Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
και τό ἐξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὠς τοῦ Σωτῆρος οἰκειότατος φίλος, μετά τετάρτην ἐξανέστης ἡμέραν, αὐτοῦ τῷ λόγῳ Λάζαρε μακάριε· ὅθεν κἀμέ ἔγειρον, ζωηφόροις λιταῖς σου, ἐκ τοῦ τάφου Ἅγιε, τῶν ποικίλων πταισμάτων, καί τῶν παθῶν τήν λύτρωσιν ἀεί δίδου τοῖς πίστει τῇ σκέπῃ σου σπεύδουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Λάζαρε θείαν μοι αἴτει χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λαμπόμενος φέγγει θεαρχικῷ ὡς φίλος Κυρίου, Πάτερ Λάζαρε νοερῶς, φωτί τῶν ἁγίων πρεσβειῶν σου, τοῦ σκοτασμοῦ τῶν παθῶν ἡμᾶς λύτρωσαι.
Ἀνέστης τῷ λόγῳ τῷ ζωτικῷ, Λάζαρε Θεόφρον, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, διό ἐκ θανάτου ἁμαρτίας, τούς προσιόντας σοι λύτρωσαι, Ἂγιε.
Ζωῆς αἰωνίου κατατρυφῶν, ἀπαύστως δυσώπει, θεῖε Λάζαρε τόν Χριστόν, ἐκ θανατηφόρου ἁμαρτίας, ἀποκαθάραι τους σέ μακαρίζοντας.
Θεοτοκίον.
Ἀγνείας θησαύρισμα ἱερόν, ἁγνόν με συντήρει, καί καρδίᾳ τε καί νοΐ, καί πάσῃ αἰσθήσει Θεοτόκε, τόν ἀφορῶντα προς σέ μετά πίστεως.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ῥείθροις θείων χαρίτων, ὡς ἀληθῶς ἄρδευσον, τάς κεχερσωμένας καρδίας ἡμῶν πρεσβείαις σου, ὡς ἂν βλαστήσωμεν τῆς μετανοίας τά ἄνθη καί καρπόν σωτήριον, Αγιε Λάζαρε.
Ἐν ταῖς τρίβοις Κυρίου τῶν ἐντολῶν ἴθυνον, Λάζαρε θεόφρον, τούς πόθῳ σέ μακαρίζοντας, ὡς ἂν ἐκκλίνωμεν τήν ἀτραπόν τῆς κακίας καί κληρονομήσωμεν ζωήν τήν ἄληκτον.
Θείος φίλος ὡράθης καί ποθεινός Λάζαρε, τοῦ δι᾽ εὐσπλαγχνίαν ἀνθρώποις προσομιλήσαντος· ὅθεν φιλίας με, τῆς προς τήν σάρκα δολίας, λύτρωσαι καί φίλον με Χριστοῦ ἀνάδειξον.
Θεοτόκιον.
Ἐκ γαστρός σου ἀχράντου, δίχα τροπῆς Δέσποινα, σάρκα προσλαβών ἀπορρήτως, Λόγος ὁ ἄναρχος, χρόνῳ γεγέννηται καί τῆς χρονίας κατάρας, γένος τό ἀνθρώπινον, ἀπελευθέρωσε.
Διἄσωσον Λάζαρε, φίλε Κυρίου, ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων, τούς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πολλήν πρός Χριστόν, ὡς φίλος αὐτοῦ ἔνθεος, πλουτεῖς ἀληθῶς, τήν παρρησίαν Ἂγιε, διό αὐτόν εὐΐλατον ἀπεργάζου ἧμῖν τοῖς οἰκέταις σου ὅπως ἐχθροῦ τάς δολίας βουλάς, ἀεί ἐκτρεπώμεθα ὦ Λάζαρε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰεράρχα θεόληπτε, πρόεδρε Κιτίου Λάζαρε ἔνδοξε, σεσωσμένοὺυς τῷ Παντάνακτι, τούς σέ μακαρίζοντας προσάγαγε.
Ανωτέρους διάσωζε, ταῖς σαῖς ἀντιλήψεσι θεῖς Λάζαρε, ἐπηρείας τοῦ ἀλάστορος, τούς θερμῶς αἰτοῦντας τήν πρεσβείαν σου.
Νἐκρωθέντα με ἔγειρον, Λάζαρε, κακίᾳ τοῦ πολεμήτορος, τεταρταῖος ἐκ τοῦ μνήματος, ὁ ἐξαναστάς Χριστοῦ τῷ ρήματι.
Θεοτόκιον.
Μαριάμ Ἀειπάρθενε, τόν ἐκ σοῦ τεχθέντα ἀεί ἱκέτευε, τοῦ διδόναι τοῖς οἰκέταις σου, τῶν πλημμελημάτων τήν συγχώρῆσιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὀμβρησον ἡμῖν, οὐρανόθεν Πάτερ Λάζαρε, τῆς χρηστότητος Χριστοῦ τόν γλυκασμόν, τόν ἰόν τῆς ἁμαρτίας κατακλύζοντα.
Ἲδε συμπαθῶς, οὐρανόθεν θεῖε Λάζαρε, τούς φωνοῦντάς σου τήν κλῆσιν εὐλαβῶς, καί παράσχου ἡμῖν πᾶσι τά αἰτήματα.
Ἂλλυπον ζωήν, διανύειν καταξίωσον καί ἀμέτοχον ἐν βίῳ πειρασμῶν, τούς τήν σήν ἐκδεχομένους χάριν Λάζαρε.
Θεοτοκίον.
Ἲλεων ἡμῖν, τόν Υἱόν σου καί Θεόν ἡμῶν, τοῖς προσπταίουσιν αὐτῷ διηνεκῶς, Θεοτόκε ἀπεργάζου ὡς φιλάγαθος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τῆν δέησιν ἡμῶν δέξαι Λάζαρε, καί προσάγαγε αὐτήν τῷ Κυρίῳ, ὡς οἰκειότατος τούτῳ καί φίλος, ἵνα ρυσθῶμεν βελῶν τοῦ ἀλάστορος, σέ γάρ μεσίτην πρός αὐτόν, καί θερμόν πρεσβευτήν προβαλλόμεθα.
Ἐκ τάφου, ὧς τεταρταῖος ἀνέστης ζωηφόρῳ τοῦ Σωτῆρος προστάξει, οὕτως ἡμᾶς ἐκ βυθοῦ ἀπωλείας, πρός σωτηρίαν τάς τρίβους ἐξέγειρον, Λάζαρε φίλε τοῦ Χριστοῦ, ταῖς θερμαῖς προς αὐτόν ἱκεσίαις σου.
Ἲερευσας τῷ Κυρίῳ ἀμέμπτως, Ἱεράρχης ἱερός δεδειγμένος, μετά τήν σήν, ζωηφόρῳ κελεύσει, ἀπό τοῦ τάφου παράδοξον ἔγερσιν, καί νῦν δυσώπει ἐκτενῶς, ὑπέρ πάντων ἡμῶν, μάκαρ Λάζαρξε.
Θεοτοκίον.
Χειμών με, τῆς ἁμαρτίας χειμάζει, καί δονεῖ με τῶν παθῶν τρικυμία, θεογεννῆτορ Παρθένε Μαρία, ἡ τῆς γαλήνης τεκοῦσα τόν αἴτιον, κυβέρνησόν με ἀσφαλῶς, πρός λιμένα τοῦ θείου θελήματος.
Διἄσωσον Λάζαρε, φίλε Κυρίου, ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων, τούς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων Σου.
Τῆ πρός Χριστόν παρρησίᾳ σου Ἂγιε, τῇ ἐκ πολλῆς προς αὐτόν οἰκειότητος, ἀεί κεχρημένος ἱκέτευε, πάσης ἀνάγκης λυτροῦσθαι καί θλίψεως, ἡμᾶς τούς τιμώντάς σε Λάζαρε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ᾿Οσίου αὐτοῦ.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει…
Εὐαγγέλιον, Ἐκ τοῦ κατά Ἰωάννην (Κεφ. ι΄, 1 – 9).
Είπεν ὁ Κύριος πρός τούς ἐληλυθότας πρός αὐτόν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Λάζαρε μακάριε, φίλε Χριστοῦ τοῦ Σωτῆρος, καί μύστα θεὁληπτε τῆς αὐτοῦ σαρκώσεως καί διάκονε, ἐκτενῶς πρέσβευε, πάσης ἁμαρτίας καί ποικίλων ἐπιθέσεων, ρύεσθαι πάντοτε, τους εἰλικρινῶς σε γεραίροντας, ἐν ἐναρέτοις πράξεσι, βίον τε ἀνύεἰν ἡσύχιον, ὡς ἂν τῶν σκανδάλων ἀνώτεροι φανέντες τοῦ ἐχθροῦ, τῆς ἀνωλέθρου μετάσχωμεν δόξης καί λαμπρότητος.
Σῶσον ὁ Θεός τόν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Αναστάς ἐκ τοῦ τάφου, τοῦ Σωτῆρος τῷ λόγῳ Λάζαρε ἔνδοξε, ἀνάστησον ἐκ λάκκου ἡμᾶς ταλαιπωρίας και δεινῶν περιστάσεων, τούς ἐκζητοῦντας θερμῶς, τήν σήν ἐπιστασίαν.
Ῥῶσιν σώματος αἴτει, καί ψυχῶν σωτηρίαν Ἄγιε Λάζαρε, καί ἴασιν παντοίων πικρῶν ἀρρωστημάτων, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
Ἰεράρχα θεόφρον, καί ποιμήν θεοφόρε Κιτίου Λάζαρε προς χλόην σωτηρίας, κατεύθυνον ὑψόθεν, τούς ἐν πίστει κραυγάζοντας· ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
Θεοτοκίον.
Νεκρωθείς τῇ κακίᾳ τῇ ἀπάτῃ Παρθένε τοῦ πολεμήτορος, τῇ σκέπῃ σου προστρέχω, καί πίστει ἐκβοῶ σοι, Ζώωσόν με τόν ἄθλιον, καί πρός ζωῆς ἀληθοῦς, ὁδήγησόν με τρίβον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γνώμην εὐθεῖαν, καλλιεργεῖν ἐν παντί με, δίδου Λάζαρε ὡς ἂν ἀμέμπτῳ βίῳ, τύχῳ τῆς ἀλήκτου, Κυρίου βασιλείας.
Ἐχων μεγίστην, πρός τόν Χριστόν παρρησίαν, καθικέτευε Λάζαρε ᾿Ἱεράρχα, ἄφεσιν πταισμάτων, ἡμῖν ἀεί διδόναι.
Ῥήσεων θείων καί ἐντολῶν τοῦ Σωτῆρος, πληρωτάς ἡμᾶς ἀνάδειξον παμμάκαρ, τούς τῇ σῇ πρεσβείᾳ, Λάζαρε προσφοιτῶντας.
Θεοτοκῖον.
Αγιωτέρα, τῶν οὐρανίων ταγμάτων, καθαγίασον τόν νοῦν και τήν καρδίαν, τῶν ὑπερυψούντων, τήν δόξαν σου Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, ἤδη διαλάμπων, πάσης φθορᾶς ἀνωτέρους διάσωζε, τούς σέ γεραίνοντας Λάζαρε Θεοδόξαστε.
Ἰατρευσον τό ἄλγος, Λάζαρε τρισμάκαρ, τῆς ἀσθενούσης ψυχῆς μου πρεσβείαις σου, καί τῶν πταισμάτων μου αἴτει θεόθεν ἄφεσιν.
Μανίας τοῦ δολίου, καί παντός σκανδάλου, καί πολυτρόπων κινδύνων καί θλίψεων, ρύου ἡμᾶς τῇ σῇ χάριτι Ἂγιε Λάζαρε.
Ο φίλος τοῦ Κυρίου, καί ἡμῶν προστάτης, θεομακάριστε Ἂγιε Λάζαρε, μή διαλίπῃς παρέχων ἡμῖν τήν χάριν σου.
Θεοτοκῖον.
Ὑπέρτερον τόν νοῦν μου πάσης χαμαιζήλου ἐπιθυμίας, Παρθένε ἀνάδειξον, καί τοῦτον Κόρη πρός θεῖον ἔρωτα ὕψωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πίστει τῷ Σωτήρι οἰκειωθεῖς, φίλος τούτου ὥφθης, καθαρότητι τῆς ψυχῆς, Λάζαρε θεόφρων, καί τῆς οἰκονομίας, μυστήρῖον τό μέγα, τούτου μεμύησαι.
Φύσεως τῷ νόμῳ ἀποθανών, τέσσαρας ἡμέρας ἐν τῷ τάφῳ δέ συσχεθείς, λόγῳ τοῦ Κυρίου, ζωοποιῷ ἀνέστης, καί Ἱεράρχης ὥφθης, Λάζαρε ἔνθεος.
Λάζαρε θεόφρον φίλε Χριστοῦ, ρῦσαι πάσης βλάβης, καί παντοίων ἐπιφορῶν, τούς τῇ σῇ πρεσβείᾳ προστρέχοντας ἐν πίστει, καί δίδου ἡμῖν πᾶσι, τήν σήν βοήθεια.
Μέτοχος ὑπάρχων καί κοινωνός, τῆς ἀφράστου δόξης τοῦ τῶν ὅλων Δημιουργοῦ, πλήρου τάς αἰτήσεις, τῶν σέ παρακαλούντων, ὦ Λάζαρε παμμάκαρ, ὡς συμπαθέστατος.
Χαίρων τήν ἀνέκφραστον χαρμονήν, Λάζαρε θεόφρον, πάσης λύπης καί συμφορᾶς, ἀνεπηρεάστους, τῇ σῇ πρεσβείᾳ τήρει, τούς προσιόντας πόθῳ, τῇ ἀντιλήψει σου.
Σκέπε ἐκ σκανδάλων τοῦ πονηροῦ καί δίδου ὑγείαν καί κινδύνων ἀπαλλαγήν, καί τῶν ἐν τῷ βίῳ, ποικίλων συμπτωμάτων, τοῖς σέ ὑμνολογοῦσιν, Αγιε Λάζαρε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ὠς φίλον ὑμνοῦμέν σε, καί μαθητήν τοῦ Χριστοῦ· αὐτοῦ γάρ τῷ ρήματι, ἐκ τῶν νεκρῶν ἐγερθείς, θεόληπτε Λάζαρε, ὥφθης Εὐαγγελίου ἐνθεώτατος μύστης, πόλεως δέ Κιτίου, εὐκλεής ποιμενάρχης. Καί νῦν ἀεί δυσώπει, ὑπέρ τῶν τιμώντων σε.
Ἦχος α΄
Τῆν κοινήν ἀνάστασιν πρό τοῦ Σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τόν Λάζαρον, Χριστέ ὁ Θεός. Ὅθεν καί ἡμεῖς ὡς οἱ παῖδες, τά τῆς νίκης σύμβολα φέροντες, Σοί τῷ νικητῇ τοῦ θανάτου βοῶμεν· ὦσαννά ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Φίλε τοῦ Παντάνακτος Χριστοῦ, καί μυσταγωγέ τούτου θεῖε, Ἂγιε Λάζαρε, πάσης περιστάσεως ἀτρώτους φύλαττε, τούς πιστῶς καταφεύγοντας, τῇ σῇ προστασίᾳ, ἴασιν δωρούμενος ψυχῆς καί σώματος, ἅμα καί πταισμάτων τήν λύσιν, τοῖς εἰλικρινῶς σε τιμῶσι, ταῖς πρός τόν Δεσπότην ἱκεσίαις σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Τῆ πρεσβείᾳ, Κύριε, Πάντων τῶν Ἀγίων καί τῆς Θεοτόκου, τήν Σήν εἰρήνην δός ἡμῖν καί ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμῶν.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Λάρνακα
17 Μαρτίου
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῶμεν· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Λάρνακα της Κύπρου
Ἀπότμημα χειρός στή Μονή Παντανάσσης Περιστερᾶς Θεσσαλονίκης.
Ἀποτμήματα στή Μονή Ἰβήρων Ἁγίου Ὄρους