυχῆς χαλεπᾶς ἀσθενείας, τοῦ ἐπιζητοῦντος, Φιλούμενε, σήν χάριν.
Θεοτόκιον.
Ὡς τοῦ Σωτῆρος εὐλογημένην μητέρα σε ὑμνοῦντες ἐχθροῦ δυναστείας σῶσον τούς σούς δούλους, βοῶμεν σοι, Παρθένε.
Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Σίων νῦν ἐν τοῖς κόλποις ἔχουσα σόν σκῆνος ὡς πολυτίμητον ὄλβον, Φιλούμενε, αὑτῷ προσφεύγει ἐν λύπαις καί περιστάσεσιν.
Ὁ νέος ἀθλοφόρος πίστεως, μανίας τοῦ πολεμήτορος ῥύου, Φιλούμενε, τούς καταφεύγοντας πόθῳ τῆ ἀντιλήψει σου.
Νεόαθλε γενναῖε, φύλαττε απαύστως σή θαυμαστή προστασία σούς πρόσφυγας ἐπινοιῶν τοῦ δολίου ἐχθροῦ, Φιλούμενε.
Θεοτόκιον.
Χαρά τοῦ Φιλουμένου τοῦ σεπτοῦ καί γέρας, Θεογεννήτορ ἀγνῇ παμμακάριστε, χαράς με πλῆσον τόν πόθῳ σε μεγαλύνοντα.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
καί τά παρόντα Μεγαλυνάρια.
Χαίροις, τῶν μαρτύρων ὁ κοινωνός, χαίροις, ἱερέων ὁ διάκοσμος εὐσεβῶν, χαίροις, τοῦ Ὑψίστου, Φιλούμενε, ὁ φίλος καί πάσης Ἐκκλησίας ἔμπνουν θησαύρισμα.
Χαίροις, τῆς Ὀρούντης σεπτός βλαστός, χαίροις, νήσου Κύπρου πολυτίμητος θησαυρός, χαίροις, Ἐκκλησίας τῆς Μόρφου ὡραιότης, Φιλούμενε, μαρτύρων νέων ὑπόδειγμα.
Ἔχων παρρησίαν πρός τόν Θεόν πρέσβευε ἀπαύστως ὑπέρ πάντων τῶν εὐσεβῶν τῶν μεγαλυνόντων τήν θείαν ἄθλησιν σου, Φιλούμενε, μαρτύρων νέων ὡράισμα.
Χάριν ἀναβλύζει ὡς ἀληθῶς σκήνωμα σόν θεῖον, ὁ ἡφθάρτισεν Ἰησοῦς ˙ ὅθεν προσιόντες αὑτῷ μετ΄ευλαβείας καρπούμεθα κατ΄άμφω ῥώμην, Φιλούμενε.
Λύτρωσαι τούς σπεύδοντας εὐλαβῶς προσκυνήσαι σκῆνος σόν πανάφθορον συμφορῶν καί ἐχθροῦ μανίας σαῖς θείαις ἱκεσίαις πρός Κύριον τῆς δόξης, μάκαρ Φιλούμενε.
Χαίροις, ὁ ἀθλήσας παρ΄Ιακώβ Φρέαρ ἐν ἐσχάτοις χρόνοις, ἔνδοξε ἱερεῦ, καί ὀφθείς μαρτύρων ἰσότιμος τῶν πάλαι, νεόαθλε γενναῖε, πάτερ Φιλούμενε.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καί τό Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Ὀρούντης τόν γόνον, νήσου Κύπρου τό βλάστημα καί ἱερομάρτυρα νέον Ιακώβ θείου Φρέατος, Φιλούμενον, τιμήσωμεν, πιστοί, ὡς πρόμαχον τῆς πίστεως ἡμῶν καί ἀήττητον ὁπλίτην Χριστοῦ τῆς ἀληθείας πόθῳ κράζοντες ˙ Δόξα τῷ σε δοξάσαντι Χριστῷ, δόξα τῷ σε ἀφθαρτίσαντι, δόξα τῷ σε ἡμῖν χειραγωγόν πρός πόλον δείξαντι.
Ἐκτενής καί Ἀπόλυσις, μεθ΄ην ψάλλομεν τό ἐξῇς˙
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πλῆσον ὑγιείας καί χαρᾶς τούς εἰλικρινῶς σε τιμῶντας, ἱερομάρτυς στερρέ, ἀθλητά Φιλούμενε, καί διασκέδασον νοσημάτων σκοτόμαιναν καί θλίψεων πόρρω, ἶνα σε γεραίρωμεν ὡς ἀντιλήπτορα, τεῖχος ἀρραγές ἐν ἀνάγκαις καί παραμυθίαν γλυκεῖαν ἐν δειναῖς τοῦ βίου περιστάσεσι.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς,
Ἀμήν.
Δίστιχον.
Φιλεῖν Χριστόν, δι΄ον ἰταμῶς ἐκτάνθης,
Φιλούμενε, ἀξίωσον Χαραλάμπη.