Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τά Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Μονῆς Προδρόμου ἀσκητὴς θεοφόρος, Θεσσαλονίκης ἱερὸς ποιμενάρχης, Βασιλευούσης πρόεδρος, Δακίας φωτιστής, Νήφων ἀναδέδειξαι, ταπεινώσει βαθείᾳ, τοῦ Χριστοῦ κοσμούμενος, ὑπὲρ ἔννοιαν πᾶσαν· ὅθεν τὰς σὰς κατάπεμψον εὐχάς, τοῖς σὲ τιμῶσιν, ὦ πάτερ φιλότεκνε.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζει ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ὁ κανὼν, οὗ ἡ ἀκροστιχίς·
Νήφων, πατρικῶς δέξαι δεήσεις τέκνων. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Ναὸς ἀνεδείχθης Θεοῦ λαμπρός, ἀσκήσει καὶ νήψει, ἱεράρχα Νήφων βιούς· διὸ ὡς πλουτῶν τὴν παῤῥησίαν, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ ἱκέτευε.
Ἠγάπησας σφόδρα γλυκὺν Χριστόν, ἐκ πρώτων βημάτων, καὶ ἀσκήσεως τὸν σταυρόν, ὡς ᾄρας σοῖς ὤμοις πάτερ Νήφων, θείαν ἀγάπην ἡμῖν δὸς ἀείφλεκτον.
Φωτὶ τῷ ἀκτίστῳ κατελλαμφθείς, ἐν νήψει ἐμμένων, Νήφων πλήθη σαῖς διδαχαῖς, ἐφώτισας καὶ ἡμᾶς φωτίσαις, τὸν Ἰησοῦν ἱκετεύων φιλότεκνε.
Θεοτοκίον.
Ὡς πάγκαλλον ἄνθος ἀθωνικόν, ὁ Νήφων ἐφάνη, ἐν Προδρόμου θείᾳ Μονῇ, βιώσας Κυρία Θεοτόκε, καὶ ἐνεπλήσθη τῶν δώρων τῆς Χάριτος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νουνεχῶς ὑπακούσας πνευματικοῖς γέρουσι, κατὰ τὸν Πατρὶ Θεὸν Λόγον, καθυπακούσαντα, Νήφων μακάριε, ὑπακοὴν ἐκ καρδίας, δὸς τοῖς ὑπὸ γέροντος, ζυγῷ ὁδεύουσιν.
Πολιτείαν προκρίνας, προδρομικὴν ὅσιε, ἐν Διονυσίου προσῆλθες, Μονῇ καὶ γέγονας, τύπος ἀσκήσεως, θεοφιλοῦς πάτερ Νήφων, ἣν εὐχαῖς σου δώρησαι, τοῖς σὲ γεραίρουσιν.
Ἀναβαίνων καθ’ ὥραν, τὴν νοητὴν Κλίμακα, καὶ ἐκκαθαρθεὶς τὴν καρδίαν, κεχειροτόνησαι, καὶ ὥσπερ ἄγγελος, Θεῷ παρίστασο Νήφων· ὅθεν προσεδρεύοντας, Αὐτῷ ἁγίασον.
Θεοτοκίον.
Τὸν τιμήσαντα Μῆτερ, τὸν ἱερὸν Κῆπόν σου, Νήφωνα ἐτίμησας ὄντως! ὡς ἀναδείξασα, ἱεραρχήσαντα, σοφῶς λαοῦ χριστωνύμου, καὶ πηγὴν ἀέναον θαυμάτων δείξασα.
Διάσωσον, τοὺς αἰτουμένους ὦ θεῖε Νήφων, τὴν θερμήν σου πρεσβείαν πρὸς Κύριον, καὶ ἄνοιξον πύλην ἡμῖν, ποθητοῦ Παραδείσου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ποιμένων ποιμήν, Βασιλευούσης πρόεδρος, θαυμάτων πηγή, ὑπάρχων Νήφων ἅγιε, τοὺς πιστῶς τιμῶντάς σε, πατρικῶς σκέπε καὶ πλήρωσον, τὰς ἱκεσίους προσευχάς, πρὸς σωτηρίαν τὴν αἰώνιον.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ῥῦσαι Νήφων μακάριε, πάσης ἐπηρείας τοῦ πολεμήτορος, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, καὶ ψυχὰς αὐτῶν παθῶν ἐκκάθαρον.
Ἱερῶς πολιτεύεσθαι, πάντας χριστωνύμους Νήφων ἀξίωσον, καὶ τηρεῖν τὰ δικαιώματα, τοῦ Θεοῦ ἐν πάσῃ ὁσιότητι.
Κύκλῳ τεῖχος ἀνάδειξον, τὰς εὐχάς σου Νήφων τῶν δούλων σου, ὥστε βέλη πολεμήτορος, ἀποκρούειν πάντα τὰ ψυχώλεθρα.
Θεοτοκίον.
Ὡς τῷ Νήφωνι Πάναγνε, δέδωκας Κυρίου θείαν ἀγάπησιν, οὕτω δὸς καὶ τοῖς αἰτοῦσί σε, ταύτην ὥσπερ δῶρον ὑπερτίμητον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στήριξον ἡμᾶς, πάτερ Νήφων ὡς ἐστήριξας, Θεσσαλονίκης ἐν δουλείᾳ τοὺς πιστούς, καὶ ἐλευθέρους, ἁμαρτίας ἐναπόδειξον.
Δόξης κοσμικῆς, βδέλλα Νήφων οὐ δεδύνηται, καταπιεῖν γενναῖον σῆς ψυχῆς, ἧς περ ἀτρώτους, καὶ ἡμᾶς εὐχαῖς σου τήρησον.
Ἔλαμψας φαιδρῶς, πανταχοῦ βίου λαμπρότητι, καὶ πολλοὺς συνῆψας Νήφων τῷ Χριστῷ, ᾯ αἰωνίως, ἀχωρίστους ἡμᾶς σύνδησον.
Θεοτοκίον.
Ξένον τῶν παθῶν, Μῆτερ Νήφωνα τηρήσασα, καὶ τοὺς τιμῶντάς σε ἐκ πίστεως, τῇ ἀπαθείᾳ, ὥσπερ οἶδας καταστόλισον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀπέδειξας, Ὀρθοδόξου πίστεως, μεγαλεῖον πάτερ Νήφων ἐν ἔργοις, θαυματουργῶν, τῇ δυνάμει Κυρίου, καὶ ἰατρεύων ποικίλα νοσήματα, διὸ ὡς θεῖος ἰατρός, καὶ ἡμᾶς ἀσθενοῦντας ἰάτρευσον.
Ἱλέωσαι, πατρικαῖς δεήσεσι, τὸν Δεσπότην θεῖε Νήφων ταχέως, Ὃν ἀδεῶς, ταῖς αἰσχραῖς ἁμαρτίαις, ἀναισθητοῦντες πολλὰ παροργίζομεν, ὅπως τὸ ἔλεος Αὐτοῦ, ἐπεκτείνῃ ἡμῖν ὡς Φιλάνθρωπος.
Δακία σε, φωτιστὴν θεόσταλτον, ἐν ἡμέραις δυσχειμέροις ἐπέγνω, ἔνθα λαόν, εὐσεβῶς ὁδηγήσας, πρὸς μετανοίας ὁδοὺς πεῖραν ἔσχηκας, μανίας Νήφων τοῦ ἐχθροῦ, ἧς περ ῥῦσαι τοὺς πόθῳ τιμῶντάς σε.
Θεοτοκίον.
Ἐν σκέπῃ σου, τῶν πτερύγων Δέσποινα, τοὺς ὑμνοῦντάς σου τὸν ἄχραντον τόκον, ὡς νεοσσούς, ἐξ ἱέρακος τήρει, τοῦ νοητοῦ καὶ σφοδρῶς ἐπεγείροντος, πολλοὺς ἡμῖν τοὺς πειρασμούς, καὶ παγίδας ἀπείρους συστήνοντος.
Διάσωσον, τοὺς αἰτουμένους ὦ θεῖε Νήφων, τὴν θερμήν σου πρεσβείαν πρὸς Κύριον, καὶ ἄνοιξον πύλην ἡμῖν, ποθητοῦ Παραδείσου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς τοῦ Ἄθωνος Ὄρους ἐκβλάστημα, καὶ Βασιλευούσης Πατριάρχης θεόκλητος, πάτερ Νήφων, εὐλογηθεὶς θαυμάτων δωρεᾷ, ἡμᾶς πόθῳ εὐλαβεῖ, ἐξαιτουμένους σὰς εὐχάς, οὐρανόθεν εὐλόγησον· κάθαρον τὰς ἐννοίας, μνήμῃ Χριστοῦ γλυκέος, καὶ ἐνδυνάμωσον ποιεῖν, τὸ Αὐτοῦ θεῖον θέλημα.
Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ἰωάννην (Κέφ. ι´ 7-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ, ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Στίχ. Ἐλέησόν με ὁ Θεός…
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην σου τὴν ἔφεσιν, ἀπὸ παιδὸς ἀνατείνας, πρὸς Θεὸν μακάριε, πάτερ Νήφων γέγονας, σκεῦος τίμιον, τοῦ Ἁγίου Πνεύματος, καὶ ταπεινωθέντα, Ἰησοῦν ἐκμιμησάμενος, πάντας ἐξέπληξας, μοναστὰς τοῦ Ἄθω τῷ βίῳ σου, ὡς ναῦς τις δὲ χριστόφορτος, ἐν Διονυσίου καθώρμισαι. Ὅθεν Πατριάρχα, τὴν χάριν θαυμασίων εἰληφώς, τὴν Ἐκκλησίαν τιμῶσάν σε, ταῖς εὐχαῖς σου στήριξον.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ηὔγασάς σου τῷ βίῳ, τῆς δουλείας τὸ σκότος λάμψας ὦ Νήφων φαιδρῶς, στηρίξας χριστωνύμων, καρδίας κλονουμένας, ὅθεν πάτερ τοῦ σκότους με, τοῦ δουλικοῦ τῶν παθῶν, ἐξάγαγε εὐχαῖς σου.
Σωφροσύνῃ συζήσας, πρακτικῶς ταύτην Νήφων πᾶσιν ἐδίδασκες, διὸ καὶ οὐκ ἠνέχθης, κρατούντων ἀνομίας, ὑποστὰς θλῖψιν ἄδικον, ἧς περ τοὺς σοὺς ὑμνητάς, ἀτρώτους διατήρει.
Ἐν Μαρτύρων τῇ τάξει, κατιδεῖν ἠξιώθης δυάδα σῶν μαθητῶν, οἷς εὐχηθεὶς ὡς ἄρνας, Χριστοῦ πρὸς τὸ σφαγῆναι, πατρικῶς ἐξαπέστειλας· ὅθεν τὸν ζῆλον αὐτῶν, ἡμῖν παράσχου Νήφων.
Θεοτοκίον.
Ἱκετεύειν μὴ παύσῃ, Παναμώμητε Μῆτερ ὑπὲρ τῶν τέκνων σου, τῶν πᾶσαν τὴν ἐλπίδα, εἰς σὲ ἀναθεμένων, καὶ ποθούντων τὴν ἕνωσιν, τὴν μυστικὴν τοῦ Χριστοῦ, Υἱοῦ σου γλυκυτάτου.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Στύλος ἐφαίνου, ἐν προσευχαῖς πάτερ Νήφων, σεαυτὸν ἀνυψῶν πρὸς τὸν Δεσπότην, Οὗπερ θεῖον πόθον, ἡμῖν ἅψαις ἀσβέστως.
Τῇ ταπεινώσει, ὁλοτελῶς ὡμοιώθης, τῷ Κυρίῳ ἐν γνώσει μάκαρ Νήφων, ἧς περ κατοικίας, ἡμᾶς δεῖξον εὐχαῖς σου.
Ἐθαυμαστώθης, ὑπερφυῶς θεῖε Νήφων, ἐν Μονῇ τοῦ σεπτοῦ Διονυσίου, ἣν διαφυλάττοις, Χριστῷ εὐαρεστοῦσαν.
Θεοτοκίον.
Κράτει Κυρία, ὥσπερ ἀκράτητον πῶλον, ἀτακτοῦντα τὸν νοῦν μου καὶ Δεσπότου, δῆσον θείᾳ μνήμῃ, τῇ ἐξαγιαζούσῃ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νήφων Βασιλευούσης, μέγας Πατριάρχης, ἀναδειχθεὶς εἰς Χριστοῦ τὰ βασίλεια, ὢν σὺν χοροῖς τῶν Ἁγίων, ἡμᾶς μνημόνευε.
Ὡς ποταμοὺς θαυμάτων, βλύζων σοῖς λειψάνοις,
Νήφων χαρίτων τὴν πλήμμυραν πάρεχε, πάθη ψυχῶν καὶ σωμάτων, ἡμῶν ἰώμενος.
Νικήσας πάτερ Νήφων, πονηροῦ παγίδας, καὶ εἰληφὼς ἁγιότητος στέφανον, τοὺς τὸν καλὸν ἐναθλοῦντας, ἀγῶνα στήριξον.
Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, Νήφωνα σὸν λάτρην, ἁγιασμοῦ παντελοῦς ἀξιώσασα, ἰδεῖν Δεσπότου τὴν δόξαν, ἡμᾶς ἀξίωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τῶν ἀρχιερέων τὴν καλλονήν, καὶ τῆς Ἐκκλησίας, τὸν φωστῆρα τὸν φαεινόν, τὸ τοῦ Ἄθω κλέος, καὶ ἀρετῶν τὸν πλοῦτον, τιμῶμέν σε ἐκ πόθου, Νήφων πατὴρ ἡμῶν.
Μιμηθεὶς Προδρόμου τὴν βιοτήν, ἐν Διονυσίου, θείᾳ Μάνδρᾳ Νήφων σεπτέ, καὶ ὡς Πατριάρχης, ἐν πάσῃ ταπεινώσει, πολιτευθεὶς θαυμάτων, τὴν χάριν εἴληφας.
Ἐκ παιδὸς ποθήσας τὸν Ἰησοῦν, Νήφων θεοφόρε, τῆς ἀσκήσεως τὸν σταυρόν, ᾖρας καρποφόρως, διὸ καὶ ἠξιώθης, ὕψους Πατριαρχείας, ἐν ᾗ διέπρεψας.
Ἔνδυμα φορέσας τοῦ Ἰησοῦ, ταπείνωσιν θείαν, Νήφων πάτερ ὑπερφυῶς, βίον σου διῆλθες, διὸ καὶ ἐδοξάσθης, ὑπὸ τοῦ στεφανοῦντος, τοὺς ταπεινόφρονας.
Τοὺς ἀσπαζομένους σου τὰ σεπτά, λείψανα ὦ Νήφων, δεῖξον οἴκους τοῦ Ἰησοῦ, ἐν τῇ ἐκμιμήσει, τοῦ θαυμαστοῦ σου βίου, δι’ ὅνπερ ἐδοξάσθης, παναγιώτατε.
Ὅταν παραστῶμεν πρὸ τοῦ Κριτοῦ, ἐν ἐσχάτῃ ὥρᾳ, τότε Νήφων πρέσβυς γενοῦ, ὑπὲρ τῶν τιμώντων, τὴν μνήμην σου τὴν θείαν, ὅπως ῥυσθῶμεν πάντες φρικτῆς κολάσεως.
εἰδικὸν διὰ τοὺς Νήφωνας.
Νῆψιν καὶ ταπείνωσιν ἀληθῆ, δίδου μάκαρ Νήφων, ὁμωνύμοις σου πατρικῶς, ὅπως ἐποφθῶσι, συμμέτοχοι τῆς δόξης, ἣν ἔχεις σὺν Ἁγίοις, εἰς τὸν Παράδεισον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Ἀρχιερωσύνης τὴν στολήν, θείᾳ ταπεινώσει στολίσας, Νήφων μακάριε, τύπος Χριστοῦ γνήσιος, ὑπάρχεις πάντων πιστῶν. Καὶ θαυμάτων ἐνέργειαν, πλουτῶν μὴ ἐλλείπῃς, χάριν δοῦναι ἄφθονον, τοῖς αἰτουμένοις θερμῶς· ὅπως σῶν λειψάνων τὴν θήκην, ὡς ἐνεργειῶν τῶν ἀκτίστων, πάροχον ἐμπόθως ἀσπαζώμεθα.
Σύντρεις τὴν Τριάδα τὴν σεπτήν, Πρόδρομε κλεινὲ τοῦ Κυρίου καὶ Νήφων ἅγιε, πάτερ Διονύσιε, Μονῆς σου ἔφορε, ὑπὲρ ταύτης πρεσβεύετε, καὶ πάντων τῶν ὅσοι, ἐν αὐτῇ ἀσκήσεως, ὁδὸν βαδίζουσιν, ἵνα κληρονόμοι φανῶσι, τῆς ἐπουρανίου Πατρίδος, δι’ ἣν τὰ τοῦ κόσμου ἀπετάξαντο.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπό τήν σκέπην Σου.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τήν Σήν εἰρήνην δός ἡμῖν καί ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι·
Νῆψιν εὐκτικὴν καὶ ταπείνωσιν δίδου,
Τοῖς αἰτοῦσί σου, ὦ Νήφων, τὴν πρεσβείαν.
11 Αυγούστου
Ἡ Κάρα καί ἡ δεξιά στή Μονή Κούρτεα Ἄρτζες Ρουμανίας.
Μέρος τῶν Λειψάνων στόν Καθεδρικό Ναό τῆς Κράγιοβας Ρουμανίας καί στή Μονή Διονυσίου Ἁγίου Ὄρους.
Μία ὠμοπλάτη στή Μονή Παντελεήμονος Ἁγίου Ὄρους.