Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἤχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Οἱ ἐν ποικίλοις πειρασμοῖς καὶ νοσήμασι καὶ σῶτηρίας τῶν ψυχῶν ἀφιέμενοι, πρὸς τοῦ Σωτῆρος δράμώμεν ναὸν τὸν ἱερόν, Δέσποτα, κραυγάζοντες και, Θεέ ἐλεῆμον δὸς ἡμῖν τὴν ἴασιν καὶ παράσχου τὴν λύσιν τῶν συνοχλούντων ἅπαντας δεινῶν τήν τε εἰρήνην βραβεύων τοῖς μέλπουσι.
Δόξα.
Ἅγιε Σώζων, ἀϑλητὰ γενναιότατε, ὡς κεκτημέγος παρρησίαν πρὸς Κύριον, τὴν προσευχὴν προσάγαγε ἡμῶν τῶν ταπεινῶν, τάχος νῦν αἰτούμενος παρ᾽ αὖτοῦ ἀϑλοφόρε, ἄφεσιν καὶ ἴασιν ψυχῶν σωτηρίαν, βραβεύων πίστιν, μάρτυς τοῦ Χριστοῦ, τῶν προσπιπτόντων τῇ εἰκόνι σου.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτέ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ελέησόν με, ὁ Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοι μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἀν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις εκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι ἀγαλλίασιν καί εὐφροσύνην, αγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα ευθές εγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή αντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὀδούς Σου καί ἀσεβεῖς ἐπί σε ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, αγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Αγάθυνον, Κύριε, ἐν τῆ εὐδοκία Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἲλεων ἀπέργασαι Σώζων, τὸν μόνον σώζοντα σῶσαι ἡμᾶς
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἵλεων ἀπέργασαι, ἀϑλητά, τὸν μόνον Δεσπότὴν, οἰκτειρῆσαι τοὺς ἐν κλαυϑμῷ, προσπίπτοντας ὧδε σῇ εἰκόνι, καὶ δακρύοις ϑερμῶς ἱκετεύοντας.
Λιμένι εἰσῆλϑες τῶν οὐρανῶν, πανθαύμαστε Σώζων, καὶ μοναῖς ταῖς τῶν ἀϑλητῶν, τούτους καὶ ἡμᾶς τοὺς δεομένους, καταλαβεῖν σαῖς εὐχαῖς καταξίωσον.
Ἐδόξασας βάπτισμα τοῦ Χριστοῦ, σταυρὸν τοῦ Κυρίου, ἐπὶ ὥμων ἀναλαβών, τοῦτον καὶ ἡμᾶς ἐν προϑυμίᾳ, καὶ ϑερμῇ πίστει βαστάζειν ὀχύρωσον.
Ο βίος μου, Ἅγιε, ἐν πολλαῖς, δειναῖς πλημμελεἰαις, δεδαπάνηται, διὸ νῦν, ὡς ἔχων Χριστῷ τὴν παρρησίαν, πρός μετανοίας οδούς καθοδήγησον.
Θεοτοκίον.
Ναός ἐχρημάτισας Μαριάμ τοῦ ἐκ σου τεχθέντος, Βασιλέως τῶν οὐρανῶν, καὶ ἐδόξως μεταμορφωθέντος, ὂν μάρτυς Σώζων πιστῶς ἡκολούθησε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀγαπήσας ἐνθέρμως τὸν Λυτρωτήν Ἂγιε, τούτου καὶ τοῖς ἴχνεσι, μάκαρ, συνακολούθησα, τῆν ἐξουσίαν λαβῶν, παρὰ τοῦ μόνου Δεσπότου, ἐκπληρούν αἰτήματα, τῶν δεομένων σου.
Παρεστώς στερηφόρε, ἐν οὐρανοῖς μέμνησο, τῶν ἐν περιστάσεσι ὄντων, Σώζων μακάριε, ἀντιδούς δαψιλώς, παρὰ Κυρίου πλουσίως, ἥνπερ χάριν εἰληφας, παρὰ τοῦ Κτίσαντος.
Ἐὐεργέτης ἐφάνης καὶ βοηϑὸς ἅπασι, τοῖς μετ’ εὐλαβείας κυκλοῦσι, τὴν πανσεβάσμιον, ϑείαν εἰιόνα σου, διὸ ἡμῖν νῦν παράσχου ἱλασμὸν πταισμάτωντε, ρῶσιν καὶ ἄφεσιν.
Ῥαντισμῷ σῶν αἱμάτων μαρτυρικῶς ἔπνιξας, πάντα πανουργεύματα, μάκαρ, τοῦ κακοδαίμονος, ὅϑεν αἰτοῦμεν λαβεῖν, παρὰ Κυρίου τὴν χάριν, νικηφόρως φέρειν τε, τούτου τὸν πόλεμον.
Θεοτοκίον.
Γηγενῶν ἡ προστάτι, καὶ ἡ ἐλπίς Ἂχραντε, τον ἐν Θαβωρίῳ ὀφϑέντα, μεταμορφούμενον, τὸν σὸν Ὑἱόν,᾿Αγαϑή, μετὰ τοῦ Σώζοντος πᾶσι, δυσώπει ἄφεσιν, δοῦναι τοῖς μέλπουσι.
Διάσωσον, Σώζων παμμάκαρ, ἐκ πάσης ἐχθρῶν μανίας, τους ἐν τῶ σῶ ναῶ θερμῶς ἰκετεύοντας, ὢς ἒχων πρός Κύριον παῤῤησίαν.
Διάσωσον ἀπο κινδύνων τους δούλους σου, Θεοτόκε, ὂτι πάντες μετά Θεόν, εἲς σὲ καταφεύγομεν, ως ἂῤῤκτον τείχος καὶ προστασία.
Αὶτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία Θερμή.
Πρεσβείαν τὴν σὴν αἰτοῦμεν, μάρτυς ἔνδοξε, οι πιστοί ϑερμῇ εἰκόνι σου προσπίπτοντες καὶ βοῶντες, Ἂγιε, πρόφϑασον, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ἔχων παρρησίαν πρὸς Κύριον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀπὸ πάσης αἱρέσεως καὶ κακοδοξίας ἡμᾶς ἀπάλλαξον, ἐν τῇ πίστει δὲ στερέωσον, τῇ τῆς Ἔκκλησίας, παναοίδιμε.
Σὺ ἐφάνης ἀήττητος κατὰ τῶν τυράννων ἀγωνιζόμενος, ὅϑεν Σώζων ἡμῖν δώρησαι, τὸν Χριστὸν κηρύττειν μετὰ πίστεως.
Ἀπογνόντες, προσπίπτομεν τῇ σεπτῇ εἰκόνι σου ἰκετεύοντες, άποκάθαρον πρεσβείαις σου τὰς ψυχᾶς ἡμῶν τε καὶ τὰ σώματα.
Ἰδοὺ πόϑῳ ἱστάμεϑα καὶ ἐν κατανύξει καϑικετεύομεν, μὴ παρίδῃς Σώζων δέησιν ἀλλ᾽ ἐκ τῶν δεινῶν σκανδάλων ἡμᾶς λύτρωσαι.
Σωτηρίαν ἐπόϑησας καὶ τῷ μαρτυρίῳ προσῆλθες Ἂγιε, ἐναϑλήσας προϑυμότατα, διὸ ταύτην χάρισαι τοῖς μέλπουσι.
Θεοτοκίον.
Ὣ Μαρία παντάνασσα, παρρησίαν ἔχουσα πρός Ὃν ἔτεκες, πόλιν ταύτην καὶ τὴν ποίμνην σου ἀκλινῶς βαδίζειν περιφρούρησον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ζῇς ἐν τῷ Χριστῷ, ἀπολαύων Σώζων Ἅγιε, ἐν οὐρανοῖς ἀφϑάρτων ἀγαϑῶν, ἃ καταξίωσον πάντας εὑρεῖν πρεβείαις σου.
Ὣφϑης. ἀϑλητά, τοῖς πιστοῖς ὁ μέγας πρόμαχος, διὸ ἡμᾶς προσπίπτοντες ἐν κλαυϑμῷ ἀντιλαβοῦ καὶ διάσωσον πάσης πτώσεως.
Νέαν σε πηγὴν ἰαμάτων πάντες εὕρομεν, τὴν ἐν Χριστῷ παρέχουσαν τοῖς πιστοῖς ψυχῶν, σωμάτων τὴν ἴασιν παναοίδιμε.
Τεῖχος ἀρραγὲς κατ᾽ ἐχϑρῶν δεδώρησαι, χειμαζομένοις κύμασι χαλεποῖς καὶ κλονουμένοις ταῖς βίου δειναῖς συγχύσεσι
Ὅλην νῦν πρὸς σὲ, τὴν ἐλπίδα Σώζων τέϑεικα, μὴ οὖν παρίδῃς με, ἔνδοξε αθλητᾶ, ἀλλὰ παράσχου, ἐκπλήρωσιν τῶν δεήσεων.
Θεοτοκίον.
Νέα Σιλωὰμ, σὺ ἐφάνης Μητροπάρϑενε, μετὰ μαρτύρων πάντων τὸν σὸν Υίον καθικετεύουσα πάσης ἰάσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μιμούμενος τον Σωτήρα Ἂγιε, τοῖς πιστοῖς ταὴν ἰατρείαν παρέχεις, ψυχῶν σωμάτων πικρᾶς ἀλγηδόνας καὶ βραβεύων τὴν ἴασιν’ διὸ παράσχου ᾿ καὶ ἡμῖν πρὸς Χριστοῦ κεκτημένος τὴν δύναμιν.
Οἱ πόϑῳ σε ἀγαπῶντες, Ἂγιε, καὶ εἰκόνα σου τὴν ϑείαν τιμῶντες, πάντες ἰδοὺ χαταφεύγομεν ᾧδε σὴν μεσιτείαν καὶ χάριν αἰτούμενοι. ταύτην παράσχου καὶ ἡμῖν, πρὸς Χριστοῦ κεκτημένος τὴν δύναμιν.
Νενίκηκας τὸν Βελίαρ, Ἂγιε, τῇ δυνάμει τοῦ Χριστοῦ, ἀϑλοφόρε, ὅϑεν ἡμᾶς πειρασμοῖς κλονουμένους, μὴ ὑπερίδῃς ϑερμῶς ἰκετεύομεν, ἀλλὰ στερέωσον σοφέ, πρὸς Χριστοῦ κεκτημένος τὴν δύναμιν.
Τοὺς πίστει σοι προσιόντας, Ἂγιε, καὶ προσπίπτοντὰς τῷ ϑείῳ ναῷ σου, ἐπιτυχεῖν τῆς αἰτήσεως δίδου καὶ ἐν χαρᾷ ἀπελϑεῖν εἰς τὰ ἴδια ἀξίωσον ὡς ἀγαϑὸς, πρὸς Χριστοῦ κεκτημένος τὴν δύναμιν.
Θεοτοκίον.
Νεανίδες καὶ παρϑένοι, Ἂχραντε, ἀνυμνοῦσι μεϑ’ ἡμῶν τὸν σὸν τόκον, καὶ ἐκτενῶς ἱκετεύουσι ῤάνον τὰς δωρεάς Παναγία τοῖς μέλπουσι, ὡς μήτηρ τῶν Χριστιανῶν, πρὸς Χριστοῦ κεκτημένη τὴν δύναμιν.
Διάσωσον, Σώζων παμμάκαρ, ἐκ πάσης βλάδης τοὺς ἐν τῷ σῷ ναῷ ϑερμῶς ἱκετεύοντας, ὡς ἔχων πρὸς Κύριον παρρησίαν. ᾿
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀϑλοφόρε καὶ μεγαλομάρτυς πανένδοξε, ὁ Χριστοῦ προϑύμως πιὼν τὸ ποτήριον, παρρησίᾳ πρὸς Κύριον, Σώζων, ἑστηκώς, μὴ ἐλλίπῃς, πάτερ ἐκβοᾶν, πρὸς τὸν Σωτῆρα ἐκτενῶς εἰσακοῦσαι δεήσεων, πάντῶν τῶν δεομένων, ϑερμῶς καὶ ἱκετευόντων, ἵνα λυτρώσῆται ἡμᾶς, τῶν σκανδάλων τοῦ ἀλάστορος.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάτωσεν ὅ Κύριος.
Εὐαγγέλιον, ᾽Εκ τοῦ κατὰ Μάρκον (Κεφ.6, 7-13).
Τῷ καιρῷ ἐκείνῳ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ράβδον μόνον, μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν, ἀλλ᾿ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδεδύσθαι δύο χιτῶνας. Καὶ ἔλεγεν αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν· καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι, καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεήμον, Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σώζων παμμακάριστε, τῶν ἀϑλητῶν ἥ ἀκρότης, καὶ πιστῶν τὸ καύχημα, τὴν οἰκτρὰν τῶν δούλον σοὺ δέξαι δέησιν, Πάντες γὰρ ἤλϑομεν, πανοικεί Ἀγιε, τῇ εἰκόνι σου προσπίπτοντες, ϑερμοῖς τοῖς δάκρυσι, κατανύξει ὧδε προσκκλαίοντες, πρόφϑασον Μάρτυς ἔνδοξε, καὶ ἐκ τῶν σκανδάλὼν ἡμᾶς φυλάττων, πάντας χριστοφόρε, ὡς ἔχων παρρησίαν τῷ Θεῷ, Χριστοῦ ὀβαδίζειν τοῖς ἴχνεσι ἀξιομακάριστε.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σοφὸς οἰακοτρόφος ἀνεδείχϑης ἐν βίῳ, ἀκολουϑήσας Χριστόν, αὐτὸν οὖν ἐκδυσώπε,ι τοὺς τιμῶντάς σε Σώζων, εὐλογῆσαι καὶ ψάλλοντας, Εὐλογητὸς ὁ Θεὸς Σώζοντος εἰς αἰῶνας.
Ὣ τῶν ὑπερφυῶν σου, καὶ πολλῶν δωρεῶν σου,
Μεγαλομάρτυς Χριστοῦ, δι᾿ ὧν τοὺς προσιόντας, καταστέφεις, ὦ Σώζων, κατανύξει νῦν ψάλλοντας, Εὐλογητὸς ὁ Θεὸς Σώζοντος εἰς αἰῶνας.
Ζητῶν τὸν κεκρυμμένον μαργαρίτην, ὦ Σώζων τὸν Λυτρωτὴν, ᾿Ιησοῦν, αὐτῷ προσεκολλήϑης, διὰ τοῦ μἀρτυρίου διὸ πάντες συμψάλλομεν,Εὐλογητὸς ὁ Θεὸς Σώζοντος εἰς αἰῶνας.
Ὀδον την τοῦ Κυρίου ὠς βαδίσας ἐν βίω ἀθλητικῶς ἀγαϑέ, ὁδήγησον πρὸς ταύτην τοὺς σε παράκαλούντας ἐκ καρδίας καὶ ψάλλοντας, Εὐλογητὸς ὁ Θεὸς Σώζοντος εἰς αἰῶνας.
Θεοτοκίον.
Ναὸς Θεοῦ ἐγένου, Παναγία, τεκοῦσα ὑπερφυὥς τὸν Χριστόν, διὸ τοῖς δεομένοις, τῷ ναῷ τοῦ Υἱοῦ σου, σὺν τῷ μάρτυρι πρόσδεξαι, Εὐλογητὸς ὁ Θεὸς ψαλλόντων εἰς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν βασιλέα τῶν οὐρανῶν ἀγαπήσας, ἀϑλητά ἐν τῷ βίῳ, αὐτὸν ἐνίσχυσον λατρεύειν, ἡμᾶς εἷς τοῦς αἰῶνας.
Ἀπὸ παντοίων νῦν πειρασμῶν ἀπολύτρωσαι, ϑεόφρον σοὺς δούλους ὑμνοῦντας, καὶ ὑπερυψοῦντας Χριότὸν εἰς τοὺς αἰῶνας.
Σωματικῶν τε καὶ ψυχικῶν ἀλγηδόνων, λυτρωϑέντες ἐν βίῳ, Χοιστὸν ὑμνοῦμεν τὸν Σωτῆρα εἰς πάντας τοὺς αἰῶνας.
Ὦ τῶν ἀγώνων σου, ἀϑλητά, οὗς εἰργάσω ὃν αϑλήσας γενναίως, λαοὺς ἐγείρων τοῦ δοξάζειν, Χρστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Σωματωθέντα τον, Ιησούν ἀπεκυησας Παρθένε Μαρία, Αυτόν αξίωσον δοξάζειν εἲς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγίων ταῖς χορείαις, νῦν περιπολεύων, μη ἐπιλάϑου σὺν τούτοις πρεσθεύειν Χριστῷ ὑπὲρ τῶν πίστει καὶ πόϑῳ σοι καταφευγόντων.
Ἰάσεις καϑ᾽ ἑκάστην, Σώζων ἀπονέμεις, τοῖς προσιοῦσιν ἐν πίστει ναῷ σου ϑερμῇ, καὶ τὸν Σωτῆρα ὑμνούντων, μάρτυς πανϑαύμαστε.
Ἡμῖν τοῖς δεομένοις, πρόσχες ἀϑλοφόρε, καὶ κατανύξει κυκλοῦσι εἰκόνα σου νῦν, ἐπιβραβεύων ἐξ ὒψους πόϑον τὸν ἔνϑεον.
Ἀξίωσον παμμάκαρ, ἵνα τὸν Σωτῆρα ἐν οὐρανοῖς ἀνυμνῶμεν ψυχαῖς καϑαραῖς, ὠς το κανόνι ενϑάδε, μάρτυς πολύαϑλε.
Θεοτοκίον.
Σωτῆρα τῶν ἀνϑρώπων ἔτεκες Παρϑένε, καὶ σωτηρία παρέχεις αὐτοίς, και ἡμιν ταύτην μετάδος πρεσβείαις Σώζοντος μάρτυρος.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
ὧν ἡ ἀκροστιχὶς· Ναὶ σώζων Ἀμήν.
Νεῦσον ταῖς δεήσεσιν ἀϑλητα, Σώζων και παράσχου τοῖς αἰτοῦσι τὸν ἱλασμόν, ὡς παρά Σωτήρος Χριστού την ἐξουσίαν, λαβών και πᾶσι δίδου, λύσιν τῶν θλίψεων.
Ἀπὸ πάσης νόσου καὶ συμφορᾶς, φύλαττε παμμάκαρ, καὶ παντοίας ἐπιφορᾶς, τοὺς νῦν δεομένους, ναῷ τῷ τοῦ Σωτῆρος,και ἐκτενως σε μάκαρ, καθίκετεύοντας.
Ἳλεων ἀπέργασαι τον Θεόν, Σώζων κεκτημένος, παῤῤησία νῦν πρός αὐτόν, ὠς διά την δόξαν το αίμα σου ἐκχέας, Χριστοῦ καὶ μαρτυρίῳ λαμπρῷ δεδόξασαι.
Σῶζε τοὺς προστρέχοντας ἐπὶ σέ, Σώζων ἀϑλοφόρε τοῦ Σωτήρος ἡμῶν Ιησού Χριστού, τοὺς ἐν κατανύξει ϑερμῶς παρακαλοῦντας, ἐν δάκρυσι παρέχων, πᾶσι τὴν ἄφεσιν.
Ὧ τῶν ὑπὲρ νοῦν θείων δωρεῶν, ποικίλων χαοἰτων καὶ πολλῶν εὐεργεσιῶν, ἃς πλουσίως νέμεις ἥμεἶν τοῖς δεομένοις, καὶ ϑείᾳ σου εἰκόνι, ϑερμῶς προσπίπτουσι.
Ζήλῳ τοῦ Κυρίου καϑοπλισϑεὶς, μετὰ παρρησίας
ὡμολογήσας ἀϑλητά, τὴν ὁμολογίαν, ἐν μέσῳ τοῦ σταδίου, Χριστὸν ἀνακηρύξας Θεὸν καὶ ἄνθρωπον.
Ὥφϑης ἀπροσμάχητος βοηϑὸς, τοῖς ἐν ἀσϑενείαις σοι προστρέχουσιν ἐν κλαυϑμῷ, παρὰ τοῦ Κυρίου, λαβὼν τὴν ἐξουσίαν, ἰάσεις ἀπονέμειν ψυχῆς καὶ σώματος.
Νίκης διαδήματι κοσμηϑεὶς, καὶ ἐν ἀϑλοφόροις διαπρέπων ἐν οὐρανοῖς, μὴ ἐλλίπῃς μάρτυς, Χριστὸν καϑικετεύων, ὑπὲρ τῶν δεομένων νῦν μετὰ πίστεως.
Ἂπαντες προσήλϑομεν πανοικεὶ, καὶ ἐν ἀπογνὼσει σοῦ δεόμεϑα ἀϑλητά, δὸς τὴν ἰατρείαν ψυχῶν τε καὶ σωμάτων, πλὴν γὰρ σοῦ προστασιᾶν ἄλλην οὐκ ἒχομεν.
Μέμνησο σῶν δούλων ἐν οὐρανοίς, συνών συν χορείαις, τῶν Όσίων και Αθλητῶν, τῶν ἐν ὐμνωδίαις, Θεόν φρικτώς ὐμνούντων, παρέχων ἡμιν πᾶσι τοῦ βίου διόρθωσιν.
Ἡ τῶν ἀϑλοφόρων σου στρατιά, μετὰ τῶν Ἀγγέλων καὶ Ὀσίων ἐν οὐρανοῖς, ἄσμασιν ἐνϑέοις, Τριάς καϑιχετεύει, παράσχου ἡμῖν πᾶσι πόϑων ἐκπλήρωσιν.
Νέαν ἀνελάβομεν Μαριάμ, τὴν ἐκ τοῦ Υἱοῦ σου, πολιτείαν οἱ ἐπὶ γῆς, ταύτην ἐκτελέσαι, καλῶς ὦ Θεομῆτορ, ἀξίωσον Παρϑένε, τῇ προστασίᾳ σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, ἀϑλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν κατανύξει καὶ πόϑῳ, μετὰ δακρύων ϑερμῶν, ὧδε νῦν προσπίπτοντας, τῷ τοῦ Σωτῆρος ναῷ, ἐν χαρᾷ καταξίωσον, λαβεῖν τὰς αἰτήσεις, ἄφεσιν πταισμάτων τε καὶ λύσιν ἀνιαρῶν, ἵνα ὡς προστάτην ὦ Σώζων, σὲ ἀνευφημούμεν και ρύστην, Ἰησούν τον Κύριο δοξάζοντες.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Λήμνος
7 Σεπτεμβρίου
Δι' ὄμφης οὐρανίου πιστωθεῖς πρὸς τὰ κρείττονα, τοὺς τῆς εὐσέβειας ἀγῶνας, ἄπτοητως διέδραμες· καὶ ὤφθης τοῦ Σωτῆρος κοινωνός, ἀθλήσας Μάρτυς Σῴζων ἄνδρικως· διὰ τοῦτο διασῴζεις ἐκ πειρασμῶν, τοὺς πίστει προσιόντας σοί. Δόξα τῷ παρασχόντι σοὶ ἴσχυν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἔνεργουντι διὰ σοῦ πάσιν ἰάματα.
Ἀποτμήματα στίς Μονές Σταγιάδων Καλαμπάκας, Παν. Κρεμαστῆς Ἠλείας καί Κύκκου Κύπρου