Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια˙
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ θεηγόρος, καί Ἀποστόλων κοινωνός καί αὐτόπτης, καί τῆς σοφίας ὄργανον θεόπνευστον, Πάτερ Ἱερόθεε, τόν παρόντα νάον σου, σκέπε καί διάσωζε, ἀπό πάσης ἀνάγκης· καί τῷ Σωτήρι πρέσβευε ἀεί, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστοιχίς·
Ιερόθεε τῆν σῆν Μονῆν Σκέπε, Γερασίμου.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἰλέωσαι, Πάτερ, τόν Λυτρωτήν, ταῖς σαῖς ἱκεσίαις, Ἱερόθεε ἱερέ, τοῖς πίστει καί πόθῳ προσιούσι, τῇ θαυμαστῇ σου πρεσβείᾳ ἑκάστοτε.
Ἐν πάσῃ ἀνάγκη ὁ σός λαός, τῇ σῇ καταφεύγει, προστασίᾳ καί ἐκβοᾶ· ῥύσαι μέ δεινῶν πειρατηρίων, Ἀρχιερεῦ τοῦ Χριστοῦ Ἱερόθεε.
Ῥυσθῆναι κινδύνων καί πειρασμῶν, Χριστόν ἐκδυσώπει, Ἱερόθεε ἱερέ, τούς πίστει καί πόθῳ προσκυνοῦντας, τήν ἱεράν καί σεβάσμιον κάραν σου.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Χριστοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, λύσον τήν ὁμίχλην τῶν παθῶν μου καί μετανοίας φωτί με καταύγασον.
ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Θείῳ φόβῳ, θεόφρον, ἡμῶν τόν νοῦν τείχισον, ὡς ἄν τοῦ ἐχθροῦ τῶν σκανδάλων, τήν ῥύμην φύγωμεν, καί τήν σωτήριον, τῶν ἐντολῶν τοῦ Κυρίου, Πάτερ Ἱερόθεε, τρῖβον βαδίσωμεν.
Ἐν τῇ σῇ προστασίᾳ, ὁ σός ναός γάνυται, καί ὡς ἀρραγέστατον τεῖχος καί θεῖον ἔφορον, Πάτερ σέ ἔχουσα, ἀποσοβεῖ καί ἐκτρέπει, πάσαν, Ἱερόθεε, βλάβην τοῦ ὄφεως.
Ἐλλαμπόμενος αἴγλη, τοῦ Παντουργοῦ Πνεύματος, δίωξον παθῶν τήν ὁμίχλην καί τήν σκοτόμαιναν, ἐκ τῶν ψυχῶν ἡμῶν, ταῖς φωτοφόροις εὐχαῖς σου, Πάτερ Ἱερόθεε, ἐκδυσωποῦμεν σε.
Θεοτοκίον.
Τόν Ὑπερθεόν Λόγον, σωματικῶς τέξασα, Κεχαριτωμένη Παρθένε, πλούτω χρηστότητος, παθῶν με λύτρωσαι, σωματικῶν καί τόν νοῦν μου, μετανοίας σύγασον, ταῖς ἐπιλάμψεσι.
Διάσωσον, Ἀρχιερεῦ Ἱερόθεε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν καί κακώσεων, τούς τῇ σεπτῇ προστασίᾳ σου προσιόντας.
Ἐπίβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ἀἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς μύστης Χριστοῦ καί Ἱεράρχης ὅσιος, καί μέγας ἡμῶν, προστάτης, Ἱερόθεε, διά παντός ἱκέτευε, ἐκλυτροῦσθαι ἡμᾶς πάσης θλίψεως, καί τῶν πταισμάτων διδόναι ἱλασμόν, τοῖς σπεύδουσι, Πάτερ, τῇ πρεσβείᾳ σου.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ἡ πρεσβεία σου, Ἅγιε, γένοιτο τῷ ναῷ σου, Ἱερόθεε, τῷ θερμῶς ἀνακειμένῳ σοί, σκέπη καί ἀντίληψις δυσωποῦμεν σε.
Νοσημάτων ἀπάλλαξον, τούς τῇ θείᾳ κάρᾳ σου καταφεύγοντας, καί παράσχου, Ἱερόθεε, τούτοις τήν ταχείαν σου βοήθειαν.
Συντριβέντας τοῖς πάθεσι, τοῖς κατά ψυχήν καί σῶμα θεράπευσον, Ἱερόθεε Πατήρ ἡμῶν, τούς θερμῶς προστρέχοντας τῇ σκέπῃ σου.
Θεοτοκίον.
Ἡ Θεόν σωματώσασα, λύσαντα τῆς πάλαι ἀρᾶς τόν ἄνθρωπον, Θεοτόκε Ἀειπάρθενε, τήν ὀδύνην λύσον τῆς καρδίας μου.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν, τῆς σαρκός, Πάτερ, τό φρόνημα καί τόν νοῦν ἡμῶν ἀγάπη θεϊκή, ἀναπτέρωσον ζωήν πρός ὑπερκόσμιον.
Μέγαν ἀρωγόν, καί θερμόν σέ ἀντιλήπτορα, Ἱερόθεε, ὁ θεῖος σου ναός, κεκτημένος καθ’ ἑκάστην μακαρίζει σε.
Ὄλβον ἱερόν, τήν σεπτήν σου κάραν ἔχοντες, ἐξ αὐτῆς ἁγιασμοῦ τάς δωρεᾶς, Ἱερόθεε, καρπούμεθα ὑμνοῦντες σε.
Θεοτοκίον.
Νόμῳ τοῦ Θεοῦ, τήν ζωήν μου, Κόρη ἴθυνον, ὡς ἄν βόρβορον δεινῶν ἀνομιῶν, μετανοίας ἀποπλύνω ἐν τοῖς δάκρυσι.
ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Ἡγίασται, ἡ σή πάντιμος κάρα, δωρεά τοῦ Παρακλήτου ἁγία· ὅθεν ἡμῶν τάς ψυχᾶς ἁγιάζει καί τῶν σωμάτων ἰᾶται τούς μώλωπας, τῶν μετά πίστεως θερμῆς, προσιόντων αὐτῇ, Ἱερόθεε.
Ναμάτων, τῶν θεοβρύτων ῥανίδας, ἡμῖν βλύσον τῇ θερμῇ σου πρεσβείᾳ, ὡς ἄν τούς ἄνθρακας σβέσωμεν, Πάτερ, τῶν ἀπελθόντων κινδύνων καί θλίψεων καί τῆς χρηστότητος Χριστοῦ, Ἱερόθεε Πάτερ, μετάσχωμεν.
Συνῆλθε, Χριστιανῶν ἡ χορεία καί βοᾶ σοί ἐκ μυχίων καρδίας· τῆς κραταιᾶς προστασίας σου, Πάτερ, ἡμῖν τάς πτέρυγας ἄνωθεν ἅπλωσον, καί σκέπασον ἐκ τῶν βελῶν, τοῦ Βελίαρ ἡμᾶς, Ἱερόθεε.
Θεοτοκίον.
Κακίας, τῆς ὀλεθρίου τοῦ πλάνου, τοῦ ἀεί κατά τοῦ δούλου Σου, Κόρη, ὠρυομένου ὡς λέοντος ὄντως, τά χαλεπώτατα σύντριψον βέλεμνα, καί ἵθυνον ἡμᾶς, Ἁγνή, πρός λιμένα τοῦ θείου θελήματος.
Διάσωσον, Ἀρχιερεῦ Ἱερόθεε, ἐκ παντοίων ἐπιφορῶν καί κακώσεων, τούς τῇ σεπτῇ προστασίᾳ σου προσιόντας.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἱεράρχης Χριστοῦ ἱερώτατος, καί εὐσεβῶν ἀντιλήπτωρ θερμότατος, σοφέ Ἱερόθεε, πρέσβευε πάσης ἀνάγκης καί πόνων καί θλίψεων, λυτροῦσθαι, τούς σέ μακαρίζοντας.
Προκείμενον.
Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τά ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν οἰκουμένην.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην (Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμί ἡ θύρα· δι’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται καί εἰσελεύσεται καί ἐξελεύσεται καί νομήν εὐρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμή ἵνα κλέψη καί θύση καί ἀπολέση· ἐγώ ἦλθον ἵνα ζωήν ἔχωσι καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός· ὁ ποιμήν ὁ καλός τήν ψυχήν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων. Ὁ μισθωτός δέ καί οὐκ ὧν ποιμήν, οὐ οὐκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖ τόν λύκον ἐρχόμενον καί ἀφίησι τά πρόβατα καί φεύγει καί ὁ λύκος ἀρπάζει αὐτά καί σκορπίζει τά πρόβατα. Ὁ δέ μισθωτός φεύγει, ὅτι μισθωτός ἐστι καί οὐ μέλει αὐτῷ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός· καί γινώσκω τά ἐμᾶ καί γινώσκομαι ὑπό τῶν ἐμῶν· καθώς γινώσκει μέ ὁ Πατήρ, καγώ γινώσκω τόν Πατέρα· καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἅ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κακείνα μέ δεῖ ἀγαγεῖν καί τῆς φωνῆς μου ἀκούουσι· καί γενήσεται μία ποίμνη, εἰς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Παύλω ὡς ἀκήκοας, Χριστῷ προσῆλθες προθύμως, καί σκεῦος πολύτιμον, τοῦ Ἁγίου Πνεύματος ,ἐχρημάτισας, καί φωτί, Ἅγιε, τῷ τῆς ἀληθείας, καταυγάζεις τάς ψυχάς ἡμῶν, διό βοῶμεν σοι· ζόφου παθημάτων καί θλίψεων, καί πάσης περιστάσεως, λύτρωσαι ἡμᾶς, Ἱερόθεε, πταισμάτων τήν λύσιν, αἰτούμενος ἡμῖν παρά Χριστοῦ, ὡς ἄν ἀμέμπτως βιώσαντες, δόξης θείας τύχομεν.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ δεινῆς ραθυμίας, καί παθῶν τυραννίδος ἡμᾶς ἀπάλλαξον, καί δίδου εὐθυπόρως, τήν τρῖβον βηματίζειν, ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, ὡς ἄν τῆς ἄνω ζωῆς, τύχωμεν, Ἱεράρχα.
Πύργον ἄσειστον, Πάτερ, καί ἑδραίωμα θεῖον καί καταφύγιον, τήν σήν ἐπιστασίαν, ναός σου ὁ ἅγιος, Ἱερόθεε, ἔχων λυτροῦται πάσης ὀργῆς, ὑμνεῖ σου τήν χάριν.
Ἐκ σκανδάλων ποικίλων, καί δεινῶν σοφισμάτων τοῦ πολεμήτορος, ἀπήμαντον συντήρει, τόν ἱερόν σου ναόν, ἱερέ Ἱερόθεε, ἀνακείμενον στεῤῥῶς, τῇ σῇ ἐπιστασίᾳ.
Θεοτοκίον.
Γνώμην σώφρονα, Κόρη, καί εὐθείαν καρδίαν καί νοῦν ἀκέραιον, τοῖς πίστει ἀφορῶσι, πρός τήν Σήν θερμήν Σου σκέπην, καί βοῶσι πρυτάνευε· χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
ᾨδή η΄. Τόν Βασιλέα.
Ἔργοις ὁσίοις, τόν δέ ναόν σου κομώντα, ὥσπερ ἄμπελον εὐκληματοῦσαν δεῖξον, τῆς σῆς βοηθείας, τῇ γεωργίᾳ, Πάτερ.
Ῥώμην ὑψόθεν, δίδου ἡμῖν, Ἱεράρχα, τήν ὀλέθριον καταπατεῖν τοῦ πλάνου, δύναμιν ἐν πᾶσιν, ἡμῶν ὡς ἀντιλήπτωρ.
Αἴγλη τῆς θείας, κηδεμονίας σου, Πάτερ, διασκέδασον τῶν πειρασμῶν τά νέφη, τῶν ἐπαπειλούντων, φθοράν ἡμῖν καί λύπην.
Θεοτοκίον.
Σύντριψον, Κόρη, τήν καθ’ ἡμῶν δυναστείαν, τοῦ ἀλάστορος τῇ σῇ ἐπιστασίᾳ, ὀδυνῶν καί πόνων, ἡμᾶς ἐκλυτρουμένη.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἰδού τῇ σῇ εἰκόνι, Πάτερ, τά σά τέκνα, ἐν εὐλαβείᾳ ἐστῶτες βοῶμεν σοί· δίδου ἡμῖν, Ἱεράρχα, τήν εὐλογίαν σου.
Μή παύση τόν ναόν σου, τοῦτον περιέπειν, τόν ἱερῶς καυχώμενον τῇ χάριτί σου, ἐξ ἦς τοῦ Πνεύματος, πρόεισι δωρεά ἄφθονος.
Ὁδόν ἡμᾶς βαδίζειν, σύνεσιν παράσχου, τῆς σωτηρίας, σοφέ Ἰερόθεε, ὡς ἄν ζωῆς τῆς ἀλήκτου, Πάτερ, μετάσχωμεν.
Θεοτοκίον.
Ὑμνοῦσι τόν Σόν τόκον, τάξεις τῶν Ἀγγέλων καί τῶν βροτῶν, Θεοτόκε, τό σύστημα· Σύ γάρ Θεόν τετοκυΐα, τά πάντα ἤνωσας.
Ἄξιον ἔστιν ὡς ἀληθῶς, μακαρίζειν Σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν· τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Παύλου τῷ κηρύγματι φωτισθείς, ὤφθης τῶν ἀρρήτων, θεηγόρος ὑφηγητής, καί τῶν Ἀθηναίων Ποιμήν καί Ἱεράρχης· διό σε, Ἱερόθεε, μακαρίζομεν.
Χαίροις Ἀποστόλων ὁ μιμητής, καί Εὐαγγελίου, θεοφόρος μυσταγωγός· χαίροις οὐρανίου, σοφίας ὁ ἐκφάντωρ, Ἀρχιερέων κλέος, ὦ Ἱερόθεε.
Ὅλος ἱερώτατος γεγονῶς, τάς τοῦ Παρακλήτου, δεδεγμένος μαρμαρυγάς, τῷ Θεῶ προσάγεις, τῷ ἱερῷ σου λόγῳ, πολλούς ἀπό τήν πλάνης, ὦ Ἱερόθεε.
Χαίροις ὑποφήτα βίου καινοῦ, καί φιλοσοφίας, τῆς ἐνθέου σάλπιγξ χρυσή· χαίροις ὁ ἀμέμπτως, Χριστῷ ἱερατεύσας, ὡς Ἀποστόλων μύστης, ὦ Ἱερόθεε.
Δίδου τῇ πρεσβείᾳ σου πρός Χριστόν, τῷ σεπτῷ ναῷ σου, Ἱερόθεε ἱερέ, δύναμιν καί ῥῶσιν, ἀγάπην καί εἰρήνην, καί πάσαν προθυμίαν, πρός βίον κρείτονα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων παῤῥησίαν πρός Χριστόν, ὥσπερ Ἰσαπόστολος μέγας καί Ἱεράρχης κλεινός, Πάτερ Ἱερόθεε, μύστα τῆς χάριτος, τούς ἐν πίστει προσπίπτοντας, τῇ σῇ προστασίᾳ, πάσης περιστάσεως ἀτρώτους φύλαττε, δίδου δέ τῷ θείῳ ναῷ σου, τῆς σῆς εὐλογίας τάς δόσεις, τοῦτον ἀπαλλάττων πάσης θλίψεως.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

4 Οκτωβρίου
Τοῦ Παύλου ἠλίευσαι, ταὶς θεηγόροις πλοκαίς, καὶ ὅλος γεγένησαι, ἱερωμένος Θεῶ, σοφὲ Ἰερόθεε, σὺ γὰρ φιλοσοφίας, ταὶς ἀκτίσιν ἐκλάμπων, ὤφθης θεολογίας, ἀκριβοὺς ὑποφήτης, δι' ἧς μυσταγωγούμεθα, Πάτερ τὰ κρείττονα.