Ὁ Ἱερεύς˙
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε˙ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης˙
Ἀμήν.
Ψαλμὸς ρμβ΄ (142).
Κύριε, εἰσάκουσoν τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου˙ καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος˙ καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου˙ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα˙ γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου˙ ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε˙ πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου˙ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με˙ ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ εὐθὺς τὸ: Θεὸς Κύριος, ἐξ ἑκατέρων τῶν Χορῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμὶν˙ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄: Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμὶν…
Στίχος β΄: Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμὶν…
Στίχος γ΄: Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμὶν…
Εἶτα τὰ παρόντα Τροπάρια˙
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἐκουσίως.
Τῆς τοῦ Κυρίου Ἀναστάσεως κήρυξ, Θωμᾶ Ἀπόστολε, Χριστοῦ μυστολέκτα, πάσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἀνάγκης, καὶ πταισμάτων ἄφεσιν, ταῖς ψυχαῖς ἡμῶν αἴτει, τῷ ὑπὸ σοῦ ψηλαφηθέντι Ἰησοῦ, ὅπως καθάρῃ ἡμῶν τὴν διάνοιαν.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σου˙ σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ἀναγνώστης τὸν ν΄ (50) ψαλμόν.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα˙ ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας˙ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι˙ πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην˙ ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥυσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου˙ ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον˙ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἷτα ψάλλομεν˙
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ, Θωμᾶ θεηγόρε, τοὺς τιμῶντάς σε εὐλαβῶς, πάντας διαφύλαξον λιταῖς σου, ταῖς πρὸς τὸν Πλάστην Χριστὸν καὶ Δεσπότην σου.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Σοῦ ἡ Εἰκόνα Θωμᾶ πιστοῖς, βρύει τὰς ἰάσεις προσιοῦσι ταύτῃ σοφέ, καὶ πάθη ψυχῶν τε καὶ σωμάτων, ὡς ἰατρὸς θεραπεύεις πανάριστε. (*)
Δόξα Πατρί…
Τοὺς ἐν τῷ ναῷ σου Θωμᾶ πιστοῖς, ἐνθέῳ τε ζήλῳ καὶ εὐλαβείᾳ ἱκετικῶς, προσπίπτοντας σὴν χάριν ἐξαιτούντας, πάσης ἀνάγκης αὐτοὺς ἐλευθέρωσον. (*)
Καὶ νῦν καὶ ἀεί…
Δυσώπει Παρθένε τὸν σὸν Υἱὸν, σὺν τῷ Ἀποστόλῳ νεκρωθεῖσαν μου τὴν ψυχήν, ζωῶσαι ὁ πάλαι τὸν τῆς χήρας, υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Εὐμενῆ σε προστάτην, πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα μάκαρ Θωμᾶ Ἀπόστολε, καθικετεύοντες πειρατηρίων παντοίων λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Ἔχοντές σου τὴν Κάραν, οἱ τῇ Μονῇ ἔνδοξε, τοῦ Ἐπιστηθίου οἰκοῦντες Θωμᾶ πανεύφημε, θησαυρὸν πανάριστον καὶ περιβόητον κλέος, σοῦ πιστῶς δεόμενοι, ὑπὲρ τῶν τιμώντων σε. (*)
Δόξα Πατρί…
Ἡ σὴ θεία θεόφρων, ψυχὴ Θωμᾶ μέγιστε, ἐν τῇ τῶν Ἀγγέλων σκηνώσει, φαιδρῶς ἀγάλλεται, ἡ δὲ αἰδέσιμος καὶ ἱερά Κεφαλή σου, ἐπὶ γῆς τὰ θαύματα βρύει Ἀπόστολε.
Καὶ νῦν καὶ ἀεί…
Παναγία Παρθένε, τὸν Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων, τοὺς σοὶ προστρέχοντας, καὶ ἀνυμνούντας σε, Θεοκυῆτορ Παρθένε, τῶν πιστῶν βοήθεια μόνη Πανύμνητε.
Διάσωσον, Θωμᾶ πρεσβείαις τοῦ θείου σου Ἀποστόλου, ἐπηρείας τοῦ χαλεποῦ κοσμοκράτορος, τοὺς ἐν σοὶ προσπίπτοντας, Πανοικτίρμον.
Ἄχραντε, ἡ διὰ λόγον τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις ὑπὸ τοῦ Ἱερέως.
Μετὰ τὴν αἴτησιν τὸ ἑπόμενον Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμός, καὶ μέγα καταφύγιον, καὶ θεῖος πυρσός, ἀστράπτων φῶς τῆς χάριτος, ὑπάρχων ἡμῶν Ἅγιε, Ἀπόστολε Θωμᾶ, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς παρρησίαν ἔχων πρὸς Κύριον. (*)
ᾨδὴ δ.΄ Εἰσακήκοα Κύριε.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Ἀποστόλων ὡς μέγιστος, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως μακαρίζομεν.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Ἀσθενούντων Θωμᾶ θεράπευσον καὶ κακοχουμένους συντήρισον Ἅγιε, καὶ παθῶν ξήρανον βόρβορον, ὡς θαυμάτων κρήνη ἀνεξάντλητος. (*)
Δόξα Πατρί…
Σοῦ ἡ Εἰκὼν θαυμάσιε, βρύει τὰς ἱάσεις Θωμᾶ Ἀπόστολε, τοῖς πιστῶς ταύτῃ προστρέχουσι, καὶ ἀσπαζόμενους Ἱερώτατε. (*)
Καὶ νῦν καὶ ἀεί…
Ταῖς τῆς Μητρός Σου δεήσεσι, καὶ τοῦ Ἀποστόλου Σου Κύριέ μου δώρησαι, τοῖς ἱκέταις Σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων Ὑπεράγαθε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Λύτρωσαι ἡμᾶς ἐκ κινδύνων καὶ πταισμάτων πολλῶν, ὡς τοῦ Κυρίου Μαθητὴς μέγιστος, τοὺς καθ’ ἑκάστην τιμῶντάς σε παναοίδιμε.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Οἱ ἐν πειρασμοῖς καὶ πολλαῖς κυκλούμενοι ταῖς παριστάσεσι, πρὸς τὸν Δεσπότην σου μεσίτην ἔχοντες, σοὶ θεηγόρε καταφεύγομεν Ἀπόστολε.
Δόξα Πατρί…
Ῥῶσιν ψυχικὴν καὶ σωμάτων δὸς τὴν ἴασιν, ἐνεργείᾳ τῆς ἐνθέου δωρεᾶς, τοῖς προστρέχουσι τῇ σκέπει σου, Ἀπόστολε. (*)
Καὶ νῦν καὶ ἀεί…
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Ὡς ἥλιος, νοερῶς ἀστράπτουσα, ἡ ἁγία σου Εἰκὼν καθορᾶται, καὶ τοῖς πιστῶς προσπελάζουσι ταύτῃ Θωμᾶ θεόφρον, δωρεῖται ἰάματα, Ἀπόστολε θεῖε Χριστοῦ, οἰκουμένης προστάτα θερμότατε. (*)
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Τοῖς ἴχνεσι τοῦ Κυρίου πάνσοφε, ἠκολούθησας Θωμᾶ σὺ προθύμως, καὶ μιμητὴς τῶν αὐτοῦ παθημάτων, γέγονας ὄντως διὸ σὲ ἐδόξασεν, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὡς Αὐτοῦ Μαθητὴν γνησιώτατον.
Δόξα Πατρί…
Τὴν δέησιν, μὴ ἐλλείπης ἔνδοξε, τῷ Δεσπότῃ σου προσάγων ἀπαύστως, ὑπὲρ ἡμῶν ὦ Θωμᾶ ἱκετεύων, τῶν προσκυνούντων τὴν θείαν Εἰκόνα σου, καὶ αἰτουμένων παρὰ σοῦ, ῥῶσιν καὶ χάριν καὶ ἔλεος. (*)
Καὶ νῦν καὶ ἀεί…
Ἐπέβλεψεν, ἐπὶ σοὶ ὁ Κύριος, τὴν ἐμὴν ἂνακαινίζων οὐσίαν, ὡς δυνατὸς μεγαλεῖα ποιήσας, Θεογεννήτορ ὡς ἔφη Πανάμωμε, καὶ ἔσωσὲ με διὰ σοῦ, ἐκ φθορᾶς ὁ Θεός μου ὡς εὔσπλαχνος.
Διάσωσον, Θωμᾶ πρεσβείαις τοῦ θείου σου Ἀποστόλου, ἐπηρείας τοῦ χαλεποῦ κοσμοκράτορος, τοὺς ἐν σοὶ προσπίπτοντας, Πανοικτίρμον.
Ἄχραντε, ἡ διὰ λόγον τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις ὑπὸ τοῦ Ἱερέως καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὁ τῆς θείας χάριτος πεπληρωμένος, τοῦ Χριστοῦ Ἀπόστολος, καὶ ὑπηρέτης ἀληθής, ἐν μετανοίᾳ ἐκραύγαζε˙ Σύ μου ὑπάρχεις, Θεός τε καὶ Κύριος. (*)
Α΄ Ἀντίφωνον
τῶν Ἀναβαθμῶν τοῦ δ΄ Ἤχου.
Ἐκ νεότητός μου, πολλά πολεμεῖ με πάθη˙ ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (Δίς).
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου˙ ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (Δίς).
Δόξα Πατρί…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.
Καὶ νῦν καὶ ἀεί…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος: Ἐπαίνει, Ἱερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.
Ὁ Ἱερεύς˙
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως…
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην Ἁγίου Εὐαγγελίου…
(Ἰωάν, ιδ΄ 1-7)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν. Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. Καὶ ὅπου ἐγώ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ. Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν. καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.
Εἶτα˙
Ἦχος β΄. Δόξα Πατρί…
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μύστης θεοδίδακτος, καὶ διαπρύσιος κῆρυξ, τῆς ἐκ νεκρῶν ἐγέρσεως, τοῦ Χριστοῦ Ἀπόστολε ἀναδέδειξαι˙ πρὸς Αὐτὸν ἔχων οὖν, πολλὴν παρρησίαν, καθικέτευε δεόμεθα, ῥύεσθαι πάντοτε, νόσων καὶ κινδύνων καὶ θλίψεων, ψυχῆς ὁμοῦ καὶ σώματος, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ ἐν μετανοίᾳ βιοῦν ἡμᾶς ἀξίωσον Θωμᾶ, ὡς ἄν τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα. (*)
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Τῶν Ἀγγέλων ὑπάρχων, ἰσοστάσιος ὄντως Θωμᾶ πανένδοξε, καὶ τούτοις συγχορεύων, ἐκλύτρωσαι κινδύνων, σὺν αὐτοῖς τοὺς κραυγάζοντας, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Ἀπιστήσας θεόφρων, τῇ Χριστοῦ Ἀναστάσει, Θωμᾶ πανεύφημε, καὶ τὴν πλευρὰν τὴν τούτου, τὰς τρήσεις τε τῶν ἥλων ψηλαφήσας ἐκραύγαζες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Δόξα Πατρί…
Τοῖς πιστῶς προσιοῦσι, τῇ Ἱερᾷ Εἰκόνι σου, Θωμᾶ παμμέγιστε, παρέχεις τὰς ἰάσεις, καὶ ῥύεσαι κινδύνων, πολλῶν ἐπερχομένων ἵνα πόθῳ κραυγάζωσιν˙ ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ. (*)
Καὶ νῦν καὶ ἀεί…
Δαπανήσας ἀσώτως, τῆς ζωῆς μου Παρθένε, ἐν ἀμελείᾳ πολλῇ, τὸν χρόνον καὶ βοῶ σοι, διέγειρόν με σῶσον, τῷ υἱῷ σου κραυγάζοντας, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Τῇ σῇ πρεσβείᾳ τὰς τῶν ψυχῶν ἀρρωστίας, καὶ σωμάτων θεραπεύεις παμμάκαρ, ὅθεν σὲ ὑμνοῦμεν Ἀπόστολε Κυρίου.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Ὡς παρρησίαν σὺ κεκτημένος θεόφρων, πρὸς Χριστὸν αὐτὸν Θωμᾶ δυσώπει, ἵνα λυτρωθῶμεν κινδύνων καὶ βασάνων.
Δόξα Πατρί…
Ἡ σὴ Εἰκόνα, ἱερὰ καὶ σεβάσμιος οὖσα, τοῖς πιστοῖς παρέχει τὰς ἱάσεις, ὅθεν σὲ τιμῶμεν Θωμᾶ εἰς τοὺς αἰώνας. (*)
Καὶ νῦν καὶ ἀεί…
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰώνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Εἰρήνην οὐρανόθεν, Θωμᾶ θεηγόρε, καταπεμφθῆναι δυσώπει Πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ σὲ μακαρίζουσι.
Ἀπόστολε ἔνδοξε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ὑμῶν.
Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον θεόφρων, τοὺς μετὰ πόθου τιμῶντάς σε ἔνδοξε, καὶ εὐλαβῶς ἐξαιτούντας τῇ μεσιτείᾳ σου. (*)
Δόξα Πατρί…
Ἴσχυνας θεηγόρε, νοητῶν πολέμων καὶ τοῖς Ἰνδοῖς τὸν Κύριον ἔδειξας, Αὐτῷ πρεσβεύης ὑπὲρ τῶν τιμώντων σε. (*)
Καὶ νῦν καὶ ἀεί…
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα.
Καὶ εὐθὺς τα Μεγαλυνάρια.
Ἄξιόν ἐστι ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Τὸν Χριστοῦ αὐτόπτην καὶ Μαθητήν, θεῖον ὑπηρέτην, ψηλαφήσαντα τὴν πλευράν, τὰς τρήσεις τῶν ἥλων καὶ πίστει στηριχθέντα, Θωμᾶν τὸν θεηγόρον, ὕμνοις τιμήσωμεν.
Δεῦτε εὐφημήσωμεν ἐν ᾠδαῖς, Θωμᾶν θεηγόρον, οἱ ποθοῦντες τῆς οὐρανοῦ, τρυφῆς ἀπολαῦσαι, πιστῶς ὁμολογοῦντες, Χριστοῦ τοῦ Ἀναστάντος, πίστιν σωτήριον.
Πάντας τοὺς τιμῶντάς σε εὐλαβῶς, σῇ χάριτι σκέπε, ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ πάσης παγίδος, Θωμᾶ Χριστοῦ αὐτόπτα, ὡς ἔχων παρρησίαν, πρὸς τὸν Διδάσκαλον.
Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ τῆς Ποίμνης ταύτης, ἡ θεσπέσιος χαρμονή, καὶ πάντων τῶν νοσούντων, ὁ Ἰατρὸς ὁ μέγας, Θωμᾶ Κυρίου μύστα, σκέπε τοὺς δούλους σου. (*)
Τὸν ναόν σου τοῦτον τὸν ἱερόν, φύλαττε, παμμάκαρ, ἐκ σκανδάλων τοῦ πονηροῦ, χάριζε δὲ ῥῶσιν ἅμα τε καὶ ὑγείαν, τοῖς ἐν αὐτῷ καταφεύγουσι. (*)
Δέχου τὰς πρεσβείας, Παμβασιλεῦ, Θωμᾶ Ἀποστόλου, σὺν Βαρβάρα καὶ Ἠλιοῦ˙ καὶ τὴν Ποίμνην ταύτην, ἀπήμονα συντήρει, δεινῶν πειρατηρίων, ὅπως δοξάζῃ σε. (*)
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης˙
Τρισάγιον. Δόξα καὶ νῦν. Παναγία Τριάς… Κύριε ἐλέησον (τρίς). Δόξα καὶ νῦν. Πάτερ ἡμῶν…
Ὁ Ἱερεύς˙
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία…
Ὡς θεῖος Ἀπόστολος, θεολογίας κρουνούς, ἐνθέως ἐξήντλησας, ἐκ λογχονύκτου πλευρᾶς, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅθεν τῆς εὐσεβείας, κατασπείρας τὸν λόγον, ἔλαμψας ἐν Ἰνδίᾳ, ὡς ἀκτὶς οὐρανία, Θωμᾶ τῶν Ἀποστόλων, τὸ θεῖον ἀγλάισμα.
Ἐκτενὴς ὑπὸ τοῦ Ἱερέως καὶ Ἀπόλυσις, μεθ’ ἣν καὶ κατὰ τὴν προσκύνησιν τῆς Ἱερᾶς Εἰκόνος τοῦ Ἁγίου Ἐνδόξου καὶ Πανευφήμου Ἀποστόλου Θωμᾶ, ψάλομεν τὸ παρὸν Τροπάριον˙
Ἔχων παρρησίαν πρὸς Θεόν, πάντων τῶν πιστῶς προσκυνούντων τὴν ἱερὰν Εἰκόνα σου, μέγιστε Ἀπόστολε θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάτων, πάσης περιστάσεως δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, σὲ Θωμᾶ πιστῶς γεραίρωμεν. (*)
Ὁ Ἱερεύς˙
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν…
Δήμος Τεμπών
6 Οκτωβρίου
Ὡς θεῖος Ἀπόστολος, θεολογίας κρουνούς, ἐνθέως ἐξήντλησας, ἐκ λογχονύκτου πλευρᾶς, Χριστοῦ τοῦ Θεοῦ ἠμῶν. Ὅθεν τῆς εὐσέβειας, κατασπείρας τὸν λόγον, ἔλαμψας ἐν Ἰνδίᾳ, ὡς ἀκτὶς οὐρανία, Θωμὰ τῶν Ἀποστόλων, τὸ θεῖον ἀγλάισμα.
Μονή Αγίου Ιωάννου Θεολόγου Πάτμου
Μονή Παντελεήμονος Αγίου Όρους