Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Παφλαγονίας τὸ θειότατον βλαστούργημα, καὶ μοναζόντων χριστοπόθητον ὑπόδειγμα, οἱ πιστοί Στυλιανέ σε ἀνευφημοῦμεν· ὡς βρεφῶν οὖν πέλεις φύλαξ ὁσιώτατε, οὕτω σκέπε καὶ τοὺς πόθῳ ἀνυμνοῦντας σε, καὶ κραυγάζοντας· χαίροις στύλε τῆς Χάριτος.
Οἱ Οἶκοι.
Ἄγγελος σαρκοφόρος Παφλαγόνων ἐξέφυς καὶ στήλη ἀνεδείχθης ἀγάπης (ἐκ γ΄)· εὐλαβείᾳ γὰρ τῇ γονικῇ, τὴν προαίρεσίν σου μίξας Ὅσιε, Χριστοῦ εἰκὼν ἐδείχθης ἔμψυχος· διὸ οἰκολογοῦμεν οἱ πιστοί σε οὕτω·
Χαῖρε, καρπὲ Παφλαγόνων χώρας·
χαῖρε, βλαστὲ τῆς Χριστοῦ Ἐκκλησίας.
Χαῖρε, εὐλαβῶν ἀρετόστολον κόσμημα·
χαῖρε, μοναστῶν ἱερὸν ἐγκαλλώπισμα.
Χαῖρε, διπλῆς ἀγάπης ἐργάτα ἄριστε·
χαῖρε, ἀσκητικῆς ζωῆς ἐραστὰ ἁγιώτατε.
Χαῖρε, τὸν Θεὸν ἀγαπήσας ἐκ πόθου·
χαῖρε, πιστοὺς διακονήσας γνησίως.
Χαῖρε, τῶν παλαιῶν ἀσκητῶν ἀποτύπωμα·
χαῖρε, θείων Ἀγγέλων ἀρετόζηλον μίμημα.
Χαῖρε, χαρὰ καὶ καύχημα τῶν Ἁγίων·
χαῖρε, καιρία πληγὴ τῶν δαιμόνων.
Χαίροις στύλε τῆς Χάριτος.
Βλέπων Χριστοῦ τὸν πλοῦτον, τῶν φθαρτῶν καὶ ματαίων ἠλόγησας θεῖε Πάτερ, καὶ σταυρὸν ἀποταγῆς ἐπ’ ὤμων σου ἀράμενος, ἐμάκρυνας ὡς στρουθὸς φυγαδεύων, καὶ ἐν ἐρήμῳ ὡς τρυγὼν φιλήσυχος σκηνώσας ἔψαλλες·
Ἀλληλούϊα.
Γέγονας τῇ τηρήσει ἐντολῶν τοῦ Κυρίου, ὑπέρλαμπρος Πνεύματος οἶκος, ἐν ᾧ πᾶσα ἀρετὴ ὡς εἰς παράδεισον μυστικὸν Πάτερ εὑρίσκεται, εὐωδιάζουσα πνευματικῶς καὶ τέρπουσα ἀρρήτως τοὺς βοῶντας·
Χαῖρε, τῇ σῇ ἀσκήσει τῶν παθῶν κυριεύσας·
χαῖρε, τῇ καρτερίᾳ τοῦ ἐχθροῦ θριαμβεύσας.
Χαῖρε, τῆς προσευχῆς εὐωδέστατον τέμενος·
χαῖρε, τῆς φυλακῆς τῶν αἰσθήσεων βράβευμα.
Χαῖρε, τὸν Ἰησοῦν ἐκθηρεύσας καὶ μόνον·
χαῖρε, ἀπὸ ψυχῆς ἐκβαλὼν πάντα φθόνον.
Χαῖρε, φωτοδρόμε ἀθλητὰ Βασιλείας·
χαῖρε, ἀειλαμπὲς λύχνε τῆς σωτηρίας.
Χαῖρε, ἀσκητὰ μεγαλόφρον καὶ ἔμπονε·
χαῖρε, τηρητὰ νοὸς ὀξυδερκέστατε.
Χαῖρε, ὁ ἐκροφήσας ἐντολὰς τοῦ Κυρίου·
χαῖρε, ἀέρα πνέων κόσμου τοῦ οὐρανίου.
Χαίροις στύλε τῆς Χάριτος.
Δαίμονες δειματοῦνται τῇ σῇ κλήσει παμμάκαρ καὶ τρέμοντες πόρρω χωροῦσι, καὶ πῶς ἄν δύναιντο ὁρᾶν, σὲ τὸν πυρὶ τοῦ Πνεύματος καταφλεγόμενον, καὶ ὡς σεραφεικὸν στόμα ἀκούειν ψάλλοντά σε ἀσιγήτως·
Ἀλληλούϊα.
Ἔπιες σωτηρίου τὸ ζωήρρυτον νᾶμα καὶ ἤντλησας ἐκ φρέατος τοῦ Δεσπότου· ὅθεν πλησθεὶς τῆς τούτου Χάριτος Στυλιανὲ, πηγὴ δευτέρα ἐκ μετοχῆς γέγονας, ποτίζοντας πιστοὺς θεοδιψάστους κράζοντάς σοι·
Χαῖρε, τῶν νοητῶν ἐλάφων διψητικώτερε·
χαῖρε, τῶν μυστικῶν ὀρέων ἀετὲ ὑπόπτερε.
Χαῖρε, εἰσδὺς εἰς βάθη τῆς Βασιλείας·
χαῖρε, κερδήσας πλοῦτον εὐεργεσίας.
Χαῖρε, ἀγάπης Χριστοῦ σκεῦος καιόμενον·
χαῖρε, δηλωτικὸν σημεῖον τοῦ Πνεύματος.
Χαῖρε, φορεῦ μυστικῶν Παραδείσου·
χαῖρε, ἁλιεῦ οὐρανίας ἀβύσσου.
Χαῖρε, ὅτι εὐθέως λύεις ὡς Θεὸς τὰς αἰτήσεις·
χαῖρε, ὅτι ταχὺ ἀκούεις τῶν πιστῶν τὰς δεήσεις.
Χαῖρε, τῆς βίου λύπης διάλυσις θυμηρεστάτη·
χαῖρε, τῶν ἀγαθῶν διάδοσις πληρεστάτη.
Χαίροις στύλε τῆς Χάριτος.
Ζῇς ἐν Κυρίῳ Πάτερ καὶ ζωοῖς ταῖς εὐχαῖς σου, τὰ θνήσκοντα βρέφη γονέων· ζώωσον οὖν καὶ ἡμᾶς, ἁμαρτίαις δειναῖς θνήξαντας, ὅπως ἀπὸ ψυχῆς βοήσωμεν τῷ ἀγαθῷ καὶ ζωοποιῷ Δεσπότῃ·
Ἀλληλούϊα.
῎Ηθεσιν ἁπλουστάτοις κοσμηθεὶς θεοφόρε, ἐφείλκυσας χάριν θαυμάτων, ἅ ποιῶν ἐπ’ εὐεργεσίᾳ τῶν αἰτούντων σε, κινεῖς αὐτοὺς εὐγνωμονεῖν ἀεὶ καὶ ψάλλειν σοι ὀφλητικῶς τοιαῦτα·
Χαῖρε, παθῶν ποικίλων ἰατὴρ τῶν σωμάτων·
χαῖρε, ψυχὰς καθαίρων λογισμῶν ἀκαθάρτων.
Χαῖρε, τῶν ἀσθενούντων βακτηρία θεόσδοτος·
χαῖρε, τῶν λυπουμένων εὐθυμία χριστόπεμπτος.
Χαῖρε, ὅτι ἀτεκνούντων τὴν κατήφειαν λύεις·
χαῖρε, ὅτι τοῖς εὐτεκνοῦσι σωφροσύνην παρέχεις .
Χαῖρε, φιλανθρωπίας ἀκενόδωρος πάροχος·
χαῖρε, χρηστοηθείας ἀδαπάνητος αἴσθησις.
Χαῖρε, ἐρήμου θεῖε πολιστὰ φωτεινόβιε·
χαῖρε, τῶν ἐν τῷ κόσμῳ πρεσβευτὰ ἀκαταίσχυντε.
Χαῖρε, δι’ οὗ μονασταὶ ὁδηγοῦνται·
χαῖρε, δι’ οὗ εὐλαβεῖς στερεοῦνται.
Χαίροις στύλε τῆς Χάριτος.
Θύσας ἁγνὴν θυσίαν ὁλοκάρπως σὸν σῶμα, ἀσκήσει προσήνεγκας τῷ Δεσπότῃ, Ὅς ἰδών τῆς γνώμης σου τὸ ἀνυστερόβουλον, ἐπλούτισεν πληθύι σε χαρισμάτων· ὅθεν Αὐτῷ ψάλλεις ἀντιδώρως·
Ἀλληλούϊα.
Ἴδιον τοῦ πλησίον θεωρῶν τὸ συμφέρον, οὐχ ἕστηκας τῆς εὐεργεσίας· τὸν φιλάνθρωπον Κύριον μιμούμενος, ὅστις ἐπ’ ἀγαθοὺς ἐξ ἴσου καὶ κακοὺς ἀνατέλλει τὸν ἥλιον· διό σε εὐφημοῦμεν οἱ ἀπολαύοντες τῶν δωρεῶν σου·
Χαῖρε, Δεσπότου χρυσοῦν ἀφομοίωμα·
χαῖρε, εὐεργεσίας ἀκένωτον πέλαγος.
Χαῖρε, φιλαργυρίας θανατώσας τὸν ὄφιν·
χαῖρε, τὴν ἀκτησίαν μιμηθεὶς τῶν Ἀγγέλων.
Χαῖρε, χάριν προχεόμενος τοῖς αἰτοῦσι δωρεὰν·
χαῖρε, χαίρων δοὺς τὸν πλοῦτόν σου ὥς τις ἄλλος Ἁβραάμ.
Χαῖρε, ἐν τῇ πτωχείᾳ τοὺς πλουτοῦντας πλουτίζων·
χαῖρε, Πνεύματος πλούτῳ τοὺς πτωχοὺς εὐμαρίζων.
Χαῖρε, πιστῶν παρέχων αἰτήματα·
χαῖρε, βρεφῶν διώκων νοσήματα.
Χαῖρε, στεῤῥὲ ἀστοχούντων μεσῖτα·
χαῖρε, παντὸς ἀποροῦντος εὐχέτα.
Χαίροις στύλε τῆς Χάριτος.
Κήρυκά σε εἰδότες βιοτῆς τῆς μελλούσης, θαυμάζομεν τὸ ἡσυχαστικόν σου· τὸν Χριστὸν γὰρ ἐρῶν, μανικῶς τῇ σιωπῆ ἐδίωξας, δι’ ἧς ὡς γλώσσῃ θείας ἀφθεγξίας, σὺν χοροῖς Ἁγίων ψαλλεῖς ἀσιγήτως Στυλιανέ·
Ἀλληλούϊα.
Λέλυσαι ἀπὸ πάσης κοσμικῆς προσπαθείας, εὑρὼν ὅν ἐπόθεις Μαργαρίτην, Οὖ ταῖς ἀκτινοβόλοις λάμψεσι λουόμενος, τοὺς προσιόντας κατεφώτιζες κινῶν βοᾷν θαυμαστικῶς σοι τάδε·
Χαῖρε, Φωτὸς τοῦ πρώτου ἀπαύγασμα·
χαῖρε, σκοτώδους ἁμαρτίας διάλυσις.
Χαῖρε, λαμπὰς πρακτικὴ Εὐαγγελίου·
χαῖρε, λυχνία σωσιψύχου ἐλαίου.
Χαῖρε, θαβωρίου ἐλλάμψεως μέτοχε·
χαῖρε, θεοπτίας ἀρρήτου γευσάμενος.
Χαῖρε, ὡς τῶν μελλόντων ἀπολαύσας ἐντεῦθεν·
χαῖρε, ὡς τῇ σῇ πράξει θεωρίαν σφραγίσας.
Χαῖρε, ἰδὼν νεφέλης παλαιᾶς θείαν ἔκβασιν·
χαῖρε, λαβὼν τῶν τύπων ἀληθῆ ἀποκάλυψιν.
Χαῖρε, ζωῆς Ἡλίου θεατὰ χριστοφώτιστε·
χαῖρε, τῆς λαμπηδόνος τῆς Αὐτοῦ θεῖον ὅραμα.
Χαίροις στύλε τῆς Χάριτος.
Μνῆμα καθάπερ ἄλλο, τοῦ Χριστοῦ ζωηφόρον, τὸ σπήλαιόν σοι ἐγεγόνει· ἐν ᾧ τῷ κόσμῳ σταυρωθεὶς ἐγκέκλεισαι, ὡς μῦρα μυστικὰ τῷ τῆς ψυχῆς Νυμφίῳ σου προσάγων καθ’ ἑκάστην ὕμνον πανευπρόσδεκτον·
Ἀλληλούϊα.
Νοῦν δεσμήσας ὡς πῶλον, Στυλιανὲ τῇ ἀσκήσει, ἀπέδωκας εὐήνιον τῷ Δεσπότῃ, Ὅς ἐπικαθεσθείς, ὡδήγησεν αὐτὸν οὐχ εἰς Ἱερουσαλὴμ τὴν ἐπίγειον, ἀλλ’ ἄνω ἔνθα νῦν παρὰ τῶν Ἀσωμάτων ἀκούεις·
Χαῖρε, χριστόνοε σπηλαιοδῆτα·
χαῖρε, θαλάσσης Βασιλείας δῦτα.
Χαῖρε, ὁ γυμνώσας σεαυτὸν πάσης ὕλης·
χαῖρε, ἁμιλληθεὶς ἀρεταῖς τοῖς ἀΰλοις.
Χαῖρε, Πάτερ ἀγγελότροφε ἀλογήσας τῶν φθαρτῶν·
χαῖρε, Ἄρτον τὸν οὐράνιον ἔχων θεῖον γλυκασμόν.
Χαῖρε, δακρύων χύσει τὴν ψυχήν σου ποτίσας·
χαῖρε, πηγὰς ὑδάτων θεομβρύττων ἐκβλύσας.
Χαῖρε, ἀληθοῦς Ἰχθύος κατάκτησις·
χαῖρε, τῶν ῥευστῶν ἡδονῶν παναναίρεσις.
Χαῖρε, τρυφῶν χαρμονῆς τῆς ἀφθάρτου·
χαῖρε, ἐκφυγὼν ἀγωγῆς ἐπιπλάστου.
Χαίροις στύλε τῆς Χάριτος.
Ξύλον Πάτερ ἐφάνης, φυτευθὲν ἐκ Κυρίου, ζωῆς τὰς χάριτας καρποφορῆσαν· ἐξ ὧν ἀκενώτως τρώγοντες, ἡλικιούμεθα μυστικῶς, καὶ σὲ εὐγνωμονοῦντες οἱ πιστοὶ σκιρτῶμεν ψάλλοντες·
Ἀλληλούϊα.
Ὄρους φύσεως ὄντως ὑπερέβης τρισμάκαρ, βιώσας ἄφθαστον βίον· καὶ γὰρ σάρκα φορῶν, ὥς τις νοερὰ οὐσία ἐπολιτεύθης Ὅσιε, διὸ κινεῖς τὰ πλήθη τῶν πιστῶν εἰς ἔπαινόν σου οὕτω·
Χαῖρε, πηλὸν ἐψήσας τῷ Πνεύματι·
χαῖρε, ψυχῆς αὐξήσας χαρίσματα.
Χαῖρε, ἀγρυπνίαν τῇ ἀσκήσει συζεύξας·
χαῖρε, εὐχῇ Χριστοῦ τὸν σὸν νοῦν χαριτώσας.
Χαῖρε, ὅλος γὰρ ἐγένου ὀφθαλμὸς σεραφεικός·
χαῖρε, ὅτι ἀνεδείχθης πελεκὰν ἐρημικὸς.
Χαῖρε, στρουθὲ ἐρήμου ἐκτραφεὶς θείᾳ θέᾳ·
χαῖρε, τῇ ἐλπίδι μελλόντων βασισθεὶς τῇ βεβαίᾳ.
Χαῖρε, δι’ οὗ τῶν παθῶν καθαιρόμεθα·
χαῖρε, δι’ οὗ τῷ Θεῷ οἰκειούμεθα.
Χαῖρε, ἀλεῖπτα τῶν ἀσκουμένων·
χαῖρε, εἰρήνη πολεμουμένων.
Χαίροις στύλε τῆς Χάριτος.
Πᾶσαν ἔβαλες Πάτερ τῆς ψυχῆς σου τῷ σάκκῳ, οὐράνιον ἀγαθοδωρίαν· καὶ ὡς ὁδοιπόρος σοφός, τὸν δρόμον σου ἀσινῶς τετέλεκας, εἰς πόλιν δὲ ἐλθὼν τοῦ Ἰησοῦ, συνάδεις τοῖς Ἁγίοις πόθῳ·
Ἀλληλούϊα.
Ῥήτορας εὐδινήτους, ἡσυχίᾳ τῇ θείᾳ, ἀπέδειξας Ὅσιε κενολόγους· σιωπῶν γὰρ παραίνεσις ζῶσα τοῖς πᾶσι ἀναδέδειξαι, οἵ θεωροῦντες τὴν τεθεωμένην ὄψιν σου ἐκπληκτικῶς ἐβόων·
Χαῖρε, τοῦ Λόγου ἠχηρὸν ταμεῖον·
χαῖρε, ἐλλόγου σιωπῆς ἠχεῖον.
Χαῖρε, πράξει ἀσκήσας βίον τῆς θεωρίας·
χαῖρε, πείρᾳ πλουτήσας θησαυροὺς ἡσυχίας.
Χαῖρε, Πάτερ Ἠλίαν μιμηθεὶς τὸν Θεσβίτην·
χαῖρε, φαγὼν ἐν γνώσει τὸν ζωῆς ὀλλυρίτην.
Χαῖρε, ὡς ναῦς τὸν βίον σου πλεύσας πολύφορος·
χαῖρε, ὀξυγράφος γραμματεὺς βίβλων ἄνευθεν.
Χαῖρε, ὅτι πλάνης τοῦ κόσμου πολλοὺς ἔσωσας·
χαῖρε, ὅτι τούτους ἀπλανῶς καθωδήγησας.
Χαῖρε, ὑπερτάτης ἐπιστήμης διδάσκαλε·
χαῖρε, σωτηρίας ὁδηγὲ θεοφώτιστε.
Χαίροις στύλε τῆς Χάριτος.
Σχόλασον ὦ ψυχή μου καὶ τὸν Κύριον γνῶθι, ὡς ψάλλει ὁ Δαβίδ, ἀνεβόας· μὴ ἑλκύου λοιπὸν ἀνοήτως τοῖς ρέουσι, Χριστόν σου πόνοις θήρευσον, Χριστὸν καὶ ἐκζήτησον, Οὗ Πνεύματος Ἁγίου ἐμπλησθεῖσα ᾄδε·
Ἀλληλούϊα.
Τίμιον τέλος Πάτερ τοῦ Ὁσίου ὑπάρχει, ὡς ἔγνωμεν καὶ ἐκ τῆς θανῆς σου· ταῖς γὰρ ἀοράτως συνελθοῦσι Δυνάμεσι, παρέστησαν σοὶ συνασκηταί, οἵ ἀκτινοβολοῦντα σε ἰδόντες κατεπλάγησαν καὶ τρόμῳ εἶπον·
Χαῖρε, σφραγὶς ἀσυλήτου ἁγνείας·
χαῖρε, καρπὲ ἀσινοῦς παρθενίας.
Χαῖρε, ὀσμὴ ᾀσματικῆς καταστάσεως·
χαῖρε, ἀλάβαστρον μυριπνόου καθάρσεως.
Χαῖρε, σὺ γὰρ ἐξηπάτησας τὸν διάβολον φαιδρῶς·
χαῖρε, ὡς ψυχῶν γενόμενος μυστικὸς νυμφαγωγός.
Χαῖρε, τῆς Θεοτόκου μιμηθεὶς καθαρότητα·
χαῖρε, τῶν Ἀγγέλων συζηλώσας ἁγνότητα.
Χαῖρε, καθηγνισμὲνε νοῦν, ψυχὴν καὶ καρδίαν·
χαῖρε, ἡγιασμένε διὰ θείαν παιδείαν.
Χαῖρε, τῶν ρόδων τοῦ ἔαρος ὀσφραντικώτερε·
χαῖρε, ἀνθέων τῆς Ἐδὲμ εὐωδέστερε.
Χαίροις στύλε τῆς Χάριτος.
Ὕμνοις παναρμονίοις, ὕμνησάν σε θανόντα καὶ γῆθεν μεταστάντα τρισμάκαρ, οἱ χοροὶ φοιτητῶν καὶ τῶν ὅσοι ἀπήλαυσαν τῶν χαρίτων σου· ἡμεῖς δὲ σὺν Τριάδι ὄντα, ὑμνοῦμέν σε Χριστῷ βοῶντες·
Ἀλληλούϊα.
Φύλακά σε εἰδότες τῶν βρεφῶν καὶ νηπίων, προστρέχομεν τῇ σῇ μεσιτείᾳ, τὸ μὲν χαρισθῆναι τούτοις τὴν αὔξησιν δεόμενοι, ἡμῖν δὲ δοθῆναι ἄπλαστον νηπιότητα, ὅπως ἐν χαρμοσύνῃ σε οἰκολογῶμεν οὕτω·
Χαῖρε, φανεὶς ἁπλοῦς ἐν τοῖς τρόποις·
χαῖρε, λαμπὰς δειχθεὶς μονοτρόποις.
Χαῖρε, ἀκακίας φορέσας τὸν θώρακα·
χαῖρε, ἐνδυθεὶς ἱλαρὰν ἀγαθότητα.
Χαῖρε, τῆς ἀτεκνίας λύων κατήφειαν·
χαῖρε, τῆς εὐπαιδείας εὐλογῶν τὸ λειτούργημα.
Χαῖρε, κυοφορούσας εὐλογῶν ταῖς εὐχαῖς σου·
χαῖρε, λεχούσας πάσας προστατεύων λιταῖς σου.
Χαῖρε, βρεφοτρόφε ἀσκητὰ ἀσυνδύαστε·
χαῖρε, παιδοτρῖβα εὐκτικὲ καὶ ἀδάπανε.
Χαῖρε, διδοὺς τοῖς νηπίοις ὑγείαν·
χαῖρε, παρέχων θεϊκὴν εὐλογίαν.
Χαίροις στύλε τῆς Χάριτος.
Χαῖρε σφόδρα θεόφρον, κατοικῶν σὺν Ἁγίοις καὶ θρόνῳ παρεστὼς τοῦ Δεσπότου· οἱ ἱδρῶτές σου γάρ, αἰωνίου ζωῆς τὸ στέφος σοι προὐξένησαν, καὶ ἅ ἐνθάδε ἔσπειρας ἐν κόποις, νῦν ἐκεῖσε θερίζεις ἀγαλλόμενος καὶ ψάλλων·
Ἀλληλούϊα.
Ψήγματα χρυσοφόρα, ὅσα ἔγνωμεν Πάτερ, νομίζομεν ἐκ τοῦ σοῦ βίου· μόνον γὰρ ὁ εἰδὼς τῶν καρδιῶν τὰ ἀπόκρυφα, γινώσκει τῶν ἀρετῶν σου τὸ θησαύρισμα καὶ εὐλογεῖ πρεσβείαις σου ἡμᾶςτοὺς λέγοντάς σοι εὐγνωμόνως·
Χαῖρε, ὁ ἐκδημίαν δι’ Ἀγγέλου γνωρίσας·
χαῖρε, ὁ ζῶν ἐνθάδε καὶ τὸν κόσμον σταυρώσας.
Χαῖρε, φωτὸς ἀκτίστου ἰσόβιον σκοπευτήριον·
χαῖρε, τῶν θλιβομένων χριστότερπνον ἀναπαυτήριον.
Χαῖρε, μελλούσης δόξης ὑποδείξας τὸ μέγεθος·
χαῖρε, ἀκτινοβόλοις ἀστραπαῖς στολισάμενος.
Χαῖρε, δοῦλε ἐλεῆμον τοῦ παντελεήμονος Θεοῦ·
χαῖρε, θεραπευτὰ ταχύτατε Σαμαρείτου τοῦ Καλοῦ.
Χαῖρε, ὁ δι’ εἰκόνος ἐκβλύζων θαυμάσια·
χαῖρε, ὁ δεομένων ποιῶν τὰ αἰτήματα.
Χαῖρε, Πάτερ ἡλιόμορφε, ἔνδοξε Στυλιανέ·
χαῖρε, Ὅσιε γλυκύτατε, τῶν παιδίων ἰατρέ.
Χαίροις στύλε τῆς Χάριτος.
Ὦ μακάριε Πάτερ, Ἐκκλησίας ὁ στύλος, βρεφῶν τε καὶ νηπίων θερμὸς φύλαξ (ἐκ γ΄)· ἐκ παντοίων παθημάτων ἡμᾶς ἀσινεῖς φύλαττε, καὶ νηπιότητος Χριστοῦ μετόχους ποίησον, ἵνα σὺν σοὶ καὶ πᾶσι τοῖς Ἁγίοις ἀναπέμπωμεν Αὐτῷ θεοπρεπῶς τὸ
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον.
Παφλαγονίας τὸ θειότατον βλαστούργημα, καὶ μοναζόντων χριστοπόθητον ὑπόδειγμα, οἱ πιστοί Στυλιανέ σε ἀνευφημοῦμεν· ὡς βρεφῶν οὖν πέλεις φύλαξ ὁσιώτατε, οὕτω σκέπε καὶ τοὺς πόθῳ ἀνυμνοῦντας σε, καὶ κραυγάζοντας· χαίροις στύλε τῆς Χάριτος.
26 Νοεμβρίου
Στήλη ἔμψυχος τῆς ἐγκρατείας, στῦλος ἄσειστος τῆς Ἐκκλησίας Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀνατεθεὶς γὰρ Θεῷ ἐκ νεότητος κατοικητήριον ὤφθης τοῦ Πνεύματος. Πάτερ ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἡ Κάρα στή Μητρόπολη Θεσσαλιώτιδος
Ἀποτμήματα στίς Μονές Δαμάστας Φθώτιδος, Λειμῶνος Λέσβου, Δαδίου Φθιώτιδος καί Κάτω Ξενιᾶς Ἁλμυροῦ Μαγνησίας