Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια˙
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἔν τοῖς ἐσχάτοις τὸν ἰσάγγελον βίον, ϑεοπρεπῶς πολιτευϑεῖσα ‘Οσία, ἐν τῇ Κιμώλῳ ἤστραψας ὡς ἥλιος λαμπρός. Ὅϑεν τῆς σῆς χάριτος, ταῖς παμφώτοις ἀκτῖσι, Μεϑοδία φώτισον τὴν ζοφώδην ψυχήν μου, ἵνα ὑμνῷ ἀεὶ σὲ πρεπωδῶς, ὡς τῶν ᾿Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.
Δόξα. Το αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὒ σιωπήσομέν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο, πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καὶ ὁ Κανὼν τῆς Οσίας φέρων ἀκροστιχίδα
τήνδε: «Μεθοδία πρόσδεξαι τὴν δέησίν μου. Κ.Ι.ΑΓ.».
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μεγίστης εὐκλείας ἐν οὐρανοῖς, σεμνὴ Μεϑοδία, ἠξιώϑης παρὰ Χριστοῦ, ᾧ πρέσβευε νῦν δεόμεϑα σου, ὑπὲρ ἡμῶν εὐλαβῶς προστρεχόντών σοι.
Εύροῦσα τὴν ἄβυσσον τῆς ζωῆς, Μῆτερ Μεϑοδία, ὡς βιώσασα ϑαυμαστῶς, ζωῆς μου τῆς ϑείας τὰς εἰσόδους, τῇ ἱερᾷ σου πρεσβείᾳ ὑπάνοιξον.
Θεῷ ὃν ἐδόξασας ἐπὶ γῆς, νῦν παρισταμένη, Μεϑοδία ἐν οὐρανοῖς, ἐξαίτει ἡμῖν πταισμάτων λύσιν, τοῖς εὐφημοῦσι τὸν ἔνϑεον βΐον σου.
Θεοτοκίον.
᾿Οργῆς τε κακώσεως καὶ λοιμοῦ, ρῦσαι Θεοτόκε, τοὺς ἱκέτας σου συμπαϑῶς, καὶ δαίνειν τὰς τρίβους τοῦ Κυρίου, ἡμᾶς ταῖς σαῖς ἱκεσίαις ἐνίσχυσον.
ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Δωρεῶν οὐρανίων, ὑπερφυῶς ἔτυχες, ἐν τῷ αἰωνίῳ νυμφῶνι, ὁσίως ζήσασα· ὅϑεν οὐράνωσον, τὴν γεωϑεῖσαν ψυχήν μου. Μεϑοδία ἔνδοξε, πιστῶν τὸ καύχημα..
Ἰλαρὸν δός μοι τρόπον, καὶ λογισμὸν ἄδολον, τῇ σοὶ οὐρανόϑεν δοϑείσῃ, Οσία χάριτι· σὺ γὰρ ἐμπρέψασα, ἐν ἱλαρότητι τρόπων, εὗρες εἰς κατοίκησιν, σκηνὴν τὴν ἄφϑαρτον.
Απὸ πάσης ἀνάγκης, καὶ συμφορᾶς λύτρωσαι, τοὺς πανευλαβῶς προσιόντας, τῇ ἀντιλήψει σου, καὶ εὐφημούντάς σε, ἐν Θεολήπτῳ καρδίᾳ, Μεϑοδία ἔνδοξε, Ὁσίων καύχημα.
Θεοτοκίον.
Παραδείσου τὰς πύλας, σῷ τοκετῷ ἤνοιξας, πρώην κεκλεισμένας ἀπάτῃ, τοῦ πολεμήτορος, καὶ ἀνεκαίνισας, τὴν τῶν ἀνθρώπων οὐσίαν. “Ὅϑεν κατὰ χρέος σε, Μῆτερ γεραίρομεν.
Διάσωσον τὸ τῆς Κιμώλου ἀγλάϊσμα Μεϑοδία, ἐκ συμπτωμάτων ψυχοβλαβῶν τοὺς ἱκέτας σον, τοὺς τῇ σεπτῇ σου προσπίπτοντας ἀντιλήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῆ.
Πρεσβείᾳ τῇ σῇ, ὦ Μεϑοδία ἔνδοξε, Χριστὸν τὸν Θεόν, ἀπαύστως καϑικέτευε, τοῖς πιστῶς τιμῶσι σε, τῆς εἰρήνης τὴν χάριν δωρήσασθαι· τὴν παρρησίαν ἔχεις γὰρ πολλήν, αὐτὸν ἐν ἀσκήσει μεγαλύνασα.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ῥυπωϑεῖσαν τοῖς πταίσμασι, τὴν ψυχήν μου δέομαι ἀποκάϑαρον, τῆς σῆς χάριτος τῷ ὕδατι, Μεϑοδία Ὁσία παγγέραστε.
Ὁλοτρόπως προστρέχω σοι, Μῆτερ Μεϑοδία καὶ ἀνακράζω σοι, τῷ Κυρίῳ με οἰκείωσον, διὰ βίου ἀμέμπτου καὶ σώφρονος.
Σὲ Χριστὸς ἐθαυμάστωσεν, Μῆτερ Μεϑοδία ἀξιοϑαύμαστε, καὶ ϑαυμάτων σε ἀνέδειξεν, ἀνεξάντλητον κρήνην τοῖς πάσχουσι.
Θεοτοκίον.
Δυναστεύει με Δέσποινα, ὃ τῆς πονηρίας ἄρχων ὁ δόλιος· σὺ οὖν πρόφϑασον καὶ σῶσον με. πρὶν εἰς τέλος ἀϑλίως ἀπόλωμαι.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἔχουσα πολλήν, παρρησίαν πρὸς τὸν Κύριον, Μεϑοδία τῶν Ὁσίων καλλονή, τὴν ἐν βίῳ εὐπραγίαν ἡμῖν δώρησαι.
Ξένωσον τὸν νοῦν, Μεϑοδία τοῦ ἱκέτου σου, ἐννοιῶν καὶ νοημάτων πονηρῶν, τῶν ἑλκόντων ἁμαρτίας με εἰς βάραϑρα.
Ἄνωϑεν ἡμᾶς, Μεϑοδία διαφύλαττε, καὶ ἐπόπτευε τὴν Νῆσον σου ἀεί, εὐλαβῶς ἀνακειμένην τῇ πρεσβείᾳ σου.
Θεοτοκίον.
Ἴλεων ἡμῖν, τῇ πρεσβείᾳ σου ἀπέργασαι, Θεονύμφευτε Παρϑένε Μαριάμ. ὃν ἐκύησας ἁγίων ἐξ αἱμάτων σου.
ᾨδή ς΄. Τὴν δέησιν.
Τὴν δέησιν Μεϑοδία πρόσδεξαι, ἣν προσάγω σοι ψυχῇ κατωδύνῳ, καὶ ἐπικάμφϑητι Μητερ Ὀσία, τῇ ἐκ καρδίας φωνῇ τοῦ ἱκέτου σου σὺ γὰρ ὑπάρχεις εὐμενής. τοῖς ἐν πίστει ϑερμῇ προσιοῦσί σοι.
Ἡ Κίμωλος ἡ πατρίς σοι· γάνυται, τοῖς σπαργάνοις σὸν σεμνὴ Μεϑοδία, καὶ τὰ σὰ λείψανα πίστει τιμῶσα, τῆς σῆς εὐνοίας λαμβάνει τὰς χάριτας, δοξάζουσα χρεωστικῶς, τὸν Χριστὸν ϑαυμαστῶς σὲ δοξάσαντα.
Νεόφωτος ἀνεδείχϑης ἔνδοξε, τοῦ Χριστοῦ τῇ ἐκκλησίᾳ λυχνίᾳ, καὶ ἐφαπλοῖς πανταχοῦ Μεϑοδία. τῶν ἀρετῶν μυστικῶς τὴν λαμπρότητα, καὶ ἐκδιώκεις ϑαυμαστῶς, ἁμαρτίας τὴν νύκτα τὴν ἄφεγγον.
Θεοτοκίον.
Δεσμῶν με τῆς ἁμαρτίας λύτρωσαι, καὶ ἐλεύϑερον παράστησον Κόρη, τῷ ἀδεκάστῳ κριτῇ καὶ Υἱῷ σου, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῆς κρίσεως· σὲ γὰρ οὐ παύομαι ὑμνεῖν, ἐν νυκτὶ καὶ ἡμέρᾳ ὁ δοῦλος σου.
Διάσωσον τὸ τῆς Κιμώλου ἀγλάϊσμα Μεϑοδία, ἐκ συμπτωμάτων ψυχοβλαβῶν τοὺς ἱκέτας σου. τοὺς τῇ σεπτῇ σου προσπίπτοντας ἀντιλήψει.
Ἄχραντε, ἧ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ βιοτῇ τῶν Ὁσίων στοιχήσασα, ἀσκητικῶς ἐν ἐσχάτοις διέπρεψας, σεμνὴ Μεϑοδία καὶ ἤσχυνας, τὸν παλαμναῖον ἐχϑρὸν οὗ τῆς μήνιδος. ἡμᾶς ἀνωτέρους συντήρησον.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μον καὶ κατεύθῆνε τὰ διαδήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μάρκον. (Κεφ. ε΄. 24-34).
Τῷ καιρῷ ἐκείνῳ ἠκολούϑει τῷ ᾿Ιησοῦ ὄχλος πολὺς καὶ συνέϑλιβον αὐτόν. Καὶ γυνή τις, οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παϑοῦσα ὑπὸ πολλῶν ἰατρῶν. καὶ μηδὲν ὠφεληϑεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλϑοῦσα, ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ, ἐλϑοῦσα ἐν τῷ ὄχλῳ ὄπισϑεν. ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γάρ· ὅτι, κἂν τῶν ἱματίων αὐτοῦ ἅψομαι σωϑήσομαι. Καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὖτοῦ δύναμιν ἐξελϑοῦσαν, ἐπιστραφεὶς ἔν τῷ όχλῳ, ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαϑηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνϑλίβοντά σε, καὶ λέγεις: Τίς μου ἥψατο; Καὶ περιεθλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἢ δὲ γυνὴ φοβηϑεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾽ αὐτῇ, ἦλϑε καὶ προσέπεσεν αὖτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήϑειαν. Ὁ δὲ εἶπεν αὐτῇ ϑύγατερ, ἣ πίστις σου σέσωκέ σε; ὕπαγε εἰς εἰρήνην. καὶ ἴσϑι ἡγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα.
Ταῖς τῆς σῆς ‘Οσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. ᾿Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὂλην ἀποθέμενοι.
Βίον τὸν οὐράνιον, ϑεοπρεπῶς μετελϑοῦσα, τῆς ζωῆς τὸν στέφανον, παρὰ τοῦ Παντάνακτος, σεμνὴ ἔλαθες· καὶ νῦν τοῖς τάγμασι, τῶν πᾶλαι Ὁσίων, ἐν ὕψίστοις συγχορεύουσα, ἡμῶν μνημόνενε, τῶν ἀπὸ ψυχῆς ἀνυμνούντων σε, καὶ ρῦσαι τοὺς ἱκέτας σου, πόνῶν ἐπωδύνων καὶ ϑλίψεων, Μήτερ Μεϑοδία, Κιμώλου ὁ πανάγιος βλαστός, μοναστριῶν τὸ ἀγλάϊσμα, καὶ πιστῶν τὸ καύχημα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδή ζ΄. Παῖδες Ἑβραίων.
Ἔχουσα χάριν Μεϑοδία, ἀπελαύνειν ἐξ ἀνϑρώπῶν ἀρρωστίας, ἀσϑενοῦντα κἀμέ, τὸν δύστηνον κατ’ ἄμφω, ἰάτρευσον πανεύφημε, χάριτός σου τῷ μαρμάκῳ.
Ἤρϑης πρὸς ὕψος ἀπαϑείας, τῇ ἁγίᾳ σου ἀσκήσει Μεϑοδία· διὸ νῦν τῶν παϑῶν. τῶν κατ᾽ ἐμοῦ τὸν σάλον, κατεύνασον πρεσβείας σου, ἱκετεύῳ τῇ δυνάμει.
Στήριξον πάντας τοὺς τιμώντας, τῶν λειψάνων τὴν κόνιν Μεϑοδία. ἐν τῇ πέτρᾳ Χριστοῦ, τῶν ϑείων προσταγμάτων, ἵνα σε μακαρίζομεν, εὐλαβῶς ἐν ἐγκωσμίοις. |
Θεοτοκίον.
Ἵλαϑι Δέσποτα εὐσπλάγχνως, ἡμῖν πταίσμασι πολλοῖς δεδαρυμένοις ταῖς ἁγίαις πρὸς σέ, πρεσβείαις τῆς πανάγνου. τῆς ϑαυμαστῶς τεκούσης, δι᾿ ἡμᾶς σωματοφόρον.
ᾨδή η΄. Τὸν Βασιλέα.
Νέαν ζωήν μοι, δώρησον Μῆτερ Ὀσία, ἐξαλείφουσα τὰ πλήϑη τῶν κακῶν μου, ταῖς πρὸς τὸν Σωτῆρα, λιταῖς σου Μεϑοδία.
Μὴ καταισχύνης, ὦ Μεϑοδία ‘Οσία, τοὺς ἐλπίζοντας τῇ ϑείᾳ σου πρεσβείᾳ, καὶ ἀνευφημούντας, τὴν ξένην θβιοτήν σου.
Ὅλον με πλῆσον, τῆς ἱερᾶς χάριτός σου, παμμακάριστε Ὀσία Μεϑοδία, προσπίπτοντα πόϑῳ, τῇ ϑείᾳ σου εἰκόνι.
Θεοτοκίον.
“Υμνοις τιμῶμεν, τὸν φωτοφόρον σε οἶκον, ἐν ᾧ ὦκησεν ὁ Κύριος τῆς δόξης. ἐπ᾽ εὐεργεσίαν, Παρϑένε τῶν ἀνϑρώπων.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Κινδύνων πολυτρόπων, Μῆτερ Μεϑοδία, καὶ συμφορῶν ἐπωδύνων διάσωσον. τοὺς εὐφημούντας ἐν ὕμνοις, τὴν πολιτείαν σου.
Ἱλάσϑητι μοι Λόγε, τῷ ἡμαρτηκότι, γενοῦ τῷ δούλῳ σου Κύριε ἵλεως. ταῖς παναγίαις πρεσβείαις, τῆς ϑεραπαίνης σου.
Ἀπάσης Μεϑοδία, Μῆτερ πανοσία, ρῦσαι ἡμᾶς ἀπειλῆς τε καὶ μάστιγος. ὡς παρρησίαν πλουτοῦσα, πρὸς τὸν Φιλάνϑρωπον.
Θεοτοκίον.
Γενοῦ μοι Θεοτόκε, τῷ ἀπεγνωσμένῳ, ὡς συμπαϑὴς ἀκαταίσχυντος σύμμαχος· εἰς σὲ γὰρ μόνην ἐλπίζω, τὴν ὑπερύμνητον.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ἡ κοινωνός, ἐν ἐσχάτοις χρόνοις, Μεϑοδία Μῆτερ σεμνή· χαίροις ἣ τὸν πλάνον, αἰσχύνασα δυνάστην. ἀσκήσεως τὸν δρόμον, λαμπρῶς τελέσασα.
Ἔργοις ἐναρέτοις ὡς ἀληϑῶς, Μῆτερ κοσμηϑεῖσα, κόσμος ὥφϑης πανευπρεπής, ἐν καιροῖς ὑστέροις, Χριστοῦ τῆς ἐκκλησίας· διό σε Μεϑοδία, πάντες γεραίρομεν.
Χαίροις τῆς Κιμώλου ϑεῖος ὀβλαστός, Μῆτερ Μεϑοδία, καὶ Κυκλάδων κλέος λαμπρόν· χαίροις τὸ εὐῶδες τῆς ἐγκρατείας ἄνϑος, καὶ ρόδον ἥσυχίας, ὄντως μυρίπνοον.
Βίον μετελϑοῦσα ϑεοφιλῆ, Μῆτερ Μεϑοδία, ἐν Κιμώλῳ ὡς νουνεχής, τῆς ζωῆς τῆς ϑείας, κατέλαβες τὸν ὅρμον, ἔνϑα αἱ τῶν ‘Οσίων, τάξεις ἀγάλλονται.
Τὴν ἐνεγχαμένην σε ἐξ ἐχϑρῶν, ρῦσαι καὶ κινδύνων, Μεϑοδία ταῖς σαῖς λιταῖς: σκέπε δὲ τῇ σχέπῃ, ἀπαύστως τῶν εὐχῶν σου, τοὺς πόϑῳ εὐφημοῦντας, τὴν πολιτείαν σου.
Τῆς ϑεολογίας τὸν ἀρχηγόν. καὶ μύστην τοῦ Λόγου, ᾿Ιωάννην τὸν ϑαυμαστόν, σὺν τῇ Μεϑοδίᾳ, Κυρίου τῇ Ὃσίᾳ, τῶν Κιμωλίων δῆμοι, δεῦτε τιμήσωμεν.
Χαίροις ἐπιστήϑιε Μαϑητά, ὃ ἠγαπημένος, τῷ Δεσπότῃ ἡμῶν Χριστῷ, σὺν τῇ Μεϑοδίᾳ, αὐτὸν ἀεὶ δυσώπει, τὴν λύσιν· τῶν πταισμάτων, ἡμῖν δωρήσασϑαι.
“Ὅσιε ᾿Ανδρέα Κρήτης ποιμήν, σὺν τῇ Μεϑοδίᾳ, ἐκδυσώπει τὸν Λυτρωτήν, ὑπὲρ τῶν ϑελόντων, ἀκαταγνώστως τρέχειν, τοῦ δίου τοῦ παρόντος, χρόνον τὸν ρέοντα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ ᾿Απολυτίκιον. Ἤχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν ἀγαπήσασα τῶν ἀγαϑῶν τὴν πηγήν, μετῆλϑες ὡς ἄσαρκος, ϑεοπρεπὴν βιοτήν, ὑστέροις ἐν ἔτεσι. Ὅϑεν ἐν τῇ σκοτίᾳ, τοῦ παρόντος αἰῶνος, φαίνεις ὡς φωτοβόλος Μεϑοδία λυχνία, φωτίζουσα ἐνϑέοὺς, τοὺς πίστει τιμώντας σε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε φιλοσίων οἱ χοροί, τὴν ἐν ταῖς ἐσχάταις ἡμέραις. ἀσκητικῇ βιοτῇ, τὸν Χριστὸν δοξάσασα, πάντες τιμήσωμεν, πρὸς αὐτὴν ἀνακράζοντες, σεμνὴ Μεϑοδία. ἐκτενῶς ἱκέτευε. τὸν Πολυεύσπλαχνον. δοῦναι τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ἁμαρτημάτων τὴν λύσιν, τοῖς ἀνακειμένοις τῇ πρεσβείᾳ σου.
Ἕτερον. Ἦχος ὁ αὐτός. Οἶκος τοῦ ᾿Εφραθᾶ.
Λύτρωσαι δυσχερειῶν, ᾿Ὁσία τῶν ἐν βίῳ᾽ τῇ ϑείᾳ σου πρεσβείᾳ. ἡμᾶς τοὺς εὐφημούντας, τὴν ϑείαν πολιτείαν σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Μεθοδία καύχημα τῶν Κιμωλίων
Κύριλλον λύτρωσαι κακῶν παντοίων.

5 Οκτωβρίου
Κίμωλος
Της Κιμώλου τον γόνον, αρετών το κειμήλιον, και των απ΄αιώνος Οσίων, αληθώς την ομόσκηνον, τιμήσωμεν εν ύμνοις οι πιστοί, Οσίαν Μεθοδίαν την σεπτήν, τας του βίου αυτής πράξεις θεοφιλείς, μιμούμενοι κραυγόζοντες· δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σε στεφανώσαντι, δόξα τω συν Αγίων τοις χοροίς, σε, Μήτερ, αριθμήσαντι.
Ναό Οδηγητρίας Κιμώλου