Τροπάριον. ῏Ηχος δ ́. ̔Ο ὑψωθείς.
Τῆς ἀναστάσεως λαμπρὸς υἱὸς πέλων, οὐκ ἐπτοήθης τοῦ θανάτου τὸ θράσος, ἀλλὰ γενναίως ἤθλησας αἰσχύνας τὸν ἐχθρόν· τῷ σταυρῷ ὑπέταξας, ἡμισέληνον ῎Αγαρ, θεῖε ̓Αναστάσιε, τῇ σοφῇ σου ἐνστάσει, Νεομαρτύρων κλέος γεγονώς, παραμυθῶν δέ, τοὺς πίστει σε μέλποντας.
Δόξα, Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ
τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
“Μάρτυς ̓Αναστάσιε, δεήσεώς μου πρόσχες. ̓Α(θανάσιος)”.
ᾨδὴ α ́. ῏Ηχος πλ. δ ́. ̔Υγρὰν διοδεύσας.
Μαρτύρων τὸ στέφος ἀναδηθείς, παράκλησις θεία, τοῖς πιστεύουσιν ἀθλητά, ἐγένου διό σοι μετὰ πόθου, ἱκετικῶς προσπελάζομεν ῞Αγιε.
̓Ανάστησον μάρτυς σοὺς ὑμνητάς, ἐκ πτώσεως πάσης, καὶ ἀξίωσον σαῖς εὐχαῖς, τηρῆσαι ἐν πάσῃ εὐλαβείᾳ, τὴν πρὸς Χριστὸν ἐκ ψυχῆς ἀφοσίωσιν.
̔Ρυσάμενος Μάρτυς σὴν ἀδελφήν, ἐκ τῶν μισοάγνων, ῥῦσαι πάντας τοῦ πονηροῦ, ποθοῦντος ἡμᾶς καταμολῦναι, ἁγνὴν τηροῦντας ψυχὴν τὴν θεόπλαστον.
Θεοτοκίον
Τοῦ ὄφεως θῦμα πρώτη γυνή, ἐγένετο Κόρη, ἧς τὸ πτῶμα θεοπρεπῶς, ἀνήγειρας τόκῳ σου τῷ θείῳ, ῝Ον ἐξιλέου ἡμῖν τοῖς ὑμνοῦσί σε.
ᾨδὴ γ ́. Οὐρανίας ἁψῖδος.
῞Υλης πᾶσαν πατήσας, ἀπὸ ψυχῆς πρόκλησιν, θεῖε Αναστάσιε ὤφθης, ἄλλος τις ἄγγελος, μόνον τὰ μένοντα, ἐπιποθῶν ὅθεν μάρτυς, ὕλης με ἀνώτερον δεῖξον τὸν ἄθλιον.
Σταθηρὰν ἔχων γνώμην, τῆς ἀληθοῦς πίστεως, γέγονας κλεινὸς θεολόγος, ὦ ̓Αναστάσιε, καὶ ἐμυκτήρισας, τοῦ διαβόλου τὴν πλάνην, ἥν με καταξίωσον, πατεῖν ἀείποτε.
῎Ανω ᾖρας καρδίαν, καταφρονῶν πάντιμε, ἄνθος τῆς νεότητος, κάλλη, πλοῦτον τὸν ῥέοντα, καὶ συνεσταύρωσαι, τῷ ̓Ιησοῦ Νεομάρτυς, ῟ῼ κἀμὲ συσταύρωσον, τὸν ζωοθάνατον.
Θεοτοκίον
Νικηφόρον με δεῖξον, κατὰ παθῶν ῎Αχραντε, τὸν ἀεὶ ἡττώμενον τούτων, ταῖς ἐπικλύσεσι, καὶ τὴν ἀπάθειαν, δός μοι ταῖς
θείαις εὐχαῖς σου, ἵνα εὕρω Πάναγνε, τὴν σωτηρίαν μου.
Διάσωσον, τοὺς σὲ τιμῶντας κλεινὲ Νεομάρτυς, τῶν τοῦ βίου δεινῶν περιστάσεων, καὶ δίδου λύσιν ἀχθηρῶν, πρὸς Χριστὸν
μεσιτεύων.
̓Επίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. ῏Ηχος β ́. Πρεσβεία θερμή.
Τῆς ῎Αγαρ καλῶς, τὴν πλάνην ἐναπέπνιξας, δειχθεὶς στηριγμός, πιστῶν ̓Αναστάσιε, χορηγῶν τὴν ἴασιν, ταῖς ψυχαῖς τε
ἡμῶν καὶ τοῖς σώμασι, εὐχαῖς σου μάρτυς ταῖς σεπταῖς, πρὸς τὸν Κύριον ἀείποτε.
ᾨδὴ δ ́. Εἰσακήκοα Κύριε.
̓Ακατάβλητον φρόνημα, ἔχων πρὸ τυράννων καλῶς ἐνήθλησας, ὅθεν μάρτυς ̓Αναστάσιε, δὸς ἡμῖν καρδίας γενναιότητα.
Σύντριψόν μοι ἀντίδικον, τὸν ψυχὴν ὀλέσαι ἐπιποθοῦντα μου, ἵνα μάρτυς ̓Αναστάσιε, ἐλευθερωθεὶς ἀνευφημήσω σε.
Τοὺς ὀδόντας τοῦ δράκοντος, ἔθλασας γενναίως Μάρτυς ἀήττητε, ὃν ὁρμῶντα μοι κατάβαλε, καὶ ταῖς σαῖς εὐχαῖς αὐτὸν κατάδησον.
Θεοτοκίον
̓Ακατάφλεκτος ἔμεινας,πῦρ δεχθεῖσα Μῆτερ τὸ τῆς Θεότητος, ὅθεν φύλαξον δεόμεθα, καὶ ἡμᾶς πυρὸς τοῦ τῆς κολάσεως.
ᾨδὴ ε ́. Φώτισον ἡμᾶς.
Σκότους ζοφεράν, πλάνην μάρτυς ̓Αναστάσιε, ὡς διέλυσας ἀθλήσει σου στεῤῥᾷ, ἐκδιώξαις, ἐκ ψυχῶν τῶν πόθῳ γεραιρόντων σε.
῎Ιασαι ψυχῶν, καὶ σωμάτων ἄλγη ῞Αγιε, ἐκδυσωπούμενος Χριστὸν τὸν ̓Ιατρόν, Οὗ τῆς ἀγάπης, θῦμα ὤφθης ὁλοκάρδιον.
῎Εκτεινον Χριστῷ, τὰς σὰς χεῖρας ̓Αναστάσιε, παραμυθῶν τοὺς καταπίπτοντας ἀεί, νόσοις ποικίλαις, καὶ τοῦ βίου περιστάσεσι.
Θεοτοκίον
Δέομαι ̔Αγνή, τῆς ψυχῆς μου σκότος δίωξον, ὅπως κατίδω νοερῶς τὸ φῶς Χριστοῦ, καὶ μὴ προσκόψω, ἁμαρτίας λίθῳ Πάναγνε.
ᾨδὴ Ϛ ́. Τὴν δέησιν ἐκχεῶ.
̓Εχάρησαν, τῶν Μαρτύρων τάγματα, ἀθληφόρε ̓Αναστάσιε ὅτε, στέφος λαμπρόν, ἀνεδήθης ἀξίως, καὶ Βασιλείας Χριστοῦ ὤφθης
μέτοχος· ἀξίωσον οὖν καὶ ἡμᾶς, μετασχεῖν ταύτης πάντας πρεσβείαις σου.
̓Ηλόγησας, Νεομάρτυς ἔνδοξε, τῶν φθαρτῶν καὶ ἐπικήρων τοῦ βίου, διὰ Χριστοῦ, τὸν ἀνέκλειπτον πλοῦτον, ὃν χορηγεῖ τοῖς
ποθοῦσι τὰ μέλλοντα, διὸ ἀνάδειξον αὐτοῦ, καὶ ἡμᾶς κληρονόμους φιλάδελφε.
Στερέωσον, διανοίας ἅγιε, ̓Αναστάσιε ἡμῶν κλονουμένας, ἐκ τῶν πικρῶν, συμβαινόντων τοῦ βίου, καὶ τὴν εἰρήνην ἀτάραχον
πάρεχε, καρδίαις τῶν ἀπὸ ψυχῆς, αἰτουμένων θερμὴν μεσιτείαν σου.
Θεοτοκίον
̓Επάκουσον, Παναγία Δέσποινα, τῶν αἰτούντων μητρικήν σου πρεσβείαν, ἔχεις καὶ γάρ, παῤῥησίαν μεγίστην, πρὸς τὸν Υἱόν σου ὡς
τοῦτον κυήσασα, καὶ πάντοτε ἱκετικῶς, ἐξισχύεις ἡμῖν τὰ ἀδύνατα.
Διάσωσον, τοὺς σὲ τιμῶντας κλεινὲ Νεομάρτυς, τῶν τοῦ βίου δεινῶν περιστάσεων, καὶ δίδου λύσιν ἀχθηρῶν, πρὸς Χριστὸν
μεσιτεύων.
῎Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ̓ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. ῏Ηχος β ́. Προστασία τῶν Χριστιανῶν.
̔Ηδονῶν τῶν προσκαίρων ἠλόγησας, τῷ πυρὶ τοῦ Χριστοῦ πυρπολούμενος, ὅθεν ξίφους, μαρτυρικοῦ ἐδέξω τὴν φοράν, δι ̓ οὗ,
εἴληφας ἀθλητικῶς, ὦ ̓Αναστάσιε σοφέ, τὸν ἀμάραντον στέφανον· πρέσβευε οὖν τρισμάκαρ, ὅπως ἀεὶ τηρῶμεν, οἱ σὲ τιμῶντες ἐκ
ψυχῆς, τὴν ἀγάπην πρὸς τὸν Κύριον.
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς αὐτοῦ
ἐξανθήσει.
ΕΥΑΓΓΕΛΙΟΝ
̓Εκ τοῦ κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων. ̓Επιβαλοῦσι γὰρ ἐφ ̓ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. ̓Αποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν.
Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ
πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Νεομάρτυρός σου, πρεσβείαις ̓Ελεῆμον, ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Στίχ. ̓Ελέησόν με ὁ Θεός…
καὶ τὸ προσόμοιον.
῏Ηχος πλ.β ́. ῞Ολην ἀποθέμενοι.
῎Οντως ̓Αναστάσιος κατὰ τὴν κλῆσίν σου ὤφθης, νεομάρτυς ἔνδοξε, πλάνην τὴν ψυχώλεθρον, πνίξας αἵμασι, ἃ προθύμως ἔχυσας, ὑπὲρ τοῦ Δεσπότου, ῝Ον ἀεὶ θερμῶς ἱκέτευε, ὦ γενναιόψυχε, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου· καὶ γὰρ πολλοῖς ἐν πάθεσι, κείμεθα καὶ νόσοις οἱ ἄθλιοι. ῞Οθεν μὴ ἐλλείπῃς, ἡμᾶς παραμυθεῖν εὐχητικῶς, καὶ πῦρ ἀνάπτειν τῆς πίστεως, ταύτης ὡς ὑπέρμαχος.
Σῶσον ὁ Θεός…
ᾨδὴ ζ ́. Οἱ ἐκ τῆς ̓Ιουδαίας.
῎Ωφθη ζεῦγος ̓Αγγέλων, ἐνισχῦον σε Μάρτυς εἰς τὴν εὐσέβειαν, ἐν φυλακῇ σου ὄντος, ὃ καὶ Μουσᾶς κατεῖδε, καὶ ἐπλήσθη συνέσεως, μεθ ̓ οὗ βοῶμεν Χριστῷ, ἀεὶ εὐλογητὸς εἶ.
Σωτηρίας ἐγένου, τῷ Μουσᾶ ̓Αναστάσιε θεῖος πρόξενος, διδάξας ἀληθείας, Χριστοῦ κεφαλαιώδη, καὶ χρειώδη ἐντάλματα, ἐν οἷς τὸν βίον κἀμέ, ἰθύνειν ἀξιώσαις.
Μὴ ἐκκλίνας θωπείαις, καὶ γλυκέσι τυράννου Μάρτυς προσρήσεσι, τὸ ξίφος ἔσχες κλῆρον, δι ̓ οὗ πρὸς τὸν Δεσπότην, ἀνελήλυθας εὔδρομος, ῝Ον ἐξιλέου ἀεί, ὑπὲρ τῶν σὲ τιμώντων.
Θεοτοκίον
Οὐρανὸν δεῖξον Μῆτερ, τὴν ψυχήν μου καθάπερ ἀστέρας ἔχοντα, πληθὺν τῶν χαρισμάτων, ἃ δίδωσι Υἱός σου καὶ παμπόθητος Κύριος, τοῖς εὐλογοῦσιν Αὐτόν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η ́. Τὸν Βασιλέα.
̔Υπαίθριόν σου, καταλείψας τὸ σκῆνος, ὁ ὠμότατος τύραννος τρισμάκαρ, εἶδεν οὐρανόθεν, τὸ φῶς σε περιλάμψαν.
Παραμυθία, γεγονὼς σῇ πατρίδι, ̓Αναστάσιε θεῖε νεομάρτυς, πάντας μὴ ἐλλείπῃς, προσπίπτοντάς σοι σῴζειν.
̔Ροαῖς δακρύων, τὴν σὴν θήκην κυκλοῦντες, ἐξαιτούμεθα δυσχερῶν τὴν λύσιν, καὶ ψυχαῖς εἰρήνην, ὦ θεῖε Νεομάρτυς.
Θεοτοκίον
̔Ο χρόνος Μῆτερ, τῆς ἐπὶ γῆς παροικίας, καθ ̓ ἡμέραν συντέμνεται ἀκάρπως, ὅθεν ἔγκαρπόν με, δεῖξον πρὶν τῆς θανῆς μου.
ᾨδὴ θ ́. Κυρίως Θεοτόκον.
Στερέωσον νοός μου, θεῖε Νεομάρτυς, τοὺς λογισμοὺς ὀλισθαίνοντας πάντοτε, καὶ ἐν Χριστοῦ τῇ ἀγάπῃ, τούτους
καθήλωσον.
Χαρίτωσον τὸν βίον, θείας σου πρεσβείαις, τῶν γεραιρόντων σεπτὸν σου μαρτύριον, καὶ ἐκζητούντων σὴν χάριν, ὦ ̓Αναστάσιε.
̓Ενίσχυσον καρδίας, τὰς συνεχομένας, βιοτικαῖς περιστάσεσιν ῞Αγιε, καὶ παραμύθησον ταύτας, τῇ μεσιτείᾳ σου.
Σωμάτων ἀσθενείας, καὶ ψυχῶν τὰ πάθη, δίωξον μάρτυς κλεινὲ ̓Αναστάσιε, ἵνα γεραίρωμεν πόθῳ, τοὺς θείους ἄθλους σου.
Θεοτοκίον
̓Ανάνηψον ψυχή μου, ἐκ τῆς ῥαθυμίας, καὶ πρὸς Χριστὸν ὅσον τάχει ἐπίστρεψον, Παραμυθίαν Μητέρα, Αὐτοῦ κατέχουσα.
῎Αξιόν ἐστιν….καὶ τὰ
Μεγαλυνάρια
(τὸ παρὸν παλαιόν)
Τῆς Παραμυθίας τερπνὸς βλαστός, καὶ πάσης ̓Ηπείρου, νέον κλέος ὤφθης σοφέ, ὅθεν σου τὴν μνήμην, τελοῦμεν τὴν ἁγίαν,
χαρμονικῶς τιμῶντες, σὲ ̓Αναστάσιε.
Λάμψον ταῖς καρδίαις σῶν ὑμνητῶν, θεῖε Νεομάρτυς, τῷ φωτὶ τῷ χαροποιῷ, ὅπερ λείψανόν σου, κατέλουσε πλουσίως, καὶ δίωξον
τὰ νέφη, παθῶν τὰ μέλανα.
Θείας ̓Αναστάσεως γεγονώς, καὶ υἱὸς καὶ μάρτυς, ̓Αναστάσιε θαυμαστέ, πάντων τὰς καρδίας, τῶν σὲ τιμώντων πόθῳ, ἀνάστησον
πρεσβείαις, ταῖς θεοδέκτοις σου.
Πᾶσαι τῶν ̓Αγγέλων…
Εἰς δὲ τὴν ἀπόλυσιν ψάλλομεν τὸ παρὸν προσόμοιον.
῏Ηχος β ́. ῞Οτε ἐκ τοῦ ξύλου σε.
῞Ωσπερ νοητοὶ ἀγαρηνοί, οἱ ἐχθροὶ ἡμῶν ἀπαιτοῦσι τοῦ ἀπολέσαι ψυχάς, μάρτυς ̓Αναστάσιε, Παραμυθίας βλαστέ,
ὑποσχόμενοι μάταια, τρυφὴν τὴν τοῦ κόσμου, δόξαν τε τὴν πρόσκαιρον, καὶ σαρκικὰς ἡδονάς· ὅθεν σοῦ δεόμεθα μάκαρ,
πρόφθασον εὐχαῖς σου ἁγίαις, καὶ ἠπορημένους παραμύθησον.
῎Αγαρ νοητὴν κατάσφαξόν μοι τάχει, ̓Αναστάσιε, παραμυθῶν με ἅμα.
18 Νοεμβρίου
Τήν πλάνην κατήσχυνας τῶν δυσεβῶν ἀνδρικῶς ἐκχύσει τοῦ αἵματος ὑπέρ Χριστοῦ τοῦ Θεοῦ, καί πόνοις ἀθλήσεως. Ὅθεν της ἀφθαρσίας δεδεγμένος τό στέφος, πρέσβευε τῷ Κυρίω, Ἀναστάσιε, Μάρτυς, λυτροῦσθαι πολυτρόπων ἠμᾶς περιστάσεων.