Κοντάκιον Ἦχος πλ. δ΄.
Τῇ Ὑπερμάχῳ.
Τῶν ἀναργύρων καὶ μαρτύρων εἷς καὶ μέγιστος, ὑπάρχων μάκαρ παῤῥησία τῷ Κυρίῳ σου, ἱκετεύεις ὑπὲρ πάντων τῶν τιμώντων σε· καὶ πιστῶς ἀσπαζομένων τὸ ὁμοίωμα, τῆς μορφῆς σου καὶ τὴν Κάραν τὴν ἁγίαν σου, πόθῳ κράζοντας· Χαίροις Τρύφων πανένδοξε.
Ἄνωθεν κατοπτεύεις ἡμᾶς τοὺς σὲ τιμῶντας, Χριστοῦ μάρτυς, ἁγιώταῖε Τρύφων, (ἐκ γ΄) καὶ ἀεὶ πρεσβεύεις παῤῥησία τῷ Θεῷ ὑπὲρ πάντων καὶ ἡμῶν δεομένων σου, καὶ βοὦντων σοι θερμῶς τὸ χαῖρε, οὕτως·
Χαῖρε, τὸ ἄνθος τὸ τῆς Ἑώας:·
Χαῖρε, τὸ κλέος τὸ τῆς Φρυγίας.
Χαῖρε, τῆς Λαμψάκου βλαστός ἀμάραντος·
Χαῖρε, σῶν γονέων ὁ τόκος ὁ ἔνθεος.
Χαῖρε, δόξα καὶ ἐντρύφπμα Χριστονύμων εὐσεβῶν·
Χαῖρε, καύχημα καὶ στήριγμα τῶν ἁγίων ἀθλητῶν.
Χαῖρε, ὅτι ὑπάρχεις φοβερὸς τοῖς δαίμοσι·
Χαῖρε, ὅτι παρέχεις τὰς ἰάσεις εἰς πάντας.
Χαῖρε, σοφὲ σοφίζων τοὺς ἔμφρονας·
Χαῖρε, στεῤῥὲ στηρίζων τοὺς κάμνοντας.
Χαῖρε, δι᾽ οὗ θεραπεύονται νόσοι·
Χαῖρε, δι᾽ οὗ δραπετεύονται πάθῃ.
Χαίροις Τρύφων πανένδοξε.
Βλέπων σοῦ τὰ πρακτέα ὁ προβλέπῶν τὰ πάντα, τὴν χάριν τῶν ἰάσεων σοὶ δωρεῖται. Διὸ πνεῦμα ἀπελαύνεις πονηρὸν ἐκ τῆς βασιλίδοΤρύφων ἔνδοξε, καὶ τὸν δαίμονα ὡς κύνα φανεροῖς, μὴ βοῶντα τῷ Δεσπότῃ·
Ἀλληλούϊα.
Γνῶσιν ἔχων εὐθεῖαν, ὁ σοφὸς νεανίας, τῆς χάριτος Θεοῦ ἠξιώθῃ, τοῦ τελεῖν θαυμάσια πολλά, καὶ ἰᾶσθαι νόσους καὶ διώκειν δαίμονας, διόπερ καὶ ἡμεῖς αὐτῷ βοῶμεν εὐμενῶς τοιαῦτα·
Χαῖρε, τὸ κλέος τῶν ἀναργύρων·
Χαῖρε, τὸ ἄνθος τὸ τῶν μαρτύρων.
Χαῖρε, ὁ τρυφῶν τῶν ἀύλων Δυνάμεων·
Χαῖρε, ὁ ἑστὼς ὡς ἅγιος μετ᾽ ἁγίων.
Χαῖρε, ὅτι πολλοὺς ἔσωσας ἐιϊς κινδύγων χαλεπῶν·
Χαῖρε, ὅτι πλείους ἔπεισας τοῦ πιστεύειν εἰς Θεόν.
Χαῖρε, ὁ ἁγιάσας ἁπαλῶν ἐξ ὀνύχων·
Χαῖρε, ὁ μέσον λάμψας τῶν ἀπίστωνἙλλήνων.
Χαῖρε, ὁ Θεὸν ἀληθέστατον γνούς·
Χαῖρε, ὁ ὄντως πληρέστερος νοῦς·
Χαῖρε, ἡμῶν ὁ τὰς νόσους διώκων.
Χαῖρε, ἡμῶν ὁ τὴν ῥῶσιν χαρίζων·
Χαίροις Τρύφων πανένδοξε.
Δύναμις τοῦ Ὑψίστου, δυνατόν σε ποιεῖται, μακάριε κατὰ τοῦ Δεκίου, βασιλεύσας γὰρ ὁ μιαρός, καὶ μαθῶν τὰ περὶ σοῦ ἐμαίνετο, βουλόμενος κακῶσαί σε. τὸν βοῶντα πάντοτε Κυρίῳ·
Ἀλληλούϊα.
Ἐχῶν ὁ θεοφόρος τὸν τῆς πίστεως ὄλβον ἐδιώκετο ὑπὸ τῶν ἀπίστων, διὰ τοῦτο καὶ ὁ ἄφρων ἡγεμὼν φέρων εἰς ἐξέτασιν τὸν Ἅγιον ἠσχύνετο, ἡμεῖς δὲ μεγαλοφώνως αὐτῷ βοῶμεν·
Χαῖρε, ὁ μάρτυς τῆς ἀληθείας·
Χαῖρε, ὁ ῥήτωρ τῆς εὐσεβείας.
Χαῖρε, χριστονύμων ἀκέστωρ ὁ ἔνθεος·
Χαῖρε, ὀρθοδόξων προστάτης ὁ ἕτοιμος·
Χαῖρε, ὅτι εὐηρέστησας ἐκ νεότητος Θεῷ.
Χαῖρε, ὅτι ἀπεστόμωσας ἡγεμόνα τὸν μωρόν.
Χαῖρε, ὁ ἀριστεύσας κατὰ τοῦ ἀντιπάλου·
Χαῖρε, ὁ καὶ ἀθλήσας ὑπὲρ τοῦ διδασκάλου.
Χαῖρε, Χριστοῦ τῆς πίστεως πρόμαχε·
Χαῖρε, αὐτοῦ τῆς χάριτος μέτοχε.
Χαῖρε, βροτῶν εὐσεβῶν εὐωδία·
Χαῖρε, λαοῦ σου πιστοῦ παῤῥησία.
Χαίροις Τρύφων πανένδοξε.
Ζέων κατὰ τὴν πίστιν ὁ μακάριος Τρύφων αὖθις συμπαρίσταται τῷ τυράννῳ, ὅς τὰ εἴδωλα καταγελῶν, καὶ Χριστὸν, Θεὸν ὁμολογῶν καὶ ἄνθρωπον, τὸν μὲν τύραννον κατήσχυνε, τῷ δὲ Θεῷ ἐβόα·
Ἀλληλούϊα.
Ἢσκησας κακουχίας κρεμασθεὶς ἐπὶ ξύλου, καὶ ὅλος σπαθιζόμενος μάρτυς· πρὸς Χριστὸν γὰρ ἔχων σου τὸν γοῦν, οὐκ ἀσθάνου τὰ ἐπώδυνα ὡς πρόσκαιρα, Τρύφων ἁγιώτατε, διὸ καὶ παρ᾽ ἡμῶν ἀκούεις·
Χαῖρε, ὁ μέγας κατὰ τὸ λέγειν·
Χαῖρε, ὁ μείζων κατὰ τὸ πράττειν.
Χαῖρε, τοῦ δεινοῦ τυράννου ὁ ἔλεγχος·
Χαῖρε, τοῦ Χριστοῦ στρατιώτης ὁ γνήσιος.
Χαῖρε, ὅτι μεμακάρισαι ὑπομείναςσπαθισμούς·
Χαῖρε, ὅτι δεδικαίωσαι μάρτυς γεγονὼς Χριστοῦ.
Χαῖρε, ὁ ὑπομείνας τὰ δεινὰ μέχρι τέλους·
Χαῖρε, ὁ διασώσας τὰς βασάνους γενγαίως.
Χαῖρε, ἡμῶν ἀκέστορ καὶ πρόμαχε·
Χαῖρε, πάντων προστάτα καὶ κάτοχε.
Χαῖρε, δι᾽ οὗ οἱ νοσοῦντες ὀρθοῦνται·
Χαῖρε, δι᾽ οὗ οἱ πιστοὶ εὐωδοῦνται.
Χαίροις Τρύφων πανένδοξε.
Θέλων ἐδιηγήθῃ, ὁ θαυμάσιος Τρύφων θεῶν τὴν ἀθεότητα πᾶσαν, καὶ τὴν Θεανθρώπου Ἰησοῦ Χριστοῦ, θείαν ἐκ Παρθένου σάρκωσιν, καὶ τῶν μυστηρίων πάντων τὴν ἀνάπτυξιν, καὶ αὐτῷ ἐβόα·
Ἀλληλούϊα.
Ἴδόν σε κοπιῶντα οἱ χοροὶ τῶν Ἀγγέλων, τὸν μάρτυρα Χριστοῦ τὸν γενναῖον, καὶ συνήδοντο τῇ σῇ ὑπομονῇ καὶ τῇ πρὸς τὸν Κύριον ἐλπίδι μακάριε· ὅθεν καὶ ἐβόων σοι ὡς καὶ ἡμεῖς τοιαῦτα·
Χαῖρε, ἰσότιμε τῶν ἀγγέλων·
Χαῖρε, ὁμότιμε τῶν μαρτύρων.
Χαῖρε, ὁ ἐνέγκας δεινὰ κολαστήρια·
Χαῖρε, ὁ βαστάσας τῆς νίκης τὰ τρόπαια.
Χαῖρε, ὅτι πόνους ἔφερες γυμνοὺς πόδας βηματῶν·
Χαῖρε, ὅτι τούτους ἔσχηκάς τε δεινῶς πληγωμένους.
Χαῖρε, ὁ χαριτώσας σεαυτὸν διὰ πόνων·
Χαῖρε, ὁ μεγαλύνας τὸν Δεσπότην τῶν ὅλων.
Χαῖρε, ὅτι Σιὼν τῆς ἄνω τέτευχας·
Χαῖρε, ὅτι Χριστοῦ τε δόξης ἔτυχες.
Χαῖρε, ὁ νοῦς ὁ ὀρθῶς προνοήσας·
Χαῖρε, ὁ γνοὺς τὸ καλὸν καὶ ποιήσας.
Χαίροις Τρύφων πανένδοξε.
Κἤρυκες πρὸς τὸν Κτίστην, σοῦ γεγόνασιν ἦλοι, οἱ πόδας σου δεινῶς ἐμπηχθέντες, Τρύφων, ἀθλητὰ τοῦ Ἰησοῦ, μεθ᾽ ὧν ἔτρεχες συρόμενος μακάριε, καὶ πρὸς τὰ ἄνω ἀτενίζων καὶ τερπόμενος, ἐβόας ἐκ ψυχῆς το·
Ἀλληλούϊα.
Λόγος οὐχ ἱκανοῖ σοι, τοῦ εἰπεῖν κατ’ἀξίαν τὴν σὴν ὑπομονὴν καὶ ἀνδρείαν, ῥέον γὰρ τὸ αἷμά σου δεινῶς Μάρτυς ἐκ τῶν σῶν ποδῶν, συρόμενος βίᾳ τε ἐπὶ τῆς λεωφόρου θεοδόξαστε, ἀκούεις παρ᾽ ἡμῶν τοιαῦτα·
Χαῖρε, τερπνότης ἡ τοῦ Ναοῦ σου·
Χαῖρε, σεμνότης ἡ τῆς μορφῆς σου.
Χαῖρε, τῆς σῆς μνήμης ἡ δόξα ἡ ἄφατος·
Χαῖρε, τῆς σῆς κάρας ὀσμή τε ἡ ἄῤῥητος.
Χαῖρε, ὅτι σκέπεις ἅπαντας τοὺς τιμῶντάς σε καλῶς·
Χαῖρε, ὅτι χαίρεις πάντοτε τῷ Χριστῷ στεφηφορῶν.
Χαῖρε, ὁ διασώσας σῷον τὸ κατ᾽ εἰκόνα·
Χαῖρε, ὁ ἁγιάσας σοῦ τὴν πάτριον χθόνα.
Χαῖρε, ὁ δοὺς σαυτὸν πρὸς τὰ βάσανα·
Χαῖρε, ὁ νῦν ἑστὼς εἰς τὰ πάντερπνα.
Χαῖρε, δι᾽ οὗ οἱ ἐν σοὶ περαιοῦνται·
Χαῖρε, δι᾽ οὗ οἱ ἐχθροὶ ἐκπορθοῦνται.
Χαίροις Τρύφων πανένδοξε.
Μείνας ἐν ταῖς βασάνοις, ὁ μακάριος Τρύφων, ἐδοξάζετο ἐν Κυρίῳ, τὰς γὰρ χεῖρας τὰς αὑτοῦ δεθείς, μαστιγοῦται καὶ λαμπάσι καίεται, καὶ ταῦτα πάσχων οὐκ ἐπαύσατο βοῶν τῷ ἐν ὑψίστοις·
Ἀλληλούϊα.
Νέος ὑπάρχων ἔτι πρὸς βασάνους ἐδόθης, Χριστοῦ χάριν γνῃσιώτατε Τρύφων, διὰ τοῦτο καὶ ἐξ οὐρανοῦ, λάμψις σοι κατῆλθε μάρτυς ἔνδοξε, διὸ οἱ θεωροῦντές σε, ἐβόων σοι τοιαῦτα·
Χαῖρε, ὁ νέος κατὰ τὸ σῶμα·
Χαῖρε, ὁ πρεσβύτης κατὰ τὸ πνεῦμα.
Χαῖρε, ὁ τυχὼν μαρτυρίου μεθέξεως·
Χαῖρε, ὁ ἑστὼς τῆς Ἀγγέλων στάσεως.
Χαῖρε, ὅτι λάμψις ἦλθέ σοι οὐρανόθεν ὡς εἰκός·
Χαῖρε, ὅτι χάριν εἴληφας ἄνωθεν πραγματικῶς.
Χαῖρε, ὅτι κατεστέφθης ἔτι ὧν ἐν βασάνοις·
Χαῖρε, ὅτι μετετέθης πρὸς τὰ ἄνω ὡς μάρτυς.
Χαῖρε, οὐκοῦν πατρίδος ἀγλάϊσμα·
Χαῖρε, λοιπὸν Ναοῦ σου ὡράϊσμα.
Χαῖρε, δι᾽ οὗ ἡ πατρίς σοῦ χορεύει·
Χαῖρε, δι᾽ οὗ ὁ Ναός σου συγχαίρει.
Χαίροις Τρύφων πανένδοξε.
Ξένα ὅλως ὑπάρχει, τὰ ἐν σοὶ τελεσθέντα καὶ λίαν τε παράδοξα πάντα Τρύφων μεγάλαθλε τοῦ Χριστοῦ, καὶ τοῖς μὲν ἀπίστοις φόβον δίδως καὶ ὀργήν, τοὺς δὲ πιστοὺς προτρέπεις τοῦ βοᾶν το·
Ἀλληλούϊα.
Ὄλως ἐξουθενήσας αὖθις τοὺς ψευδωνύμους θεοὺς ὁ ἁγιώτατος Τρύφῶν, σπαθίζεται καὶ πάλι ἀφειδῶς, καὶ φρουρᾷ τηρεῖται ὡς κατάκριτος, καὶ ὑπ᾽ αὐτῶν μὲν οὕτως ἔπαθεν, ὑπὸ δὲ ἡμῶν ἀκούει·
Χαῖρε, προστάτα καὶ φύλαξ ἡμῶν·
Χαῖρε, Χριστοῦ ὁ πλήρης χαρίτων.
Χαῖρε, Ἀναργύρων ἁγίων ὁ ὅρχαμος·
Χαῖρε, ἀθλοφόρων Ἁγίων ὁ μέγιστος.
Χαῖρε, ὅτι σὺ ἐνίκηκας τοῦ τυράννου τὴν ὀφρύν·
Χαῖρε, ὅτι σὺ πεπάτηκας τῶν ἀθέων τὴν βουλήν.
Χαῖρε, ὁ διαῤῥήξας τοῦ ἐχθροῦ τὰς πλεκτάνας·
Χαῖρε, ὁ κατατήξας τῶν παθῶν τὰς ἐφόδους.
Χαῖρε, πιστοῦ λαοῦ σοῦ τὸ καύχημα·
Χαῖρε, τοῦ σοῦ Ναοῦ τὸ ἐντρύφημα.
Χαῖρε, δι᾽ οὗ οἱ πιστοὶ εὐοδοῦνται·
Χαῖρε, δι᾽ οὗ οἱ νωθροὶ ἀνυψοῦνται.
Χαίροις Τρύφων πανένδοξε.
Πέπαυται ὁ παράφρων, τοῦ λοιποῦ βασανίζειν, Χριστοῦ τὸν ἀδαμάντινον στύλον, Τρύφωνα φημὶ τὸν θαυμαστόν, ὃς ὑπὲρ Χριστοῦ ἡγίασται, καὶ χαίρων σὺν τοῖς μάρτυσιν ἐν οὐρανοῖς, βοᾷ τῷ ἐν ὑψίστοις·
Ἀλληλούϊα.
‘Ρήτωρ καὶ θεολόγος καὶ ἀήττητος μάρτυς ἐφάνης ἁγιώτατε Τρύφων, ὁ δὲ τύραννος τελείως ἡττηθείς, κατὰ σοῦ ποιεῖται τὴν ἀπόφασιν, μὴ βουλόμενος ὁ ἄθλιος, βοᾶν σοι μεθ᾽ ἡμῶν τοιαῦτα·
Χαῖρε, μακάριε μακαρίων·
Χαῖρε, σεβάσμιε σεβασμίων.
Χαῖρε, τῆς Τριάδος μάρτυς ὁ ἔνδοξος·
Χαῖρε, σῆς πατρίδος ὁ φύλαξ ὁ ἄγρυπνος.
Χαῖρε, μάρτυς ἁγιώτατε, καὶ μαρτύρων καλλονή·
Χαῖρε, ὄντως ὑπερθαύμαστε καὶ λαοῦ σοῦ ἡ τρυφή.
Χαῖρε, ὁ ὑπομείνας μέχρι τέλους βασάνους·
Χαῖρε, ὁ ἀξιώσας σεαυτὸν πρὸς τὰ ἄνω.
Χαῖρε, δι᾽ οὗ εἰσήχθη εὐσέβεια·
Χαῖρε, δι᾽ οὗ ἐσβέσθη ἀσέβεια.
Χαῖρε, δι᾽ οὗ ὁ Θεὸς ἐδοξάσθη·
Χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς κατῃσχήνθῃ.
Χαίροις Τρύφων πανένδοξε.
Σὥζε σαῖς ἱκεσίαις, τοὺς τὴν μνήμην σου μάκαρ, τιμῶντας τὴν ἐτήσιον Μάρτυς καὶ τοὺς τῷ σεπτῷ σου εὐλαβῶς, εἰσιόντας οἴκῳ καὶ ἐμμένοντας, καὶ τῇ αὐτῇ σου προσπελάζοντας εἰκόνι, καὶ βοῶντας·
Ἀλληλούϊα.
Τεἶνας ὁ θεῖος Τρύφων, εἰς τὰ ἄνω τὸ ὄμμα, Θεῷ τε προσευχήθῃ τῷ μόνῳ καὶ προσευχηθεὶς ὑπὲρ ἡμῶν, προσεκύνησε τῶν ἁπάντων Κύριον, διὸ καὶ παρ᾽ ἡμῶν καὶ ἐκ πάντων ἀκούει τοιαῦτα·
Χαῖρε, ὁ μύστης Θεοῦ τοῦ Λόγου·
Χαῖρε, ὁ μάρτυς Θεοῦ τοῦ μόνου.
Χαῖρε, τῶν πιστῶν ὀθροδόξων ἐντρύφημα·
Χαῖρε, ἡμῶν τῶν οἰκετῶν σοὺ τὸ καύχημα.
Χαῖρε, ὅτι χάριν εἴληφας τοῦ ἰᾶσθαι τοὺς πιστούς·
Χαῖρε, ὅτι μέσον ἵστασαι τοῦ μαρτυρικοῦ χοροῦ.
Χαῖρε, ὁ εὐεργέτης τε ἡμῶν καὶ προστάτης·
Χαῖρε, ὁ παρακλήτωρ παντὸς καὶ ὁ μεσίτης.
Χαῖρε, σοφὲ σοφῶν τε ὑπέρτερε·
Χαῖρε, κλεινὲ κλεινῶν τε ἀνώτερε.
Χαῖρε, δι’ οὗ ὁ Ναός σου κοσμεῖται·
Χαῖρε, δι᾽ οὗ ὁ Χριοτὸς προσκυνεῖται.
Χαίροις Τρύφων πανένδοξε.
‘Ύπνωσας ἐν Κυρίῳ παμμακάριστε Τρύφων, καὶ ἔδωκας Αὐτῷ σοῦ τὸ πνεῦμα, οὐ γὰρ ἥψατό σου σίδηρος σοφέ, ἀλλ᾽ ἐν εἰρήνῃ τοῦτο τῷ σῷ Κτίστῃ παραδέδωκας, βοῶν πρὸς Αὐτὸν το·
Ἀλληλούϊα.
Φἐροντές σου ἐντίμως, τὸ πανάγιον σκῆνος εἰς γῆν σοῦ τὴν πατρῴαν τρισμάκαρ, ἐνεταφίασαν αὐτὸ ἐκεῖ, ἄπειρα τελοῦν θαυμάσια, τοῖς αὐτῷ ἐν πίστει προσπελάζουσι, καὶ βοῶσι τρανῶς τοιαῦτα·
Χαῖρε, ὁ δόξης δεδοξασμένος·
Χαῖρε, ὁ χάριτος πεπλησμένος.
Χαῖρε, ὁ δοξάσας Θεὸν ἐν τοῖς ἔργοις σου·
Χαῖρε, ὁ αἰσχύνας ἐχθρὸν ἐν τοῖς λόγοις σου.
Χαῖρε, ὅτι σὺ ἐβάστασας τὸν ζυγὸν τὸν τοῦ Χριστοῦ·
Χαῖρε, ὅτι καὶ ἐδίδαξας τὸν λαὸν τὸν τοῦ Θεοῦ.
Χαῖρε, ὁ θανατώσας τῆς σαρκός σοῦ τὰ πάθη·
Χαῖρε, ὁ καὶ νικήσας τὸν ἐχθρόν σου ἐν πάλῃ.
Χαῖρε, οὐκοῦν μαρτύρων σεβάσμιε·
Χαῖρε, λοιπὸν ἁγίων μακάριε.
Χαῖρε, δι᾽ οὗ οἱ ἐν σοὶ εὐοδοῦνται·
Χαῖρε, δι᾽ οὗ οἱ πιστοὶ στερεοῦνται.
Χαίροις Τρύφων πανένδοξε.
Χάριν εἴληφας μάκαρ, τοῦ ἰᾶσθαι τὰ πάθῃ, ψυχῶν καὶ τῶν σωμάτων τε Τρύφων, μαρτυρήσας γὰρ ὑπὲρ Χριστοῦ, ἐν παντὶ τῷ κόσμῳ τεθαυμάστωσαι, καὶ νῦν βραβεύεις τοὺς τιμῶντάς σε, καὶ τῷ Θεῷ κραυγάζοντας·
Ἀλληλούϊα.
Ψαὔοντες σῆς εἰκόνος καὶ τῆς θείας σου Κάρας, τὴν χάριν ἐξ αὐτῶν ἀπαντλοῦμεν, Τρύφων ἀθλητὰ τοῦ Χριστοῦ, καὶ χαρᾶς πλησθέντες καὶ τερπνότητος, οἱ ἐν τῷ Ναῷ σοῦ οἶκισταί, σοὶ πάντες λέγομεν·
Χαῖρε, Ναοῦ σοῦ ὁ κοσμιοῦχος·
Χαῖρε, Μονῆς σου ὁ πολιοῦχος.
Χαῖρε, φοιτητῶν σοῦ ὁ μέγας ταξίαρχος·
Χαῖρε, ὑμνητῶν σοῦ ὁ ὄντως ὑπέρμαχος.
Χαῖρε, ὅτι πρέσβυν κέκτηται σε ἡ καθ᾽ ἡμᾶς Μονή·
Χαῖρε, ὅτι σοὶ προσπίπτομεν οἱ μογάζοντες αὐτῇ.
Χαῖρε, ἡμῶν μεσίτα μετὰ τὴν Θεοτόκον·
Χαῖρε, ἡμῶν προστάτα μετὰ τὸν Γεὦργιον.
Χαῖρε, Μονῆς τῆς αὐτῆς σου διάκονε·
Χαῖρε, ἡμῶν τῶν σῶν δούλω σεβάσμιε.
Χαῖρε, δι᾿ οὗ, τὸν Θεὸν δοξάζομεν·
Χαῖρε, δι᾿ οὗ, τῆς Χαρᾶς προνοοῦμεν.
Χαίροις Τρύφων πανένδοξε.
Ὢ, μακάριε Τρύφων, ἀθλητὰ τοῦ Σωτῆρος ἡμῶν, (ἐκ γ΄) μαρτύρων μεγαλάθλων τὸ κλέος, προσδεξάμενος ἡμῶν τὴν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας, καὶ λύτρωσαι κολάσεως, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τοὺς πρὸς Αὐτὸν βοῶντας·
Ἀλληλούϊα.
Καὶ πάλιν εὐθὺς τὸ Κοντάκιον. Τῇ Ὑπερμάχῳ.
Τῶν ἀναργύρων καὶ μαρτύρων εἷς καὶ μέγιστος, ὑπάρχων μάκαρ παῤῥησία τῷ Κυρίῳ σου, ἱκετεύεις ὑπὲρ πάντων τῶν τιμώντων σε· καὶ πιστῶς ἀσπαζομένων τὸ ὁμοίωμα, τῆς μορφῆς σου καὶ τὴν Κάραν τὴν ἁγίαν σου, πόθῳ κράζοντας· Χαίροις Τρύφων πανένδοξε.

Βυτίνα, Παλλήνη, Νέα Λάμψακος
1 Φεβρουαρίου
Τρυφὴν τὴν ἀκήρατον, ἰχνηλατῶν ἐκ παιδός, βασάνους ὑπήνεγκας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ ἤθλησας ἄριστα ὅθεν τὴν τῶν θαυμάτων, κομισάμενος χάριν, λύτρωσαι πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, Τρύφων Μεγαλομάρτυς, τοὺς σὲ μακαρίζοντας.
Ἡ Κάρα στή Μονή Ξενοφῶντος Ἁγίου Ὄρους.
Μέρη Κάρας στή Μητρόπολη Ἄρτης καί τίς Μονές Μεγ. Σπηλαίου Καλαβρύτων καί Ζωοδόχου Πηγῆς Ἄνδρου.
Ἡ δεξιά (πλήν τῆς παλάμης) στή Μονή Κωνσταμονίτου Ἁγίου Ὄρους.
Μέρος τῆς δεξιᾶς στή Μονή Βατοπεδίου Ἁγίου Ὄρους.
Ἡ δεξιά παλάμη στή Μονή Προυσοῦ Εὐρυτανίας.
Τεμάχια τῆς δεξιᾶς καί 9 ἄλλα τεμάχια στή Μονή Παντοκράτορος Ἁγίου Ὄρους.
Ἕνας βραχίονας στή Μονή Φρασινέϊ Ρουμανίας.
Μέρος χειρός στή Μητρόπολη Θηβῶν καί Λεβαδείας.
Μία πτέρνα στή Μονή Διονυσίου Ἁγίου Ὄρους.
Μέρος τοῦ ἀριστεροῦ ποδός στή Μονή Παντελεήμονος Ἁγίου Ὄρους.
Ἀποτμήματα στίς Μονές Κορνοφωλιᾶς Ἔβρου, Γουμένισσας Κιλκίς, ὁσ. Διονυσίου Λιτοχώρου, Θεοτοκιοῦ Ἄρτης, Κορώνας Καρδίτσας, Κοιμ. Θεοτόκου Λιγοβιτσίου Αἰτ/νίας, Ἀμπελακιώτισσας Ναυπακτίας, Σαγματᾶ Βοιωτίας, Πεντέλης Ἀττικῆς, Νταοῦ Πεντέλης, ὁσ. Θεοδοσίου Ἄργους, Χρυσοπηγῆς Δίβρης Ἠλείας, Βουλκάνου Μεσσηνίας, καθώς καί Κουτλουμουσίου, Καρακάλου καί Δοχειαρίου Ἁγίου Ὄρους.
Προστάτης των γεωργών και αμπελουργών