Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εὐθὺς ἀναγινώσκομεν τὸν Ν΄ ψαλμόν.
Ὁ Κανών τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· “Ἰωάννη, χαρᾶς πλῆσον θείας σόν ἱκέτην. Χ.”
Σοφίας Θεοῦ τόν σύνοικον τιμήσωμεν σεπτῶν ἀρετῶν ὡς ὄλβον πολυτίμητον, Ἰωάννην ὅσιον, κεκλημένον ἐν βίῳ Μαξίμοβιτς, καί τάς αὐτοῦ πρεσβείας πρός Θεόν πιστῶς τάς ἐνθέρμους ἐκζητήσωμεν.
Αἴτησις και το Κοντάκιον
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Δόξα. Ταῖς τοῦ Ἰεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ κανόνος.
Τρισάγιoν. Παναγία Τριάς. Πάτερ ημών. Ότι σoυ εστίν.
2 Ιουλίου
Τῆς Ῥωσσίας τὸν γόνον καὶ Σαγκάης τὸν ἔφορον, τῆς Ἀμερικῆς τὸν προστάτην, Ἰωάννην τιμήσωμεν· σεπτῶν Ἀρχιερέων καλλονήν, χηρῶν καὶ ὀρφανῶν τὸν πλουτιστήν· τῶν θαυμάτων γὰρ παρέχει τὰς δωρεάς τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ* πᾶσιν ἰάματα.