Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τῶν Ἀποστόλων δεδεγμένος τὸν ζῆλον, Εὐαγγελίου ὑποφήτης ἐδείχθης, Ἱερομάρτυς ἔνδοξε Κοσμᾶ θαυμαστέ. Ὅθεν τοὺς προστρέχοντας, τῇ θερμῇ σου πρεσβείᾳ, ῥῦσαι πάσης θλίψεως, καὶ παντοίας ἀνάγκης, καὶ τὸν Χριστὸν ἱκέτευε ἀεί, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου, λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος οὗ ἡ ἀκροστιχίς·
Κόσμησόν με Κοσμᾶ θείῳ φόβῳ. Γερασίμου.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Κυρίου τῆς δόξης κατατρυφῶν, Κοσμᾶ θεηγόρε, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῶν ἐν πίστει προσιόντων, τῇ ἱερᾷ
σου πρεσβείᾳ ἑκάστοτε.
O λόγῳ τῷ θείῳ τὰς τῶν πιστῶν, νεώσας καρδίας, τὴν εὐσέβειαν γεωργεῖν, δεῖξον καρποφόρον τὴν ψυχήν μου,
πάτερ Κοσμᾶ ἀρετῶν θείαις πράξεσι.
Συνέχομαι κλύδωνι χαλεπῷ, παθῶν ἀκαθάρτων, διὰ τοῦτό σοι ἐκβοῶ· πρόφθασον Κοσμᾶ τῇ σῇ πρεσβείᾳ καὶ τῆς
παρούσης με λύτρωσαι θλίψεως.
Θεοτοκίον.
Μὴ φλέξας τὴν μήτραν σου ὁ Σωτήρ, πῦρ ὑπάρχων ὅλος, ἐσαρκώθη Κόρη ἐκ σοῦ· διὸ τῷ πυρὶ τῶν πρεσβειῶν σου, τὴν ἐν ἐμοὶ ἁμαρτίαν κατάφλεξον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
H σὴ ἔνθεος γλῶσσα, τὰς τῶν πιστῶν ἤγειρε, Πάτερ διανοίας πρὸς φόβον, θεῖον καὶ κρείττονα· διὸ διέγειρον, κἀμὲ
Κοσμᾶ θεηγόρε, πρὸς ζωὴν ἐνάρετον, ἐκ φαύλων πράξεων.
Σωτηρίας πρὸς τρίβον, ἣν τοῖς πιστοῖς ἔδειξας, θείῳ σου κηρύγματι Πάτερ, ἡμᾶς ὁδήγησον, ἐξ ἀνοδίας κακῶν, πράττειν
τὸ θεῖον Κυρίου, καὶ τέλειον θέλημα, ψυχῆς θερμότητι.
Ὀδυνῶν πολυτρόπων, καὶ συμφορῶν Ἅγιε, καὶ ἐπηρειῶν ἀκαθάρτων, τοῦ πολεμήτορος, Κοσμᾶ ἀπάλλαξον, καὶ πάσης ἄλλης ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας, τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, νοῒ Ἁγνὴ ἄφρονι, γέλως τῷ ἐχθρῷ καθορῶμαι, ἀλλ’ ὡς κυήσασα, ζωῆς τὸν πρύτανιν, ζώωσον
αὖθίς με Κόρη, καὶ ζωὴν ἐνάρετον, ζῆν με ἐνίσχυσον.
Διάσωσον ἱερομάρτυς Κυρίου Κοσμᾷ θεόφρον, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ἐκ τῶν ποικίλων ἐν
βίῳ πειρατηρίων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου
τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύων Χριστῷ, ὡς θεῖος Ἰσαπόστολος, μὴ παύσῃ Κοσμᾶ, ὑπὲρ τῶν εὐφημούντων σε, ὡς ἂν ἀεὶ ῥυώμεθα,
Νοσημάτων καὶ πάσης κακώσεως, καὶ ἐκ πάσης ἐχθροῦ ἐπιβουλῆς, οἱ μέγαν προστάτην κεκτημένοι σε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Μέγας ὤφθης διδάσκαλος, τοῦ Εὐαγγελίου Κοσμᾶ μακάριε· ὅθεν δίδου ἡμῖν δύναμιν, εὐαγγελικῶς ἐμπολιτεύεσθαι.
Ἐν ὀδύνῃ με Ἅγιε, ὄντα ἐξ ἀμέτρων μου παραπτώσεων, ἐλευθέρωσον τῆς θλίψεως, ταῖς σαῖς ἱκεσίαις πρὸς τὸν
Κύριον.
Κυβερνήτης μοι φάνηθι, πλέοντι τοῦ βίου τὴν πικρὰν θάλασσαν, ἀσφαλῶς Κοσμᾶ θεόληπτε, πρὸς λιμένα θεῖον
κατευθύνων με.
Θεοτοκίον.
O Δεσπότης τῆς κτίσεως, ἐκ σοῦ Θεοτόκε τεχθεὶς ὡς ἄνθρωπος, πάντων Δέσποιναν σὲ ἔδειξεν, οἷα τῶν κτισμάτων ὑπερέχουσαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σύντριψον Κοσμᾶ, τοῖς ποσὶ τῶν ἀνυμνούντων σε, τοῦ βελίαρ τὰς ὑπούλους μηχανάς, ἐν εἰρήνῃ περιέπων τὴν
ζωὴν ἡμῶν.
Μέγας ἀρωγός, Ὀρθοδόξων ἀναδέδειξαι· ὅθεν λύτρωσαι μεγάλων συμφορῶν, ἰσαπόστολε Κοσμᾶ τοὺς σὲ γεραίροντας.
Ἂνωθεν Κοσμᾶ, ἱλαρῷ σου βλέψον ὄμματι, τοὺς ἑστῶτας τῇ εἰκόνι σου πιστῶς, καὶ παράσχου τούτοις Πάτερ τὰ
αἰτήματα.
Θεοτοκίον.
Θραῦσον τοῦ ἐχθροῦ, καθ’ ἡμῶν τὰ μηχανήματα, καὶ ἀφάνισον τὰ σκάνδαλα Ἁγνή, τὰ πληροῦντα ἀθυμίας τὴν
ζωὴν ἡμῶν.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Ἐκήρυξας, εὐσεβείας τὸν λόγον, ὡς τῶν θείων ζηλωτὴς Ἀποστόλων· ὅθεν ἡμᾶς ζηλωτὰς θείων ἔργων ἐν εὐσεβείᾳ
καὶ πάσῃ σεμνότητι, ἀνάδειξον πάτερ Κοσμᾶ, ταῖς θερμαῖς σου πρεσβείαις πρὸς Κύριον.
Ἰέρευσας, σεαυτὸν τῷ Κυρίῳ, εὐσεβείας διανύσας τὸν δρόμον· ὅθεν ἡμῶν τὰς φωνὰς καὶ δεήσεις, ὥσπερ θυμίαμα
δέχου εὐπρόσδεκτον, καὶ δίδου πᾶσιν εὐμενῶς, ἃ αἰτοῦμεν Κοσμᾶ ἰσαπόστολε.
Ὡς ἔχων, πρὸς τὸν Χριστὸν παῤῥησίαν, ἰσαπόστολε Κοσμᾶ θεηγόρε, ὑπὲρ ἡμῶν ἐκδυσώπει ἀπαύστως, τῶν εὐλαβῶς
προσιόντων τῇ σκέπῃ σου, διδόναι λύσιν δυσχερῶν, καὶ πταισμάτων τελείαν συγχώρησιν.
Θεοτοκίον.
Φωτί σου, τὴν σκοτισθεῖσαν ψυχήν μου, χρυσαυγίζουσα τῆς δόξης νεφέλη, Θεοκυῆτορ Παρθένε Μαρία, καθικετεύω θερμῶς καταλάμπρυνον, καὶ ῥύθμισόν μου τὴν ζωήν, τοῦ Υἱοῦ σου ἁγίοις προστάγμασι.
Διάσωσον ἱερομάρτυς Κυρίου Κοσμᾶ θεόφρον, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ἐκ τῶν ποικίλων ἐν
βίῳ πειρατηρίων.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν
παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον·
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ω῾ς Ἀποστόλων ὁμότροπος Ἅγιε, καὶ Ἀθλητῶν κοινωνὸς καὶ ἰσότιμος, σὺν τούτοις ἀπαύστως ἱκέτευε, πάσης λυτροῦσθαι ἡμᾶς περιστάσεως, Κοσμᾶ τοὺς πιστῶς προσιόντας σοι.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ευαγγέλιον, Ἐκ τοῦ κατὰ Λουκᾶν. (κεφ. θ΄ 1-6).
Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν
ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἵρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ’ αὐτούς. Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Δόξα.
Ταῖς τοῦ Διδασκάλου πρεσβείαις᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. ᾿Ελεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Αἴγλῃ τῇ τοῦ Πνεύματος, καταλαμπόμενος Πάτερ, ἔνθεος διδάσκαλος, Ὀρθοδόξου πίστεως, Κοσμᾶ πέφηνας·
διὸ νῦν Ἅγιε, ταῖς σαῖς ὑποθήκαις, καὶ ἁγίαις παραινέσεσιν, ἡμᾶς δυνάμωσον, μένειν ἀσαλεύτους δεόμεθα, καὶ τούτοις τὴν ζωὴν ἡμῶν, πάντοτε ῥυθμίζειν πρὸς Κύριον, καὶ πάσης ἀνάγκης, καὶ βλάβης καὶ κινδύνων καὶ φθορᾶς, ἡμᾶς ἀτρώτους διάσωζε, ταῖς σαῖς ἀντιλήψεσι.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
Κύριε ἐλέησον ιβ΄
Μετὰ δὲ τὸ Ἐλέει καὶ οἰκτιρμοῖς, ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ο κηρύγματι θείῳ, ἐκτεμὼν τὴν ἀπάτην Κοσμᾶ προθέλυμνον, τὴν ὕλην τῆς ψυχῆς μου, καὶ ἄκανθαν κακίας, ἐξ αὐτῆς ἐναπόσπασον, ὡς ἂν τὸν φόβον Θεοῦ, καλλιεργήσῃ Πάτερ.
Βασιλείας τῆς ἄνω, ὡς κηρύξας ἐν κόσμῳ τὸ Εὐαγγέλιον, Κοσμᾶ ἱερομάρτυς, μετόχους καὶ πολίτας, διὰ βίου σεμνότητος, δεῖξον αὐτῆς σαῖς λιταῖς, τοὺς σὲ ὑμνολογοῦντας.
Ὠς τελέσας τὸν δρόμον, δι’ ἀγχόνης μετῆλθες πρὸς δόξα ἄῤῥητον· διὸ ἐξ ἀδοξίας, παθῶν τῶν ἀκαθάρτων, καὶ
ἐκ πάσης φαυλότητος, ῥῦσαι ἡμᾶς σαῖς λιταῖς, Κοσμᾶ ἱερομάρτυς.
Θεοτοκίον.
Γεωργεῖν με Παρθένε, ἀρετῶν τὰ εὐώδη ἄνθη ἐνίσχυσον, ὡς ἂν ὀσμὴν ἁγίαν, καὶ θείαν εὐωδίαν, προσαγάγω τῷ
Κτίσαντι,καθαρωτάτης ζωῆς, καὶ βίου θεαρέστου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐκ πάσης βλάβης, καὶ συστροφῆς ἐναντίων, διαφύλαξον ἀτρώτους ἡμᾶς Πάτερ, τοὺς ὑπερυψοῦντας, τὸν σὲ ἐνισχυκότα.
Ῥείθροις ἀύλοις, τοῦ Παρακλήτου παμμάκαρ, ἐναπόσβεσον τὴν φλόγα τῶν παθῶν μου, καὶ ἀναψυχῆς μοι, Κοσμᾶ τὸ ὕδωρ βλῦσον.
Ἀγγέλων δήμοις, συνὼν Κοσμᾶ θεοφόρε, καθικέτευε σὺν τούτοις ὑπὲρ πάντων, τῶν ἀνευφημούντων, τοὺς ἱερούς
σου πόνους.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε, τῶν γηγενῶν σωτηρία· ἔνθεν ἅπαντες ἐλπίζομεν σωθῆναι, τῇ πρὸς τὸν Υἱόν σου, ἐνθέρμῳ μεσιτείᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ιάσεων τὴν χάριν, Πάτερ δεδεγμένος, ταῖς ἀσθενοῦσι ψυχῇ τε καὶ σώματι, τὴν θεραπείαν παράσχου Κοσμᾶ μακάριε.
Μαρτύρων εὐκληρίᾳ, καὶ τῶν Ἀποστόλων, καὶ διδασκάλων ἐμπρέπων χαρίσματι, Κοσμᾶ μὴ παύσῃ βραβεύων
ἡμῖν τὰ κρείττονα.
Ο κόσμος Ἐκκλησίας, πέλων φερωνύμως, ταῖς εὐκοσμίαις Κοσμᾶ κατακόσμησον, τῶν ἀρετῶν τοὺς ἐν πίστει σε μεγαλύνοντας.
Θεοτοκίον.
Υψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη, χαῖρε ψυχῆς μου γλυκεῖα παράκλησις, Θεοχαρίτωτε Κόρη πιστῶν προπύργιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ Εὐαγγελίου, ὑποφήτης ὁ ἱερός· χαίροις Ἐκκλησίας, ἀστὴρ νέος τρισμάκαρ, Κοσμᾶ ἱερομάρτυς, πιστῶν τὸ στήριγμα.
Χάριτι τῇ θείᾳ καταυγασθείς, Πάτερ ἐν τῷ Ἄθῳ τῶν γηίνων ὡς καθαρθείς, ὡς ἀκτὶς ἐξῆλθες, καὶ φῶς τοῖς ἐν τῷ
κόσμῳ, Κοσμᾶ πᾶσι κηρύττων, λόγον τῆς πίστεως.
Χαίροις Αἰτωλίας θεῖος βλαστός· χαίροις Ὄρους Ἄθω, φοῖνιξ ὄντως καρποτελής· χαίροις εὐσεβείας, ἡ σάλπιγξ
ἡ μεγάλη, Κοσμᾶ ἱερομάρτυς, καὶ ἰσαπόστολε.
Τοῦ Εὐαγγελίου κῆρυξ λαμπρός, Κοσμᾶ ἀνεδείχθης, ἐπιπνοίᾳ τῇ θεϊκῇ, καὶ διῆλθες πλεῖστα, χωρία τε καὶ πόλεις, τοὺς πάντας ἐπανάρχων, πρὸς τὴν ἀλήθειαν.
Ἢνυσας τὸν δρόμον ἀθλητικῶς, Κοσμᾶ θεηγόρε, δι’ ἀγχόνης θανατωθείς, καὶ πρὸς τὴν ἀγήρω, ζωὴν ἀνῆλθες
χαίρων, ἀθλήσεως τὸ στέφος, Πάτερ δεξάμενος.
Τοὺς ὑμνολογοῦντας πάτερ Κοσμᾶ, τοῦ κηρύγματός σου, τοὺς ἀγῶνας τοὺς ἱερούς, ῥῦσαι πάσης βλάβης, καὶ πάσης
ἐπηρείας, καὶ σεσωσμένους τούτους, Θεῷ προσάγαγε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέχου ἰσαπόστολε Κοσμᾶ, τὰς ἱκετηρίους δεήσεις, τῶν προσπιπτόντων πιστῶς, τῇ σεπτῇ εἰκόνι σου, καὶ ἐκζητούντων ἀεί, τὴν θερμὴν προστασίαν σου, καὶ πάρεσχε πᾶσι, ταῖς πρὸς τὸν Παντάνακτα, Πάτερ πρεσβείαις σου, ἴασιν ψυχῶν καὶ σωμάτων, καὶ παθῶν παντοίων τὴν λύσιν, καὶ πλημμελημάτων ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Κόσμησον Κοσμᾶ ἀρετῶν εὐκοσμίᾳ
Γεράσιμον θείοις σε ὕμνοις κοσμοῦντα.
24 Αυγούστου
Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, τὴν Ἐκκλησία, ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος καὶ κατασπείρας τὰ θεία διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.