Ἦχος γ. Θείας πίστεως.
Σκάμμα ἔνθεον ἐπιποθοῦσα, δόξαν ῥέουσαν ὑπεριδοῦσα, δι ἀσκήσεως ὁσία ἐκλάμψασα, ὡς οὖν Εἰρήνη τυχοῦσα τοῦ πόθου σου, ἐν ὁμονοίᾳ ὑμᾶς διαφύλλαττε, ἀξιάγαστε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Χαίρε, νύμφη Χριστόνυμφε.
Κοντάκιον.
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ στρατηγῷ.
Τῇ Ἡγουμένῃ μοναχῇ τὰ νικητήρια, ἡ λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφει σοι ἡ χώρα σου, Εἰρήνη. Ὅπως ἔχουσα τὸ Γένος ἀπροσμάχητον, ἐκ δολίων καὶ δαιμόνων ἐλευθέρωσον ἵνα κράζωμεν Χαίρε, νύμφη Χριστόνυμφε.
Ἄγγελος ἐπιστάτης, οὐρανόθεν ἐπέμφθης, εἰπεῖν τῇ Εἰρήνῃ τὸ χαῖρε (ἐκ γ ) καὶ σὺν τῇ ἀνεκλάλῳ Σου φωνῇ, αἰωρούμενον Σὲ θεωρῶν, Ἄγγελε, ἐξίστατο καὶ ἥδετο ἀκούειν παρὰ Σοὶ τοιαῦτα
Χαῖρε, δι ἧς ἡ μονὴ αὐγάζει
χαῖρε, δι ἧς ἡ ἀρά στενάζει.
Χαῖρε, τῶν πεσόντων ψυχῶν ἡ ἀνάκλησις
χαῖρε, τῶν δαιμόνων τοῦ σκότους ἡ πάταξις.
Χαῖρε, ὕψος δυσδιάκριτον ἀνθρωπίνοις στοχασμοῖς
χαῖρε, βάθος ἀψηλάφητον ἀπιστούντων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ἠρνήθης βασιλέων καθέδρας
χαῖρε, ὅτι ἐδέξω, τὸν λυτρούμενον πάντας.
Χαῖρε, λαμπὰς φωτίζουσα σκότος
χαῖρε, αὐγὴ ἐμπλέου ἐ- λάμψεως.
Χαῖρε, δι ἧς καταργεῖται ἡ φθίσις
χαῖρε, δι ἧς δυναμοῦται ἡ πίστις
Χαίρε, νύμφη Χριστόνυμφε.
Βλέπουσα ἡ Ὁσία ἑαυτὴν ἀναξίαν, φησὶ τῷ Ἀγγέλῳ θαρσαλέως τὸ λευχεῖμον Σου τῆς στολῆς, ὡς κατευφραῖνόν μου τῇ ψυχῇ φαίνεται ἀῤῥήτων γὰρ νοήσεων τὴν μύησίν πῶς λέγεις, κράζων Ἀλληλούια.
Γνῶσιν ἄγνωστον γνῶναι ἡ Εἰρήνη ζητοῦσα, ἐβόησε πρὸς τὸν λευχειμονούντα Ἐξ ἀπείρων λογισμῶν, ἰόν πῶς ἐστιν ἐξαχθῆναι δυνατόν, λέξον μοι Πρὸς ἢν ἐκεῖνος ἔφησεν ἐνθέως, νῦν προσαύδων οὕτω
Χαῖρε, βουλῆς ἀγαθῆς ἡ μήτηρ χαῖρε, σιγῆς ἀσκουμένων ἡ πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ ἐφύμνιον χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ παλάτιον.
Χαῖρε, τέττιγξ λιγυρόφθογγε, ἡ ὑμνοῦσα τόν Θεὸν
χαῖρε, μοῦσα συναγείρουσα τοὺς ἐκ γῆς πρὸς οὐρανὸν.
Χαῖρε, παρὰ Ἀγγέλου πολυτρόπως ἡγηθεῖσα
χαῖρε, τῶν δαιμόνων τὸ θράσος τηροῦσα.
Χαῖρε, τὸ Φῶς ἀσμένως δοξάσασα
χαῖρε, τὸ πῶς ἰδρῶσιν τιμήσασα.
Χαῖρε, σοφῶν ἡ ὑπερβάλλουσα γνῶσις
χαῖρε, πιστῶν ἡ ἀκατάληπτος φέξις
Χαίρε, νύμφη Χριστόνυμφε.
Δύναμις τοῦ Ἡδίστου, ἐπεκάλυψε τότε πρὸς νύμφευσιν τῇ Εἰρηνωνύμω καὶ τὴν εὔκαρπον ταύτης ψυχήν, ὡς ἀγρὸν ἀνέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θαμίζειν σωτηρίαν, ἐν τῷ ᾄδειν οὕτως Ἀλληλούια.
Ἔχουσα θεοτρόπον ἡ Εἰρήνη, τὸν βίον, ἀνέδραμε πρὸς Ἰωαννίκιον Ὁ δὲ ὅσιος ἐκεῖνος εὐθύς, ἐπιγνῲς τὸν ταύτης ὁρισμόν, ἔ- λεγεν Ὕπαγε τέκνον ὕπαγε, πορεύου πρὸς τὴν Κωνσταντίνου
Χαῖρε, βλαστὲ Καππαδόκων κλῆμα
χαῖρε, καρπὲ ὀρθοδόξων κτῆμα.
Χαῖρε, γεωργέ γεωργοῦσα ἀσκητρίας
χαῖρε, σκηνουργέ αἰωνίους ἐγείρουσα οἰκίας.
Χαῖρε, ἄρουρα γλυκαίνουσα τάς καρδίας τῶν πιστῶν
χαῖρε, τράπεζα χρυσόπεζα φεγγοβόλων γλυκασμῶν.
Χαῖρε, ὅτι νυμφῶνα τῶν ψυχῶν εὐτρεπίζεις
χαῖρε, ὅτι λιμένα ναυαγῶν καταρτίζεις.
Χαῖρε, πιστῶν πρεσβείας θυμίαμα
χαῖρε, μετανοούντων τό στήριγμα.
Χαῖρε, Ταξιαρχῶν ἡ εὐλογία
χαῖρε, ἡ βροτῶν πρὸς Θεὸν ἱκεσία
Χαίρε, νύμφη Χριστόνυμφε.
Ζάλην ἔνδοθεν ἔχων λογισμῶν πονηρῶν, ὁ ἄφρων κοσμικὸς ἐ- πειράχθη, ἔρωτι μανικῶς τετρωθείς, ἐκπληρούμενον δὲ ἔτι ὑπονοῶν, ὁ τάλας τυχῶν τῆς σῆς ἀντιλήψεως, γοερῶς ἔφη Ἀλληλούια.
Ἤκουσαν ἀποροῦντες, Καππαδόκων οἱ δῆμοι, τὴν ἔκπαγλον μορφὴν τῆς Εἰρήνης καὶ τιμῶντες αὐτὴν ὡς Αὐγοῦσταν, ὑμνοῦσιν πλὴν ταύτην ὡς παστοῦ ἔνοικον, ἐν τῇ μονῇ ὁσίως καταλεχθείσαν, ἧν ὁρῶντες εἶπον
Χαῖρε, σεμνὴ τῆς μονῆς Μήτηρ
χαῖρε, αὐλὴ λογικῶν ἀμνάδων.
Χαῖρε, ἀοράτων ἐχθρῶν φυλακτήριον
χαῖρε, παραδείσου μονῶν εἰσιτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συνευφραίνεται τῇ γῇ
χαῖρε, ὅτι τὰ ἐ- πίγεια συμπορεύει οὐρανοῖς.
Χαῖρε, τῶν ἀσκουμένων τὸ ἔκθαμβον πρᾶγμα
χαῖρε, τῶν ταλαιπώρων τὸ ἀτίμητον θαῦμα.
Χαῖρε, σεμνὸν μοναζόντων καύχημα
χαῖρε, τερπνὸν προσκυνητῶν ἄγαλμα.
Χαῖρε, δι ἧς ὁ Ἅδης ἐπικράνθη
χαῖρε, δι ἧς ὁ λαὸς ἐγλυκάνθη
Χαίρε, νύμφη Χριστόνυμφε.
Θεοδρόμον μητέρα, ἐξελέξαντες πάντες, εὐσεβῶς ὑπετάχθησαν γνώμῃ καὶ ἀσμένως ποιοῦντες εὐχάς, τῷ Θεῷ ηὐρέστουν κραταιῶς πάραυτα καὶ βία τῷ βίῳ θήσαντες, ἐθάῤῥησαν οὕτω βοῶντες Ἀλληλούια.
Ἲδον κόραι παρθέναι, ἐν χερσὶ τῆς Εἰρήνης, τριάδα μήλων ἐ- χούσης θείων παραδείσου ὡς δῶρα κλυτά, νοοῦντες ἀγλαὰ ἒκραζον συντόνως βοῶσαι, καὶ γουνοῦσθαι τῇ καθηγουμένῃ
Χαῖρε, ἀστέρος ἀδύτου νύμφη
χαῖρε, Ἠοῦς ἠριγένειον ἧμαρ.
Χαῖρε, τῆς πλάνης τὸν ὄλεθρον τήξασα
χαῖρε, τῆς παστάδος τὰς νύμφας στολίζουσα.
Χαῖρε, κοίρανον μισάνθρωπον ἐκβαλλοῦσα τῆς μονῆς
χαῖρε, ὄρχαμον οἰκτείρμονα προσκυνήσασα Χριστὸν.
Χαῖρε, τάς ἀκολάστους καθελοῦσα μαγείας
χαῖρε, τοῦ διαβόλου καταργοῦσα τὰς μαγγανείας.
Χαῖρε, τὸ ἄητον θάρσος ἔχουσα
χαῖρε, καταλυγρὰ ἄχεα τέμνουσα.
Χαῖρε, πιστῶν πυροφόρε ἄρουρα
χαῖρε, κλυτῶν ἐθνέων ἐρκόπεζα
Χαίρε, νύμφη Χριστόνυμφε.
Κήρυκες ἑωσφόροι, οἱ θρασύτατοι μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα ὑποκύψαντές σοι τῇ εὐχῇ καὶ σφαδάζοντες ὡσεὶ συ- ῶν ἔθνεα, πατέρων Καππαδόκων τῇ μεσιτεία, ἐξαπίνης ἐξέδραμον Ἀλληλούια.
Λάμψας ἐν Βυζαντίῳ, αὐγὰς τῆς Τρισηλίου καὶ κρημνίσας τοῦ σκότους τὸ κράτος τὰ γὰρ ξόανα τούτου, ἔφριξαν Εἰρήνη, ἐπιγνῶντες σὲ ὡς ἰσχὺν πανερύκακον οἱ δὲ διά σοῦ σῳθέντες, ἐβόων πρὸς σὲ πανευφροσύνως
Χαῖρε, βρισάρματε καὶ ὀβριμόθυμε
χαῖρε, δορυσθενές καί καρτερόχειρε.
Χαῖρε, ἐν ἧ τρία διαπάντως πάρεστιν
χαῖρε, ἀγρυπνίαν, νηστείαν καὶ χαμευνίαν στέργουσαν.
Χαῖρε, δολιχοδείρων κελεύθων ἀΐδιον πέρας
χαῖρε, νοητῆς πορείας, ἀρίδηλον γέρας.
Χαῖρε, πύρινον κλέος καὶ πιστῶν ἡ λαμπρότης
χαῖρε, ἠλακωμόρων κυνῶν ἡ διώκτης.
Χαῖρε, πηγὴ διψώντων ἄκρητον νᾶμα
χαῖρε, ἀλκὴ αἰτούντων ἄμβροτον βρῶμα.
Χαῖρε, ἡ τυτθὸς θηλαζόντων Αἷμα
χαῖρε, ἡ τροφὸς ἐσθιόντων Σῶμα
Χαίρε, νύμφη Χριστόνυμφε.
Μέλλοντος ἡγεμόνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ λυμεῶνος, προεφήτευσας καὶ ἔφης οὕτω, ἔσεσθαι γινώσκοντες, ὅτι μέλλειν αὐτὸν θνῄσκειν διόπερ ἐξεπλάγησαν πικρῶς καὶ οὕτω ἄχεα μογερὰ στονόωντες ἔλεγον Ἀλληλούια.
Νέαν ἔδειξας κτίσιν, φιλομόναχόν τινα νεανίαν, ἐτοιμασθῆναι προλέγουσα δεόντως ὡς ἐκ βροτείας βλαστήσας γαστρός, παλιντρόπως δεῖ ἀπελθεῖν ὡς μὴ ἄμβροτος ὃς νεῦμα δὲ τοῦτο νοήσας, βεβόηκεν στενάξας βαθέως
Χαῖρε, τὸ ἄνθος Καππαδοκίας
χαῖρε, τὸ στέφος τῆς Καισαρείας.
Χαῖρε, ἀναπαύσεως ἧμαρ μηνύουσα
χαῖρε, ἀναστάσεως κρίσιν προλέγουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, πεφυτευμένον ἐν τῇ γῇ
χαῖρε, ξύλον ἐπουράνιον, πεπηγμένον ἐν τρυφῇ.
Χαῖρε, ὁδηγὲ κλυτὰ μήδεα προγνοῦσα
χαῖρε, χορηγὲ κλητὰ ἔθνεα καλοῦσα.
Χαῖρε, κρίσεως δεινῆς δυσώπησις
χαῖρε, φύσεως στρεπτῆς διόρθωσις.
Χαῖρε, θῶραξ ἀλεξίπληγε ὀϊστῶν
χαῖρε, ζῶμα πανσωτήριον γυμνῶν
Χαίρε, νύμφη Χριστόνυμφε.
Ξένον φάμα ἀκούσας, ἐξανέστη διόλου, ὁ ἐν δόμοις κατακείμενος βασιλεὺς φαντασίαν σὲ ὡς ὁρῶν ἀπατηλήν, ὄναρ τε δύσπιστον καὶ μωρὸν ὡς δεδορκώς, ἐφώνισε σφαλίσαι τὰς αἰπύλας θύρας, ἐν τρόμῳ Ἀλληλούια.
Ὄρχαμε λαῶν, ἄκουσον λόγον ἐμὸν καὶ ἀπόλλυσον ὃν ἀδίκως ἔχεις κρατούμενον ἐν εἱρκτῇ συκοφάντησις γὰρ ψευδής, οὐ παράβασις δὲ ἀληθὴς γέγονεν καὶ θάμβει ὡς, Εἰρήνη στερχθείς, ταρβὼν ἐβόα, ἀδυεπῶς
Χαῖρε, χρυσέα θυγάτηρ εὐῶπα
χαῖρε, ὀρθὸν λυτρωτήριον ἔπος.
Χαῖρε, συκοφαντούντων ἀρίδηλος ἐρυννὶς
χαῖρε, ἐλεούντων τανύπτερος ἐλπὶς.
Χαῖρε, ἄμεινον πρόσταγμα, ὡς πάντα λέγειν ἃ φρονεῖν
χαῖρε, ῥῆμα τὸ πανάριστον, ἐφ οἷς γὰρ φρονεῖν, μὴ σιγᾶν φιλεῖν.
Χαῖρε, ἡ τἀναντία εἰς αὐτὸ ἀγαγοῦσα
χαῖρε, ἡ βασιλείαν καὶ δουλείαν ζευγνῦσα.
Χαῖρε, δι ἧς ἐλύθη παράβασις
χαῖρε, δι ἧς ἐφεύχθη ἀρά θανάσιμος.
Χαῖρε, ἡ κλεὶς καὶ εἱρκτῆς σωτηρία
χαῖρε, κρηπὶς τρισηλίου πρεσβείας
Χαίρε, νύμφη Χριστόνυμφε.
Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα, τῆς σῆς ἀσκήσεως ἔργον τὰ γὰρ ἀνθρώποις ἀρεστά, ἐθεώρει πάνυ μισητὰ σκύβαλα, παρὰ σοί, Εἰρηνώνυμε, φρονοῦσα εἰσέτι, ὅτι χρόνος δίκαια δείκνυσιν Ἀλληλούια.
Ῥήτορας πολυστόμους, ὡς νηπίους ἀφώνους, βοῦν γὰρ ἐπὶ γλώσσης φερόντων καὶ λοιδοροῦντες γὰρ λέγουσι, πῶς μὲν ὡς Αὐγοῦστα ἐκλήθης καὶ τὰ θεῖα πῶς ἐμυήθης ἡμεῖς δὲ τὸ σωτήριον θαυμάζοντες, ἀγλαῶς σοι βοῶμεν
Χαῖρε, χρυσοῦν μυροδοχεῖον
χαῖρε, χαρᾶς Θεοῦ σεμνεῖον.
Χαῖρε, πολυσόφους ἀσόφους δεικνύουσα
χαῖρε, πολυλόγους βαττολόγους τεκμαίρουσα.
Χαῖρε, ὅτι ἐπικράνθησαν τῆς τρυφῆς οἱ φοιτηταὶ
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῆς μέθης αὐληταὶ.
Χαῖρε, τῶν βασιλέων τὰς πλοκὰς διασπῶσα
χαῖρε, τῶν πενόντων τὰς φωνὰς ἀκουῶσα.
Χαῖρε, πηλοῦ σκοτίαν ἐκπλύνουσα
χαῖρε, ἀγροίκους γνησίως διδάσκουσα.
Χαῖρε, ἀρνάς θηλαζόντων ἀμνίων
χαῖρε, σταθμὲ οὐρανίων ποιμνίων
Χαίρε, νύμφη Χριστόνυμφε.
Σέλας ἄδυτον στέργειν, διακαῶς τε ποθοῦσα, μονήρην βίον ἐ- ξέλεξας ἀσκητικῶς δὲ διάγουσα, ἐπὶ γῆς, νῦν ἐν αὐλαῖς οὐρανίοις κατοικεῖς ὁμοίως γὰρ τοὺς ὁμοίους καλοῦσα, σοί τε βοῶμεν Εἰρήνη Ἀλληλούια.
Τεῖχος εἰ τῶν παρθένων ἡγουμένη Εἰρήνη καὶ πάντων τῶν εἰς σὲ καταφευγόντων ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἀνέδειξε σὲ Ποιητής, ἄμαχον οἰκήσας ἐν τῇ μάνδρᾳ σου καὶ πάντας σοὶ προσφωνεῖν διδάξας
Χαῖρε, τὸ γέρας τῆς παρθενίας
χαῖρε, τὸ πέρας τῆς εὐκοσμίας.
Χαῖρε, τῆς μονῆς νοητὴ ἀγαλλίασις
χαῖρε, ἡ ἀξία πνευματικῆς μητρότητος.
Χαῖρε, σύ γὰρ ἐξανέστησας τοὺς πεπτωκότας γοερὼς
χαῖρε, σύ γὰρ ἐνουθέτησας τοὺς πεπλανημένους ἐν ὁδῷ.
Χαῖρε, ἡ τὸν παλαμναῖον ἰφθίμως κατανικοῦσα
χαῖρε, ἡ τὸν Ναζωραῖον ἀλκίμως ὁμολογοῦσα.
Χαῖρε, ἀμνὰς ἀμώμου νυμφεύσεως
χαῖρε, πολλοὺς Κυρίω ἁρμόζουσα.
Χαῖρε, σεμνῶν κουροτρόφε παρθένων
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων
Χαίρε, νύμφη Χριστόνυμφε.
Ὕμνοις πρόπαν ἡδίστοις, συνευφραίνεσθαι πᾶσι, τοῖς ἄμυδις ἅμα συνερχομένοις ἰσαρίθμους δὲ τῇ ψάμμῳ ἄγαν μεμετρημένοις, σύ δὲ Εἰρήνη Ὁσία, οὐδὲν τελοῦσα ἄξιον ὧν ἔτυχας δωρε- ῶν παρὰ Κυρίου, σεμνῶς οἰομένη Ἀλληλούια.
Φωτοφόρον φρυκτωρίαν νοημάτων φανεῖσαν, ὁρῶμεν σὲ ὁσία Εἰρήνη ὡς γὰρ ἄκηλον πέλουσα φῶς, ὁδηγεὶς πρὸς νόησιν θεϊκὴν ἅπαντας, πυρὶ τὸν νοῦν χρυσίζουσα, μολπῇ δὲ ὑμνουμένῃ ταῦτα
Χαῖρε, ἀκτὶς νοερᾶς προσευχῆς
χαῖρε, ῥιπὶς μυστικῆς σιωπῆς.
Χαῖρε, στεροπή τὰς ψυχὰς διαυγάζουσα
χαῖρε, ὡς βροντὴ ταραχάς διαθλάττουσα.
Χαῖρε, ὅτι τὸν περίλαμπρον διαχέεις αὐγασμόν
χαῖρε, ὅτι τὸν πολύδινον διανέμεις ἁγιασμὸν.
Χαῖρε, τῆς μετανοίας ἐδραιοῦσα τὸν τύπον
χαῖρε, τῆς ἁμαρτίας καθελοῦσα τὸν οἶκον.
Χαῖρε, νιπτὴρ ἐκνίπτων ὀνείδισιν
χαῖρε, κρατὴρ κιρνών εὐώνησιν.
Χαῖρε, ὀσμὴ ἀσκητῶν εὐωδίας
χαῖρε, βιοτὴ μυστικῆς ἡσυχίας
Χαίρε, νύμφη Χριστόνυμφε.
Χάριν πᾶσι ἐκζητήσασα, ἁμαρτάδων θαμέων, ὁ πάντων χρεολύτης ἀνθρώπων συνεχώρησεν διά σοῦ, τὰς τῶν σοί προστρεχόντων πάμπολλα πταίσματα καὶ σχίσας τὰ χρεώγρφα, ὑμνεῖται παρὰ πάντων αὔθις Ἀλληλούια.
Ψάλλοντές σοι τὸν ὕμνον, χαιρετοῦμεν σὲ πάντες, ὡς Πνεύματος ἁγίου ναόν, ὁσία Εἰρήνη ἐν τῇ σῇ γὰρ οἰκήσας μονῇ, ὁ συνέχων πάντα τῇ δρακὶ Κύριος, ἡγίασεν, ἐδόξασεν αὐτήν, ἐδίδαξεν τὲ καὶ βοᾶν σοι πάντας
Χαῖρε, ἀμνὰς Ἰωάννου Θεολόγου
χαῖρε, ὁσία ὁσίων μῆτερ.
Χαῖρε, Ἀρχαγγέλων σεμνεῖον τὸ πύρινον
χαῖρε, τῶν Ἀγγέλων τὸ οἰκεῖον καύχημα.
Χαῖρε, κόσμημα διάχρυσον ἡγεμόνων εὐλαβῶν
χαῖρε, ἄκουσμα τεράστιον ἀεννάων γενεῶν.
Χαῖρε, τῆς πολιτείας ὁ ἐρύκακος θοῦρος
χαῖρε, τοῦ παραδείσου τὸ ἀτελεύτητον ἧμαρ.
Χαῖρε, δι ἧς κύπτουσι Κυπάρισσοι
χαῖρε, δι ἧς πίπτουσι ἀχάριστοι.
Χαῖρε, σαρκὸς τῆς ἐμῆς ἰατρεία
χαῖρε, ψυχῆς τῆς ἐμῆς πολιτεία
Χαίρε, νύμφη Χριστόνυμφε.
Ὢ πανύμνητε Μῆτερ, ἡ εὑροῦσα τὸν πάντων Ἁγίων Ἁγιότατον Λόγον (ἐκ γ ) δεξαμένη τούς νῦν χαιρετισμούς, ἀπὸ πάσης ῥῦσαι διαβολὰς ἅπαντας καὶ τῆς ἀσπέτου λύτρωσαι θλίψεως, τοὺς συμβοῶντας Ἀλληλούια.
Ἄγγελος ἐπιστάτης, οὐρανόθεν ἐπέμφθης, εἰπεῖν τῇ Εἰρήνῃ τὸ χαῖρε καὶ σὺν τῇ ἀνεκλάλῳ Σου φωνῇ, αἰωρούμενον Σὲ θεωρῶν, Ἄγγελε, ἐξίστατο καὶ ἥδετο ἀκούειν παρὰ Σοὶ τοιαῦτα Χαῖρε, δι ἧς ἡ μονὴ αὐγάζει χαῖρε, δι ἧς ἡ ἀρά στενάζει.
Χαῖρε, τῶν πεσόντων ψυχῶν ἡ ἀνάκλησις
χαῖρε, τῶν δαιμόνων τοῦ σκότους ἡ πάταξις.
Χαῖρε, ὕψος δυσδιάκριτον ἀνθρωπίνοις στοχασμοῖς
χαῖρε, βάθος ἀψηλάφητον ἀπιστούντων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ἠρνήθης βασιλέων καθέδρας
χαῖρε, ὅτι ἐδέξω, τὸν λυτρούμενον πάντας.
Χαῖρε, λαμπὰς φωτίζουσα σκότος
χαῖρε, αὐγὴ ἐμπλέου ἐλάμψεως.
Χαῖρε, δι ἧς καταργεῖται ἡ φθίσις
χαῖρε, δι ἧς δυναμοῦται ἡ πίστις
Χαίρε, νύμφη Χριστόνυμφε.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι Χαίρε, Νύμφη Ἀνύμφευτε. Τῇ Ἡγουμένῃ μοναχῇ τὰ νικητήρια, ἡ λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφει σοι ἡ χώρα σου, Εἰρήνη. Ὅπως ἔχουσα τὸ Γένος ἀπροσμάχητον, ἐκ δολίων καὶ δαιμόνων ἐλευθέρωσον ἵνα κράζωμεν
Χαίρε, νύμφη Χριστόνυμφε.
Τό τρισάγιον. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ ).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἰλάσθιτι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον (ἐκ γ ).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλείᾳ σου. Γεννηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Κοντάκιον.
Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως.
Τῷ ἐν Τριάδι εὐλαβῶς γουνομένῳ, Εἰρήνη σεμνή προτιμήσασα, τὰ τῶν δαιμόνων κατέῤῥαξας τεχνάσματα, μέσον δὲ τοῦ σκάμματος, ἐναθλοῦσα θέοφρον, ἀνδρειοφρόνως ἐμβλέπουσα ἀεί, τῶν αἰωνίων καὶ θείων τὴν ἀπόλαυσιν.
Κύριε ἐλέησον (μ’).
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν. Κύριε ἐλέησον (γ’).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
Ἱερεὺς
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς…
ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
Καὶ σῶσον καί βοήθησον ἡμᾶς, Παναγία Παρθένε.
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησία χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδὼν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀποῤ- ῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ’ ἡμῶν δολίως κινούμενα. Τάς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά σοῦ τὰς ψυχὰς ἡμῶν.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εὐχὴ εἰς τὸν φύλακα Ἄγγελον.
Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μοῦ ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ’ ἑμοῦ διὰ τὴν ἀκρασίαν μου Μὴ δώης χώραν τῷ πονηρῷ δαίμονι κατακυριεύσαι μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος Κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναί, Ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοὶ ἔθλιψα πάσας τὰ ἡ- μέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν Καὶ πρέσβευε ὑπὲρ ἑμοῦ πρὸς τὸν Κύριον, τοῦ ἐπιστηρίξαί με ἐν τῷ φόβῳ Αὐτοῦ, καὶ ἄξιον ἀναδείξαί με δοῦλον τῆς Αὐτοῦ ἀγαθότητος. Ἀμήν.
Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ Σοῦ. Εὐλογημένη Σύ ἐν γυναιξῖ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου, ὅτι Σωτῆρα ἔτεκες, τῶν ψυχῶν ἡμῶν (εκ γ ).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον (ἐκ γ ).
Εὐλόγησον.
Ἀπόλυσις.
Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμὴν.
Δίστιχον.
Εἰρήνη, Δημητρίῳ πανοικεί, τὸν σὲ χαιρετισμοῖς ἐξυμνούντα, ἰοβολίων δολίων, λύτρωσαι.

28 Ιουλίου
Βασιλείας γήινους πάλαι οὐκ ἔτυχες, ἀλλ' ἄφθάρτων στεφάνων νῦν σὲ ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος, ᾧ καθιέρωσας σαυτήν, ὅλῃ καρδίᾳ καὶ ψυχῇ, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἡμῶν δὲ προσφυγὴ καὶ βοήθεια.
Καθολικό της Ιεράς Πατριαρχικής και Σταυροπηγιακής Μονής της Αγίας Ειρήνης Χρυσοβαλάντου, στην Αστόρια της Νέας Υόρκης