Χερσὶν αὐτοῦ τιμίοις ἐναγκαλισάμενον τὸν τοῦ Θεοῦ Ὑψίστου Λόγον εὐφημήσωμεν καὶ Θεὸν ἐνσαρκωϑέντα, ὡς βρέφος ὕμνοις μελιῤῥύτοις πάντες τεσσαρακονϑήμερον, ἡ Παρϑένος Ὃν ἐν τῷ Ναῷ προσήγαγε, πόϑῳ κράζοντες· Χαίροις, Πρέσβυ Θεόλῃπτε.
Οἱ Οἴκοι.
Ἂρμα τὴν σὴν ἀγκάλην, Συμεὼν Θεοδόχε, πρεσβύτα Ἱερεῦ τοῦ Ὑψίστου, (ἐκ γ΄) ὁ ποιήσας Ἀρχαγγελικήν, ἐν ἧ ἀνεκλήϑῃ ὁ Χριστός, ἄκουσον φωνῆς ἡμῶν ὑμνούντων σε εὐτάκτως καὶ βοώντων οὕτω·
Χαῖρε, Θεοῦ ὁ σεπτὸς Λευΐτης·
χαῖρε, Αὐτοῦ ὁ σοφὸς Προφήτης.
Χαῖρε, τὸν Χριστὸν ἐν ἀγκάλαις δεξάμενος·
χαῖρε, τὸν ἐχϑρὸν μόχϑοι ὁ τροπωσάμενος.
Χαῖρε, μέλαϑρον ὑπέρφωτον ϑεαρέστου ἀγωγῆς·
χαῖρε, εὔοσμον κιννάμωμον ἀσιγήτου προσευχῇς.
Χαῖρε, τὸν Νομοδότην ἐν χερσί σου βαστάσας·
χαῖρε, τὸν Φωτοδότην σαῖς παλάμαις προσψαύσας.
Χαῖρε, σοφίας Θεοῦ τὸ κειμήλιον·
χαῖρε, ἁγίας ψυχῆς ἐντευκτήριον.
Χαῖρε, δικαίων Πατέρων ἀκρότης·
χαῖρε, Ἀγγέλων χορῶν κοσμιότης.
Χαίροις, Πρέσβυ ϑεόλῃπτε.
Βάϑρον χρηστοηϑείας καὶ κρηπὶς εὐσεβείας, Προφήτα Συμεών, ἠξιώϑης πρὸ τοῦ τέλους τῆς σῆς βιοτῆς κατιδεῖν τὸν πάσις Ποιητὴν κτίσεως, Ὃν καὶ χερσὶ δεξάμενος ἐβόησας ἐν κατανύξει·
Ἀλληλούϊα.
Γἕνος ἅπαν μερόπων, Θεοδόχε πρεσβύτα, Προφήτα Συμεών, σὲ γεραίρει, τὸν ἀπόλυσιν παρὰ Θεοῦ τοῦ Ὑψίστου Λόγον τὸν σεπτόν, Ἅγιε, ἐκ πόϑου αἰτησάμενον, κραυγάζον σοι ἀξιοχρέως·
Χαῖρε, σεβάσμιε Θεοδόχε·
χαῖρε, ϑειότατε βρεφοδόχε.
Χαῖρε, ὁ ἰδὼν τοῦ Θεοῦ τὸ σωτήριον·
χαῖρε, ὁ λαβὼν ἐν χερσί σου τὸν Ὕψιστον.
Χαῖρε, εὖχος πολυτίμητον Ἐκκλησίας τῆς Σιών·
χαῖρε, ἄστρον πταμφαέστατον Βασιλείας Οὐρανῶν.
Χαῖρε, ὅτι ἐδείχϑης Προφητῶν ὡραιότης·
χαῖρε, ὅτι ὑπάρχεις Χριστωνύμων φαιδρότης.
Χαῖρε, Θεοῦ ἐν πόλῳ ὁ συναυλός·
χαῖρε, Αὐτοῦ τῆς δόξης συμμέτοχος.
Χαῖρε, πυξίον σεμνῶν Ἱερέων·
χαῖρε, ταμεῖον συνέσεως ϑεῖον.
Χαίροις, Πρέσβυ ϑεόληπτε.
Δεῦτε Θεοῦ τὸν Λόγον καὶ τοῦ νόμου Δεσπότην σεμνῶς ὑποδεξάμενος πάντες ταῖς ἀγκάλαις αὐτοῦ, Συμεών, ἀγαϑόν, λευΐτην, γηραιόν, δίκαιον καὶ ϑαυμαστὸν τιμήσωμεν κραυγάζοντες ἐν εὐλαβείᾳ·
Ἀλληλούϊα.
Ἒδραμες, Θεοδόχε. ὑποδέξασθαι Κτίστην Ναοῦ ἐν πανιέρῳ εἰσόδῳ, Ὃν ἐβάσταζεν ἡ Μαριὰμ ἐν αὐτῆς ἀγκάλαις νεογνόν, Ἅγιε, ὡς τεσσαρακονϑήμερον· διό σοι, Συμεών, βοῶμεν·
Χαῖρε, ὁ γέρων Θεοῦ Λευΐτης·
χαῖρε ὁ ἄκμων Αὐτοῦ ἀγάπης.
Χαῖρε, Προφητῶν ὁ ϑειότατος πρόβολος·
χαῖρε, εὐσεβῶν ῥύστης ὁ ἑτοιμότατος.
Χαῖρε, ἄνερ ἀγγελόβιε ἐκ νεότητος τῆς σῆς·
χαῖρε, Πάτερ ϑεοφρούρητε, δὰς ἀμέμπτου ἀγωγῆς.
Χαῖρε, ὁ εὐλογήσας τὸν εὐλογήσαντά σε·
χαῖρε, χερσὶ βαστάσας τὸν ἁγιάσαντά σε.
Χαῖρε, Ναοῦ Ὑψίστου ὁ ἔνοικος·
χαῖρε, χοροῦ Ἁγίων ὁ σύνοικος.
Χαῖρε, εἰκὼν καϑαρᾶς πολιτείας·
χαῖρε, λειμὼν προσευχῆς καὶ ἁγνείας.
Χαίροις, Πρέσβυ ϑεόληπτε.
Ζῆλον ἔσχες πρεσβύτα Συμεών, τοῦ Ὑψίστου σωτήριον ἰδεῖν πρὸ τοῦ τέλους ἐπὶ γῆς σῆς προσκαίρου ζωῆς· διὸ καὶ ἐφετοῦ ὥσπερ ἐπέτυχες ἡτήσω τὴν ἀπόλυσιν κραυγάζων ἐκ ψυχῆς μυχίων·
Ἀλληλούϊα.
Ἢδυσμα εὐσεβείας, Συμεών, τὴν πικρίαν ὁ λύων τῆς ἡμῶν ἀσεβείας, καϑυπόδειξον δρόμον ἡμῖν πρὸς τὴν σωτηρίαν ἀκλινῶς ἄγουσαν χερσί σου ϑεοδέγμοσι καὶ ἄκουσον ἡμῶν βοώντων·
Χαῖρε, τὸν Ὕψιστον ὁ βαστάσας·
χαῖρε, τὸν ἔχϑιστον ὁ συντρίψας.
Χαῖρε, μετελϑὼν πολιτείαν ϑεάρεστον·
χαῖρε, ὁ δραμὼν πρὸς χαρὰν ἀδιάλειπτον.
Χαῖρε, γέρας καὶ ὡράϊσμα Ἱερέων εὐλαβῶν·
χαῖρε, σέλας καὶ ἀμάρυγμα ϑεοφώτων Προφητῶν.
Χαῖρε, Νήπιον φέρων Ἰησοῦν ἐν ἀγκάλαις·
χαῖρε, Κύριον πάντων ὁ κρατῶν ἐν παλάμαις.
Χαῖρε, λαμπὰς Χριστοῦ ϑεία πίστεως·
χαῖρε, ἰκμὰς Αὐτοῦ ἀγαπήσεως.
Χαῖρε, ἡμῶν πρὸς Θεὸς ὁδοδείκτης·
χαῖρε, πιστῶν ἀκλινὴς παραστάτῃς.
Χαίροις, Πρέσβυ ϑεόλῃπτε.
Θἐσπις καὶ ϑεοδέγμων, Συμεὼν μάκαρ, ὥφϑης βαστάσας Ἰησοῦν ἐν ἀγκάλαις πάσις κτίσεως τὸν Πλαστουργόν, Ὃν ἀεὶ δυσώπει δοῦναι ἱκέταις σου ἰσχὺν ἄμφω καὶ δύναμιν τοῖς ψάλλουσιν ἐν εὐλαβείᾳ·
Ἀλληλούϊα.
Ἲασμος μυροβόλος, Συμεὼν ϑεηγόρε, ὑπάρχεις τῆς Χριστοῦ Ἐκκλησίας κατευφράνας ὀδμαῖς ἀκραινφνοῦς βιοτῆς σου, μάκαρ, καὶ πολλῆς χάριτος τοὺς πίστει ἀνυμνοῦντάς σε καὶ ὕμνοις μελιχροῖς βοώντας·
Χαῖρε, πιστῶν ὁ εὐφραίνων πλήϑη·
χαῖρε, ἡμῶν ἐκμειῶν τὰ πάϑη.
Χαῖρε, θεοδρόμος ἀστὴρ ἀγαϑότιητος·
χαῖρε, ϑεοδείκτης πιστῶν ἀπλανέστατος.
Χαῖρε, Φῶς ἀποκαλύψεως τῶν ἐθνῶν ὁ κατιδών·
χαῖρε, φέγγος ὁμηγύρεως εὐσεβῶν Χριστιανῶν.
Χαῖρε, τῆς Καταμόνας Μάνδρας ϑεῖος προστάτῃς·
χαῖρε, τῆς Ἐκκλησίας ἐκ κινδύνων ὁ ῥύστης.
Χαῖρε, ἀνὴρ ϑεόφρον καὶ δίκαιος·
χαῖρε, πρηστὴρ τοῦ πλάνου ἀλάστορος.
Χαῖρε, πυρφόρον τοῦ Πνεύματος ἄστρον·
χαῖρε, ὡραῖον τῆς χάριτος ἄνϑος.
Χαίροις, Πρέσβυ ϑεόλῃπτε.
Κύριον Διαϑήκπς Παλαιᾶς τε καὶ Νέας ἐδέξω ἐν σεπταῖς σου ἀγκάλαις, εὐλαβὲς καὶ σεπτὲ Συμεών, Ἱερεῦ Ὑψίστου, Προφητῶν καύχημα καὶ τῶν δικαίων σέμνωμα, ὁ ψάλλων τῷ Θεῷ ἀπαύστως·
Ἀλληλούϊα.
Λἄμπτων τῆς ἀρετῆς σου ἀστραπταῖς καὶ ἀκτῖσι τῆς σῆς θεοφιλοῦς πολιτείας ἠξιώϑῃς ἰδεῖν, Συμεών, τοῦ Φωτὸς τὸν δότην νεογνὸν βρότειον καϑάπερ βασταζόμενον χερσὶν αὐτοῦ Μητρὸς βοώσης·
Χαῖρε, τὸ σέλας χρηστοηϑείας·
χαῖρε, τὸ κέρας τῆς εὐσεβείας.
Χαῖρε, φωταυγὲς Ἱερεὺς τοῦ Παντάνακτος·
χαῖρε, ϑεαυγὸς ὑπποφήτα τοῦ Πνεύματος.
Χαῖρε, ἤμαρ χρυσοπόρφυρον ϑεοφθόγγων Προφητῶν·
χαῖρε, ἔαρ εὐωδέστατον προστασίας τῶν βρεφῶν.
Χαῖρε, πρόσψαυσις ϑεία τοῦ ἐξ ὕψους ἐλϑόντος·
χαῖρε, στήριξις πάντων χαλεπῶς τῶν καμνόντων.
Χαῖρε, φανὸς Χριστοῦ ἀγαπήσεως·
χαῖρε, σκπηπτὸς ἐχϑίστου κακότητος.
Χαῖρε, τοῦ Κτίσαντος ἱερομύστης·
χαῖρε, τοῦ Πνεύματος χάριτος δότης·
Χαίροις, Πρέσβυ ϑεόλῃπτε.
Μνήμην σου τὴν ἁγίαν, Συμεών, καὶ φωσφόρον τελοῦντες οἱ πιστοὶ γεγηϑότες ἀρυόμεϑα χάριν πολλήν, πρὸς Χριστὸν ἣν ἔχεις, Ἱερεῦ ὅσιε, καὶ ὕμνους ἀναμέλπομεν αὐτῷ περιχαρῶς βοῶντες·
Ἀλληλούϊα.
Νάματα ἰαμάτων, Συμεών, ἀναβλύζει ὁ τάφος ὁ σεπτός σου ἐν Μάνδρᾳ. Καταμόνας, ἧς πέλεις φρουρὸς καὶ προστάτηε, πᾶσι τοῖς αὐτῷ σπεύδουσιν ὡς φρέαρ ἀκεσώδυνον· διό σοι ἐκβοῶμεν πίστει·
Χαῖρε, Προφήτα σημειοφόρε·
χαῖρε, πρεσβύτα ϑαυματοφόρε.
Χαῖρε, Καταμόνας Μονῆς ϑεῖε ἔφορε·
χαῖρε, εὐσεβείας πυρσὲ ϑεοφώτιστε.
Χαῖρε, ὅτι καϑηγίασε σαῖς ἀγκάλαις ὁ Χριστός·
χαῖρε, ὅτι κατεκάλλυνε βίον σου Θεοῦ Υἱός.
Χαῖρε, ὁ τῶν νηπίων καὶ βρεφῶν ἀντιλήπτωρ·
χαῖρε, τῶν εὐσεβούντων ἐν δεινοῖς παρακλήτωρ.
Χαῖρε, ἡϑῶν ἀμέμπτων ϑησαύρισμα·
χαῖρε, σοφῶν Πατέρων ἐκσφράγισμα.
Χαῖρε, ὁ ὄντως κεχαριτωμένος·
χαῖρε, ὁ γέρων Λευΐτης ὁ θεῖος·
Χαίροις, Πρέσβυ ϑεόληπτε.
Ξύλου ἐπαπολαύεις τῆς ζωῆς ἐν τῷ πόλῳ, ἐν ᾧπερ συναυλίζῃ Ἀγγέλοις φωτομόρφοις, σεπτὲ Συμεών, ὧς χαρίτων ξύλον ὄντως ϑεόφυτον καρπὸν παράγων ἥδιστον λιτῶν ὑπὲρ πιστῶν βοώντων·
Ἀλληλούϊα.
Ὂρχαμε ἱερέων, Συμεών, τοῦ Ὑψίστου, Χριστὸν ὁ ἐν χερσί σου βαστάσας, κράτει οἵακας πάντων ἡμῶν τῶν χειρῶν καὶ σϑένει σῶν εὐχῶν ἴϑυνον πρὸς ὅρμον ἀκλυδώνιστον ναυτίλους τῆς ζωῆς βοώντας·
Χαῖρε, τὸ κέρας ἱερωσύνης·
χαῖρε, τὸ σέλας τῆς σωφροσύνῃς.
Χαῖρε, Λευϊτῶν θεοφόρων ἀπάνϑισμα·
χαῖρε, εὐσεβῶν ἐν κινδύνοις διάσωσμα.
Χαῖρε, Φῶς ἀποκαλύψεως ὅτι εἶδες τῶν ἐθνῶν·
χαῖρε, ὅτι πάσης κτίσεως ἐϑεάσω Πλαστουργόν.
Χαῖρε, ὁ ταμιοῦχος οὐρανίων χαρίτων·
χαῖρε, ὁ λαμπταδοῦχος τῶν ἐν πόλῳ δωμάτων.
Χαῖρε, φρουρὸς νηπίων ἀνύστακτος·
χαῖρε, σεμνὸς πρεσβύτης καὶ δίκαιος.
Χαῖρε, Μονῆς τῆς ϑείας σου ἔρεισμα·
χαῖρε, ἐμῆς καρδίας τὸ στήριγμα.
Χαίροις, Πρέσβυ ϑεόλῃπτε.
Πνεύματος τοῦ Ἁγίου προσδεχόμενος χάριν ϑανὴν τοῦ σοῦ σαρκίου οὐκ εἶδες πρὶν ἢ ἴδης Χριστόν, Συμεών, εὐλαβὲς Λευΐτα, σῶφρον καὶ δίκαιε· διό σε μακαρίζοντες βοῶμεν τῷ Θεῷ τῶν ὅλων·
Ἀλληλούϊα.
‘Ρείϑροις σῆς εὐλογίας καϑαγίασον πάντας τιμώντας, Συμεών, τὴν σὴν μνήμην καὶ ὑμνοῦντάς σου ὡς τοῦ Θεοῦ κόλπτων τῶν πανσέσττων ϑείαν προτύπωσιν ἀγκάλην τήν ὑπέρτιμον καὶ πτόϑῳ ἱερῷ βοώντας·
Χαῖρε, νεφέλῃ Σιὼν ἁγία·
χαῖρε, ἀγκάλῃς Χριστοῦ ὀλβία.
Χαῖρε, Θεανθρώπου Σωτῆρος εὐλόγησις·
χαῖρε, τοῦ Ὑψίστου τοῦ Λόγου ἡ πρόσψαυσις.
Χαῖρε, τρέμων ὁ δεξάμενος ἐν ἀγκάλαις σου Χριστόν·
χαῖρε, σκέπων καὶ ῥυόμενος σοὺς ἱκέτας ἐκ παϑῶν.
Χαῖρε, ὁ ἁγιάζων εὐσεβῶν τὰς χορείας·
χαῖρε, ὁ ἐξαρπάζων πάντας πλάνου μανίας.
Χαῖρε, βρεφῶν νοσούντων τὸ ἴαμα·
χαῖρε, σεμνῶν πατέρων ἀκρώρεια.
Χαῖρε, ταχὺς ἀρωγὸς ἐπιτόκων·
χαῖρε, γλυκὺς βοηϑὸς τῶν βοώντων·
Χαίροις, Πρέσβυ ϑεόληπτε.
Σέλας θεοσεβείας, Συμεών, ἀστραπαῖς σου παμφώτοις, Θεοδόχε Προφήτα, ἀρετῶν εἰς αἰῶνας πιστῶν καταυγάζει δήμους καὶ παϑῶν ζόφωσιν σκεδάζεις τὴν κατώδυνον τῶν ἄσμασι φαιδροῖς βοώντων·
Ἀλληλούϊα.
Τρίβον τῆς σωτηρίας, Συμεών, διανύσας ἐν γήρᾳ ἠξιώϑης βαστᾶσαι τὸ σωτήριον ὄντως Θεοῦ καὶ Θεὸν Σωτῆρα χοϊκῶν τάγματος, Ὃν εὐλαβῶς δοξάζοντες βοῶμέν σοι φωναῖς αἰσίαις·
Χαῖρε, μολπὶν Ἰσραΐλ ἁγία·
χαῖρε, φωνὰν Προφητῶν τιμία.
Χαῖρε, γηρεῶν Ἱερέων ἐγκαύχησις·
χαῖρε, ϑεαυγῶν προφητῶν ὑποτύτπωσις.
Χαῖρε, Κύριον Θεάνϑρωπον εἰς Ναὸν εἰσαγαγών·
χαῖρε, κόσμου τὸ σωτήριον πρὸ σοῦ τέλους κατιδών.
Χαῖρε, σάλπιγξ Κυρίου παιανίζουσα αἴγλην·
χαῖρε, σῦριγξ Ὑψίστου ἡ αἰνοῦσα εἰρήνην.
Χαῖρε, Χριστοῦ ψαλτήριον εὔηχον·
χαῖρε, ἐχϑροῦ δεινὸν ὀλετήριον.
Χαῖρε, λαοῦ εὐλαβοῦς ἐπομβρία·
χαῖρε, Χριστοῦ παρουσίας κασία.
Χαίροις, Πρέσβυ ϑεόλῃπτε.
Ὓψους ἐκ παναῤῥήτου, Συμεών, ϑείας δόξῃς ἐπόπτευε τοὺς σὲ μελωδοῦντας καὶ ψαλμοῖς εὐφημοῦντας φαιδροῖς σου τὴν ϑείαν μνήμην τὴν σετητήν, πάνσοφε Προφήτα, καὶ ἁγίαζε τοὺς κράζοντας ἐν κατανύξει·
Ἀλληλούϊα.
Φώτιζε, ϑεοδόχε Συμεών, προσευχῶν σου αὐγαῖς τοὺς εὐλαβεῖς σου ἱκέτας καὶ πρὸς τρίβους παμφώτους ἡμᾶς καϑοδήγει πάντας βιοτῆς σώφρονος τοὺς ὡς πρεσβύτην δίκαιον τιμῶντάς σε καὶ ἐκβοώντας·
Χαῖρε, ἡ αἴγλη τῆς ἀφϑαρσίας·
χαῖρε, ἀγκάλη τῆς σωτηρίας.
Χαῖρε, Ἱερέων Σιὼν σεμνολόγημα·
χαῖρε, ἀσθενούντων νηπίων τὸ ἴαμα.
Χαῖρε, ἄσυλον ϑησαύρισμα Καταμόνας τῆς Μονῆς·
χαῖρε, πάμφωτον ἀνάκτορον ἰσαγγέλου ἀγωγῆς.
Χαῖρε, τὸ τῆς Παρϑένου ὁ δεξάμενος βρέφος·
χαῖρε, τοῦ Παρακλήτου τηλαυγέστατος φάρος.
Χαῖρε, κηϑάρα καλλίχορδος πίστεως·
χαῖρε, κινύρα θαυμάτων ἁρμόνιος.
Χαῖρε, ἡ ψαῦσις Θεοῦ θείου Λόγου·
χαῖρε, ἡ θραῦσις μανίας τοῦ πλάνου.
Χαίροις, Πρέσβυ ϑεόληπτε.
Χαἴρε, ἐκ τῆς Παρϑένου ὁ λαβὼν τῆς ἀγκάλῃς τὸ βρέφος Ἰησοῦν, ϑεοδόχε Συμεών, καὶ αὐτὸ εἰς Ναὸν Ἱεροσολύμων εὐλαβῶς, Ἅγιε, εἰσαγαγὼν κραυγάζοντες βοῶμεν μελιῤῥύτοις ὕμνοις.
Ἀλληλούϊα.
Ψάλλοντές σε ὡς ϑεῖον, Συμεών, Ἱερέα καὶ σκεῦος οὐρανίων χαρίτων ἐν πολλῇ κατανύξει τῆν σὴν ἀρωγὴν ἐν βίου συμφοραῖς ἅπαντες καὶ συμφοραῖς καὶ ϑλίψεσιν αἰτούμεϑα καὶ σοὶ βοῶμεν·
Χαῖρε, σφραγὶς τῆς Θεοῦ σοφίας·
χαῖρε, βαλβὶς τῆς ϑεολατρείας.
Χαῖρε, Προφητῶν πανοσίων ἀνάδημα·
χαῖρε, εὐσεβῶν ἐν ἀνάγκαις τὸ στήριγμα.
Χαῖρε, Πάτερ, προφητόφϑεγγτον ὁ ἐκφέρων λαλιάν·
χαῖρε, κέαρ πολυέραστον νέμον ἅπασι χαράν.
Χαῖρε, ὁ εὐλογήσας τοῦ Θεοῦ ϑεῖον Λόγον·
χαῖρε, ὁ ἁγιάσας τῇ χειρί σου τὸν κόσμον.
Χαῖρε, πηγὴ χαρίτων ἀκένωτος·
χαῖρε, εὐχὴ πιστῶν ἱκετήριος.
Χαῖρε, Ἀγγέλων συνοίκησις πόλου·
χαῖρε, ἀνθρώπων κατάπαυσις ἄλγους.
Χαίροις, Πρέσβυ ϑεόλῃπτε.
Ὢ Προφήτα ϑεόφρον, Συμεὼν Θεοδόχε, ἀγκάλη ϑεοδέγμον Κυρίου, (ἐκ γ΄) ὁ χαρίτων πλησϑεὶς ϑεῖκῶν, ἐκτενῶς δυσώπει. Ὃν χερσὶ ϑείοις σου ἐβάστασας τοῖς ψάλλουσιν ὀμβρίσαι ὑετὸν ἐλέους·
Ἀλληλούϊα.
Καὶ αὖϑις τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Χερσὶν αὐτοῦ τιμίοις ἐναγκαλισάμενον τὸν τοῦ Θεοῦ Ὑψίστου Λόγον εὐφημήσωμεν καὶ Θεὸν ἐνσαρκωϑέντα, ὡς βρέφος ὕμνοις μελιῤῥύτοις πάντες τεσσαρακονθήμερον, ἡ Παρϑένος Ὅ ἐν τῷ Ναῷ προσήγαγε, πόϑῳ κράζοντες· Χαίροις, Πρέσβυ ϑεόληπτε.
Δίστιχον.
Χαῖρε, Συμεών, σὺν Ἐφραὶμ ἐκβοᾷ σοι τρανῶς,
Πρεσβύτα δίκαιε, Χαραλάμπης.

3 Φεβρουαρίου
Τὸν Ὕπερθεον Λόγον σάρκα γενόμενον, ἐνηγκαλίσω ὡς βρέφος ἐν τῷ Ναῷ τοῦ Θεοῦ, Θεοδόχε Συμεὼν Πρεσβῦτα ἔνδοξε, ὅθεν καὶ Ἄννα ἡ σεπτή, ἀνθομολόγησιν αὐτῶ, προσήγαγεν ὠς Προφήτις, ὅθεν ὑμᾶς εὐφημοῦμεν, οἴα Χριστοῦ θείους θεράποντος.
Μέρος των Ιερών Λειψάνων του Αγίου βρίσκονται στoν ομώνυμο ρωμαιοκαθολικό Ναό της Βενετίας και στo ρωμαιοκαθολικό Ναό Aix La Chapelle Άαχεν Γερμανίας.