Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Πεὐλαβέστατον, γενναῖον καὶ πρᾶον ὡς Βυζαντίου συμπαθῆ βασιλέα σαφῶς φιλελεήμονα, πτωχείαν Χριστοῦ ἢ ἀγαπῶντα μέλψωμεν Ἰωάννην Βατάτζην, ἢ οὗ Αὐτὸς ἠφθάρτισε θεῖον σκῆνος βοῶντες· Τοὺς ἐν πτωχείᾳ πάντας ἀρετῶν εὐχῶν σου πλούτῳ πλουσίους ἀνάδειξον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.Ἐἲτα ο Ν’ Ψαλμὸς
καὶ ὁ Κανών, οὗ ἢ Ακροστηχίς·
Ιωάννη Βατάτζῃ, φιλελεήμονι, δέησις. Χ. Μ.᾽
ᾨδῇ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰκάνωσον ἔθνος τὸ εὐλαβὲς Ἑλλήνων, Βατάτζη, ἀντιστῆναι ἐπιβουλῇ ἐχθρῶν, Ἰωάννη, τὸ προσφεῦγον ἥ σαῖς διαθέρμοις πρὸς Κτίστην δεήσεσι.
Ὠς κέρας χρηστότητος τῶν ἠθῶν, φανὸν εὐσεβείας καὶ ὑπέρμαχον τῶν πτωχῶν, Βατάτζη, τιμῶντες, Ἰωάννη, σὲ ἀκλινῶς σὰς λιτὰς ἐκδεχόμεθα.
Ἀνάκτων ἐνθέων καὶ ταπεινῶν ὡς κλέος σε πάντες ἀνυμνοῦντες πανευλαβῶς, Βατάτζη, βοῶμεν, Ἰωάννη· Δεῖξον ἡμᾶς ταπεινώσεως ἔκτυπα.
Θεοτοκίον.
Ναοὺς ἀπαθείας καὶ ἀρετῆς νάδειξον πάντας τοὺς τιμῶντάς σε, ἀγαθή, ναὲ ἀχειρότευχτε ἁγνείας, Θεογεννῆτορ σεμνή, καὶ χρηστότητος.
ᾨδῇ γ΄. Οὐρανίας ἁψῖδος.
Νικηφόρως ἀνῦσαι τὴν σωστικὴν δίοδον, ἄναξ Ἰωάννη, Βατάτζη, πάντας ἀξίωσον τοὺς ἀνυμνοῦντας λαμπρῶς σὴν ἀκραιφνῆ πολιτείαν, πίστιν τε συμπάθειαν καὶ ἀγαθότητα.
Ἠλιόφωτε ἄναξ, τῆς ἀρετῆς μέλαθρον, Ἰωάννη, ζοφον Βατάτζη, τάχος διάλυσον παθῶν τῶν ὕμνοις φαιδροῖς ὑμνολογούντων σε, μάκαρ, καὶ ἀγρύπνῳ χάριτι καταφευγόντων σου.
Βοηθός ἐν ἀνάγκαις γενοῦ ἡμῖν τάχιστος, Βυζαντίου κλέϊσμα μέγα, ἄναξ περίδοξε, ὁ βασιλείαν τὴν σὴν κατακοσμήσας, Βατάτζη, εὐποιΐας πράξεσιν, ἄνερ φιλόχριστε.
Θεοτοκίον.
Ἀγλαόμορφε Μῆτερ, Χριστιανῶν καύχημα, Κεχαριτωμένη Παρθένε, Θεογεννήτρια, εὐλόγει πάντας ἡμᾶς καὶ καθαγίαζε ἔργα τῶν μακαριζόντων σε ὕμνοις ἀείποτε.
Διάσωσον ἐκ τῶν ἐχθρῶν ἐπηρείας Ἑλλήνων γένος, Ἰωάννη θεοειδές, Βατάτζη, ἑκάστοτε τὸ σπεῦδον σῇ χάριτι ἐν κινδύνοις.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σεπτὲ βασιλεῦ, Βατάτζη χαριτώνυμε, ἐλέους πηγὴ καὶ κρήνη ἀγαθότητος, Ἰωάννη ὄλβιε, ἐξ ἐχθρῶν ἐπιβούλων διάσωσον Ἑλλήνων γένος ὕμνοις μελιχροῖς γεραῖρον σὴν μνήμην τὴν ὑπέρλαμπρον.
ᾨδῇ δ΄. Εἰσακήκοα, Κύριε.
Τἀπεινόν, Πάτερ, φρόνημα, καὶ τὴν εἰς τὰ θεῖα δεικνὺς προσήλωσιν θεαρέστως ἐβασίλευσας, ὁ Θεὸς ἡμῖν ἐξιλεούμενος.
Ἀκακίᾳ κοσμούμενος καὶ ψυχῆς ἀνδρείᾳ, Βατάτζη ἔνδοξε, ἐν τῷ Βυζαντίῳ ἔλαμψας, πρεσβευτὰ ἡμῶν πρὸ Κτίστην ἔνθερμε.
Τῶν Ἑλλήνων ὑπέρμαχε, Ἰωάννη, ἄναξ, Βατάτζη, λύτρωσαι ἐπηρείας καὶ κακότητος τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
Θεοτοκίον.
Ζἀλὴν πράῦνον δούλων σου τῶν παθῶν καὶ νέκρωσον τὰ σκιρτήματα τῆς σαρκὸς ἡμῶν, Μητρόθεε, Κεχαριτωμένη παμμακάριστε.
ᾨδῇ ε΄. Φώτισον ἡμᾶς.
Ἣμαρ χρυσαυγὲς, ἐξανάτειλον τοῖς Ἕλλησιν ἐκλυτρώσε ὡς ἐχθρῶν ἐπιβουλῆς τοῖς τιμῶσί σε, Βατάτζη γενναιότατε.
Φλόγα ἱερὰν, εὐσεβείας διατήρησον ἢ ἀνημμένην, Ἰωάννη, τῆς ἡμῶν, ηὐγασμένων ἐκ φωτὸς σῆς γενναιότητος.
Ἳλεὼν ἡμῖν, τὸν Θεάνθρωπον ἀπέργασαι, Ἰωάννη, Βυζαντίου βασιλεῦ, ὁ σφραγίσας βασιλείαν σου χρηστότητι.
Θεοτοκίον.
Λάμψον μοι τὸ φῶς, Κεχαριτωμένη Δέσποινα, σοῦ Υἱοῦ, τοῦ Φωτοδότου Ἰησοῦ, διαλύοντος παθῶν ἡμῶν τὴν ζόφῶσιν.
ᾨδῇ ς΄. Τὴν δέησιν.
Εὐκλείας σου ἐκ τοῦ ὕψους, ἔνδοξε, Ἰωάννη, ἐλεῆμον, Βατάτζη, πέμψον ἡμῖν τοῦ Θεοῦ τὰ ἐλέη, καὶ δὸς τοῖς Ἕλλησι ῥῶσιν καὶ δύναμιν, πατάξαι φρύαγμα ἐχθρῶν, ἐπηρμένον ἀνόμων, μακάριε.
Λαμπάδα μοι μετανοίας ἄναψον, καὶ ἀγάπης πρὸς Θεὸν καὶ πλησίον, ὁ ἀστραπαῖς σου ἐλεημοσύνης καταφωτίσας λαὄν σου, φωτόλαμπρε, τοῦ Βυζαντίου βασιλεῦ, Ἰωάννη Βατάτζη, κραυγάζω σοι.
Εὑλόγησον τοὺς λαμπρῶς τιμῶντάς σε, βασιλέων, Ἰωάννη Βατάτζη, περικλεῶν ἐγκαλλώπισμα θεῖον, Μονῆς Σωσάνδρων δομῆτορ φιλόθεε, οὗ ἀφθαρσίᾳ θαυμαστῶς ὁ Θεὸς ἐπεβράβευσε σκήνωμα.
Θεοτοκίον.
Ἠ ἄγρυπνος ἀρωγὸς τῶν δούλων σου καὶ τοῦ ἔθνους τῶν Ἑλλήνων προστάτις, φρούρει καὶ σκέπε τοὺς σὲ ἀνυμνοῦντας καὶ ἐξ ἐχθρῶν τῆς μανίας διάσωσον ἢ τοὺς ἐν κινδύνοις χαλεπαῖς, καταφεύγοντας χάριτι θείᾳ σου.
Διάσωσον ἐκ τῶν ἐχθρῶν ἐπηρείας Ἑλλήνων γένος, ἢ Ἰωἄννη θεοειδές, Βατάτζη, ἑκάστοτε τὸ σπεῦδον σῇ χάριτι ἐν κινδύνοις.
Ἀχραντε, ἣ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾽ ἐσχάτῶν τῶν ἡμερῶν τεκοῦσα. δυσώπησον ἢ ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν ἐλεήμονα, πρᾶον, φιλεύσπλαγχνον, ἢ σεμνόν, γενναῖον καὶ φίλεργον ἄνακτα νῦν Ἰωάννην Βατάτζην τιμήσωμεν ὡς πρεσβευτὴν πρὸς Θεὸν ἡμῶν ἔνθερμον πᾶσι δωρούμενον ἄμετρον ἔλεος.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον,ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9-16).
Εἴπεν ὁ Κύριος: Ἐγώ εἰμι ἣ θύρα. δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· Ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ἁγίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος Σοῦ…
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βασιλεῦ θεόστεπτε, Νικαίας καύχημα μέγα, τρυχομένων στήριγμα, τῶν καμνόντων ἔρεισμα καὶ βοήθεια ταχινῆ, ἔνθεε, τῶν ἐμπεριστάτων, Ἰωάννη χαριτώνυμε, Βατάτζῃ, πρόσδεξαι τὰς δεήσεις τῶν προσφευγόντων σοι, ἐν βίου περιστάσεσι καὶ ἀνάγκαις, ἄνερ στεῤῥόψυχε, αὶ παράσχου πᾶσιν εὐχαῖς σου τὰ ἐλέη τοῦ Θεοῦ, τοῦ φιλανθρώπου, οἰκτίρμονος καὶ παντελεήμονος.
Σῶσον, ὁ Θεός, τὸν λαὸν Σου…
ᾨδῇ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μἠ ἐάσῃς τὸ γένος, Ἰωάννη Βατάτζη, τὸ χριστεπώνυμον εἰς τῶν ἐχθρῶν ἐνέδρας πεσεῖν θανατηφόρους, βασιλεῦ ἐνθεώτατε, ὁ βασιλείᾳ τῇ σῇ ” Θεὸν σαφῶς δοξάσας.
Ολοθύμως σὴν μνήμην, Ἰωάννη Βατάτζη, τιμῶντες χάριν σου αἰτούμεθα τὴν θείαν καὶ σὲ παρακαλοῦμεν· Οὐρανόθεν ἐπόπτευε, Ἑλλήνων γένος πιστὸν τὸ νῦν δεινῶς πτωχεῦον.
Νικητας, Ἰωάννη ἡ κατ ᾿ἐχθίστου, Βατάτζη, ἡμᾶς ἀνάδειξον τοὺς σὲ ὑμνολογοῦντας ὡς ἄνακτα Νικαίας συμπαθῆ καὶ φιλάρετον, ὃν ἀφθαρσίᾳ Θεὸς ἐβράβευσε τοῦ σκήνους.
Θεοτοκίον.
Ἰθυνόν με πρὸς τρίβους σωτηρίας, Παρθένε, Θεογεννήτρια, τὸν μεγαλύνοντά σε ὡς ἀπλανῆ τοῦ κόσμου πρὸς τοῦ πόλου ἰθύντειραν σκηνὰς παμφώτους, ἁγνή, χαρίτων θείων σκεῦος.
ᾨδῇ η΄. Τὸν Βασιλέα.
Δίδου σὴν χάριν ἡμῖν ἐχθρὸν θριαμβεῦσαι, Ἰωάννη Βατάτζη, τοῖς πίστει σὲ ὡς βασιλέα θεόπνουν εὐφημοῦσιν.
Ἐλέους κρήνη ὁ ἐποφθείς, Ἰωάννη, πέμψον ἔλεος πᾶσιν ἀφθόνως τοῦ Θεοῦ τοῖς ὕμνοις τιμῶσί σου τὴν μνήμην.
Ἠ τῶν Ἑλλήνων καταφυγή, Ἰωάννη, ἐν δειναῖς τρικυμίαις, Βατάτζη, ἴθυνον τὸ ἔθνος ἡμῶν πρὸ σωτηρίαν.
Θεοτοκίον.
Συνέτισόν με τὸν σὸν ἀσύνετον δοῦλον, Θεοτόκε, θερμῶς δυσωπῶ σε, Κεχαριτωμένη, τῆς σωφροσύνης κέρας.
ᾨδῇ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχῦος, Ἰωάννη, πλῆσον τὰς καρδίας ὡς βασιλέα τιμώντων σε ἔνθεον καὶ ταπεινὸν καὶ γενναῖον καὶ εὐσυμπάθητον.
Σοφίας οὐρανίου ὁ πεπληρωμένος καὶ βασιλεύσας σεμνῶς, χαριτώνυμε, σοφίας πλῆσον καρδίας τῶν ἀνυμνούντων σε.
Χρηστότητος δοχεῖον, μάκαρ Ἰωάννη, ἡμᾶς ἠθῶν τῆς χρηστότητος εὔοσμα λείρια δεῖξον τοὺς ὕμνοις σε μακαρίζοντας.
Θεοτοκίον.
Μετὰ τοῦ Ἰωάννου, ἄνακτος ἐνθέου τοῦ Βυζαντίου, Παρθένε, τὸν Τόκον σου ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸν πολυέλεον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
καὶ τὰ παρόντα Μεγαλυνάρια’
Ὰναξ ἐλεῆμον, περικλεές, εὐσεβὲς καὶ σῶφρον, Ἰωάννη, ὡς ἀληθῶς Βασιλείας Ἄνω ἐδείχθης, δοὺξ Βατάτζη, ἀξίως κληρονόμος, ἄνερ φιλόχριστε.
Ἐλεημοσύνης τὴν κορυφήν, Δούκα Ἰωάννην, τὸν Βατάτζην, πανευλαβῶς, ἀγαθοεργία οὗ μένει εἰς αἰῶνας ὁμοῦ σὺν τῇ πρὸς πάντας κάμνοντας πρόνοιαν.
Ἃνακτα χριστόφιλον Οὗ λαμπρῶς σκήνωμα τὸ θεῖον ἀγαθόδωρος Ἰησοῦς, ὁ Θεὸς τῶν ὅλων ἠφθάρτισε πρὸς δόξαν ” αὐτοῦ νῦν, Ἰωάννην, ἐγκωμιάσωμεν.
Γἕνος τῶν Ἑλλήνων ταῖς σαῖς εὐχαῖς φρούρει, Ἰωάννη, Δοὺξ Βατάτζη, περικλεές, ἀναμένον πόθῳ τὴν ἐξανάστασίν σου πρὸς Βυζαντίου λύσιν ὑποδουλώσεως.
Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοὶ Ἄνακτα πενήτων τὸν προστάτην καὶ ὀρφανῶν, θεῖον Ἰωάννην, κοσμήτορα Νικαίας οὗ ἡ δικαιοσύνη μένει αἰώνιος.
Δοὔκα Ἰωάννην, τὸ εὐανθὲς τοῦ Διδυμοτείχου ἴον θείαις αὐτοῦ ὀδμαῖς ἀρετῶν εὐφράναν Βυζάντιον ἐν ὕμνοις Βατάτζην, εὐσχημόνως ἀνευφημήσωμεν.
Τῶν ἐχθρῶν παντοίας ἐπιβουλῆς ῥῦσαι, Ἰωάννη, τῶν Ἑλλήνων ἔθνος λαμπρόν, τὸ προστρέχον πίστει, Βατάτζη, σαῖς πρεσβείαις πρὸς Λόγον τοῦ Ὑψίστου τὸν πολυεύσπλαγχνον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Βασιλέα φιλάρετον, ἐλεήμονα, τὸν ἑκουσίαν πτωχείαν ποθοῦντα καὶ ἀγωγὴν χριστοφίλητον ἐν ὕμνοις εὐφημήσωμεν, δούκα Βατάτζην, τὸν σεπτὸν Ἰωάννην, ὡς λαμπρὸν ἐκτύπωμα εὐσεβείας, ὑπὲρ ἡμῶν δυσωποῦντα θερμῶς τὸν εὔσπλαγχνον Παντάνακτα.
Ἔκτενὴς καὶ Ἀπόλυσις, μεθ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δούκα Ἰωάννην ἐκτενῶς μέλψωμεν πιστῶν αἱ χορεῖαι ὡς βασιλέα σεμνόν, ἄκακον, φιλάρετον ἡ καὶ συμπαθέστατον, τὸν φιλοῦντα τοὺς πένητας καὶ ἐμπεριστάτους κράζοντες· Θειότατε Βατάτζη, πρόσδεξαι πάντων τὰς θερμὰς ἱκεσίας καὶ παράσχου Ἕλλησι ῥώμην ἄμφω καὶ ὑγίειαν καὶ δύναμιν.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Δίστιχον.
Ἑλλάδα ῥῦσαι, Ἰωάννη Βατάτζη,
ἐχθρῶν ἐπηρείας, Χαραλάμπης ψάλλει.

4 Νοεμβρίου
Τὸν λαμπρὸν Βασιλέα καὶ πιστῶν μέγα καύχημα, καὶ τῆς Μαγνησίας τὸ κλέος, Ἰωάννην τιμήσωμεν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τὴν μνήμην ἐκτελοῦντες τὴν αὐτοῦ, ἵνα λάβωμεν πλουσίως τὴν ἀμοιβήν, συμφώνως ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.