Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Ὁ Ἱερεύς: Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ὁ Ἀναγνώστης:
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γὴν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ΄ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖρας μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοῖ ἤλπισα· Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμίν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’ Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμίν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’ Πάντα τὰ ἔθνη ἐκύκλωσαν μέ, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμίν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’ Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμίν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τῇ τῶν μαρτύρων θαυμαστὴ προστασίᾳ, τῶν ἐν Θερμῇ ἡμὶν ἀρτίως φανέντων, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες· Ραφαὴλ μακάριε, καὶ Νικόλαε θεῖε, καὶ Εἰρήνη πάνσεμνε, πάσης ρύσασθε βλάβης καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς, τοὺς τῇ πρεσβεία ὑμῶν καταφεύγοντας.
Δόξα.
Ἐν Λέσβῳ ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ. Ἐν Σούλι ἐμφανίσθητε, ἐν Θείῳ ὀράματι καὶ ἠγιάσατε αὐτό. Ὅθεν ὑμᾶς τιμῶμεν, Ραφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ, καὶ παρθένῳ Εἰρήνη, ὡς θείους ἡμῶν προστάτας, καὶ πρέσβεις πρὸς Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τᾶς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα ἔκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ ψαλμὸς (50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Συνόντες Μαρτύρων θείοις χοροῖς, Ραφαὴλ παμμάκαρ, καὶ Νικόλαε ἱερέ, ἅμα σὺν Εἰρήνῃ δυσωπεῖτε, πολυειδῶν ἡμᾶς ρύεσθαι θλίψεων.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Κευθμώνων ὡς ὤφθη ἀπὸ τῆς γῆς, τὸ θεῖον σου σκῆνος, ἁγιάζει τοὺς εὐσεβεῖς· ἀλλ’ ὦ Ραφαὴλ θαυματοφόρε, ἁγιασμὸν ἡμὶν δίδου καὶ λύτρωσιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἐφάνησαν ἄνθη ὡς νοητά, ὑμῶν τὰ ὀστέα, ὧν ἡ χάρις ἡ μυστική, Νικόλαε ἅμα καὶ Εἰρήνη, τὴν δυσωδίαν διώκει τῶν θλίψεων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Θεοτοκίον.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, βλῦσον μοι Παρθένε, σωτηρίας τὸν γλυκασμόν, καὶ λῦσον πικρίαν τῆς ψυχῆς μου, ἥν τῶν παθῶν μου τὸ πλῆθος ἐνέσταξε.
Ὠδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἡ πλουσία σου χάρις, παρὰ Θεοῦ Ἅγιε, πᾶσι θαυμαστῶς ἐνεργοῦσα, νέμει τὰ κρείττονα· διὸ τοῖς σπεύδουσιν, ὦ Ραφαὴλ τῇ σῇ σκέπη, δίδου τὰ ἰάματα, ψυχῆς καὶ σώματος.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἠθληκότες νομίμως, ὑπὲρ Χριστοῦ Μάρτυρες, πάσης ἀνομίας καὶ βλάβης, τοῦ πολεμήτορος, ἡμᾶς λυτρώσασθε, σὺν Νικολάῳ, Εἰρήνη, ταῖς πρὸς τὸν Οἰκτίρμονα, ὑμῶν δεήσεσι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Μυστηρίων ἐνθέων, ὡς ἀληθῶς ἔκβασις, γέγονεν ὑμῶν ἐν τῷ κόσμῳ, ἡ ἀποκάλυψις, ὦ Ραφαὴλ ἱερέ, σὺν Νικολάῳ Εἰρήνῃ· ὅθεν ἡμῖν νείματε, φόβον τὸν ἔνθεον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Θεοτοκίον.
Ὡς περίδοξος θρόνος, καὶ φωταυγὲς σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, κόρη πανάμωμε, σκεῦος φωτὸς ἁγνοῦ βίου, τὴν ψυχήν μου ποίησον, ὡς ἂν σωθήσωμαι.
Διάσωσον, ὦ Ραφαὴλ καὶ Νικόλαε καὶ Εἰρήνη, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται ἡμῶν, ἀρτίως ἀνεδείχθητε, καὶ πᾶσι πιστοῖς, φαινόμενοι παρέχετε, παραδόξοις ὄψεσι, τὰ αἰτήματα Ἅγιοι πάντοτε· διὰ τοῦτο ὑμνοῦμεν ὑμᾶς, σοφὲ Ραφαὴλ τὲ καὶ Νικόλαε.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νοσημάτων ἀπάλλαξον, Πάτερ Ραφαήλ, καὶ πάσης κακώσεως, ἀοράτῳ ἐπισκέψει σου, τοὺς τὸ σὸν φωνούντας μέγα ὄνομα.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐκλυτρούμενοι φάνητε, τῆς τοῦ ἀοράτου ἐχθροῦ ἐπιθέσεως, ὦ Εἰρήνη καὶ Νικόλαε, τοὺς εἰλικρινῶς ὑμῖν προστρέχοντας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Σωτηρίαν αἰτήσασθε, τὴν κατὰ ψυχὴν καὶ σῶμα τοῖς σπεύδουσι, Ραφαὴλ τὲ καὶ Νικόλαε, καὶ Εἰρήνη πᾶσιν ὑμῖν Ἅγιοι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Θεοτοκίον.
Τῆς ψυχῆς μου τὰ τραύματα, ἴασαι Παρθένε τῇ σῇ χρηστότητι, καὶ ὑγείαν τὴν κατ’ ἄμφω μοι, καὶ πταισμάτων αἴτει τὴν συγχώρησιν.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Εἶδον σε πολλοί, καὶ χαρᾶς πολλῆς ἐπλήσθησαν· χαροποίησαν οὖν Πάτερ καὶ ἡμῶν, τὴν ζωὴν λελυπημένην πικραῖς θλίψεσι.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἄκουσον ἡμῶν, τῆς φωνῆς θεῖε Νικόλαε, καὶ παράσχου ὦ Εἰρήνη θαυμαστή, τῇ ζωῇ ἡμῶν εἰρήνην ἀστασίαστον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Θεῖοι Ἀθληταί, Ραφαήλ τε καὶ Νικόλαε, καὶ Εἰρήνη τῶν Λεσβίων ἡ χαρά, λυπηρῶν ἡμᾶς, λυτροῦσθε περιστάσεων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Θεοτοκίον.
Λύτρωσαι ἡμᾶς, Θεοτόκε. Ἀειπάρθενε, μανιώδους τοῦ ἐχθροῦ ἐπιφορᾶς, καθ’ ἡμῶν ἀεὶ ὡς λέοντος σφαδάζοντος.
Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁράσεσι, καὶ πολλαῖς θεωρίαις, τοῖς πιστοῖς ἐμφανιζόμενος μάκαρ, τῶν κεκρυμμένων τὴν γνῶσιν ἐκφαίνεις, ἀλλὰ καὶ νῦν μυστικῶς ἐπιφάνηθι, Ὁσιομάρτυς Ραφαήλ, καὶ παράσχου ἡμῖν τὰ αἰτήματα.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Φανέντες, ὡς ἐξ ἀδύτων τῷ κόσμῳ, ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας τὸν πλοῦτον, πρεσβευτικῶς τοῖς ἀνθρώποις παρέχετε, Νικόλαε μάρτυς στερρέ, καὶ Εἰρήνη σεμνὴ καλλιπάρθενε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Οἱ νέοι, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ἀθλήσει ἀριστεύσαντες πάλαι, ὁ Ραφαὴλ ὁ σοφὸς θεηγόρος, καὶ σὺν Εἰρήνῃ ὁ θεῖος Νικόλαος, ἐπιστασίαις ταῖς ὑμῶν, τῶν ἐν βίῳ δεινῶν ἡμᾶς ρύσασθε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Θεοτοκίον.
Ρυσθῆναί με, τῶν παθῶν τῆς κακίας, καὶ ἁπάσης τοῦ ἐχθροῦ κακουργίας, τῇ σῇ εὐδόκησον Κόρη πρεσβείᾳ, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου καὶ Κύριον, καὶ δίδου μοι ὡς ἀγαθή, μετανοίας σωτήριον δάκρυον.
Διάσωσον, ὦ Ραφαὴλ καὶ Νικόλαε καὶ Εἰρήνη, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεὺς: Αἴτησις
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀντιλήπτορες πάντων θερμότατοι, ὦ Ραφαὴλ καὶ θεόφρον Νικόλαε, ἀεὶ βοηθεῖτε τοῖς πάσχουσι, καὶ τῶν παθῶν τὰς ὀδύνας κουφίζετε, ὑμῶν ταχιναῖς ἀντιλήψεσι.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τᾶς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἦ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων· καὶ θανατώσουσι ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Ὁ Χορός
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῶν Ἀθλοφόρων, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ταὶς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ἄστρα ὡς νεόφωτα, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐκ τῆς Λέσβου λάμψαντες, πάντας καταυγάζετε ἐν τοῖς θαύμασι, Ραφαὴλ μέγιστε, σὺν τῷ Νικολάῳ, καὶ Εἰρήνη καλλιπάρθενε, καὶ διαλύετε, τὴν τῶν παθημάτων σκοτόμαιναν, πιστοῖς ἐπιφαινόμενοι, πλήρεις συμπαθείας καὶ χάριτος· ὅθεν ἐκβοῶμεν. Ἐν πάσῃ τῇ ζωῇ ἡμῶν σοφοί, μὴ διαλίπῃτε σκέποντες, πάσης περιστάσεως.
Ὁ Ἱερεὺς: Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ τὴν σὴν κατιδόντες, Ραφαὴλ θεοφόρε θέαν οὐράνιον, ἐδέξαντο ἐκ ταύτης, φῶς θείας εὐφροσύνης· δὸς κἀμοὶ οὗν μακάριε, τῆς βοηθείας τῆς σῆς, τὰς σωτηρίους δόσεις.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἱατρεύειν τὰ πάθη, τῶν ψυχῶν καὶ σωμάτων ἡμῶν μὴ παύσησθε, Νικόλαε τρισμάκαρ, καὶ πάνσεμνε Εἰρήνη, καὶ διδόναι ἑκάστοτε, ἀπαλλαγὴν τῶν δεινῶν, καὶ ἀναγκῶν τὴν λύσιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Γνωρισθέντες τῷ κόσμῳ, ὡς γνωστοὶ τῷ Κυρίῳ πάλαι τυγχάνοντες, λαμπρῶς θαυματουργεῖτε, προφθάνοντες ταχέως, Ραφαὴλ καὶ Νικόλαε, τοὺς προσιόντας θερμῶς, ὑμῶν τῇ προστασίᾳ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Θεοτοκίον.
Ἐξ ἀχράντου γαστρός σου, προελθὼν ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος, μορφῇ τῇ ἀνθρωπίνῃ, προστάτιν σὲ δεικνύει, παντὸς κόσμου Πανάμωμε· ὅθεν ἐκ πάσης ἡμᾶς, ἁπάλλαξον ἀνάγκης.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ρῶσιν παράσχου, καὶ τὴν κατ’ ἄμφω ὑγείαν, τοῖς προστρέχουσι τοῖς θείοις σου λειψάνοις, Ραφαὴλ παμμάκαρ, καὶ σὲ ὑμνολογούσι.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἄλυπον βίον, ἐν ἀληθεῖ εὐπραγία, καταξίωσον ἡμᾶς πιστῶς ἀνύειν, ταῖς σαῖς ἰκεσίαις, Νικόλαε θεόφρον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Σθένος μοι δίδου, ἐν ταῖς τοῦ βίου ἀνάγκαις, καὶ παράκλησιν ἐν πάσαις ἀθυμίαις, ὦ τριὰς ἁγία, νεοφανῶν Μαρτύρων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν θλιβομένην ψυχήν μου, καὶ θεράπευσον τοῦ σώματος τὸ ἄλγος, τῇ συμπαθεστάτῃ, προνοίᾳ σου Παρθένε.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μεγάλων χαρισμάτων, κατηξιωμένος, παρὰ Χριστοῦ Ραφαὴλ ἱερώτατε, μέγας προστάτης ἐδείχθης ἡμῶν καὶ στήριγμα.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οἱ Μάρτυρες Κυρίου, οἱ δεδοξασμένοι, σὺν Νικολάῳ Εἰρήνη θεόνυμφε, τῆς τῶν παθῶν ἀδοξίας ἡμᾶς λυτρώσασθε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὑψόθεν ἀοράτως, σκέπετε ἀπαύστως, ὦ Ραφαὴλ ἱερὲ καὶ Νικόλαε, σὺν τῇ Εἰρήνη τοὺς πίστει ὑμᾶς γεραίροντας.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Θεοτοκίον.
Ὑμνοῦμέν σου τὴν χάριν, Κεχαριτωμένη· ὅτι ἡμᾶς διασώζεις ἑκάστοτε, καὶ ἀσφαλῶς κατευθύνεις πρὸς θεῖον θέλημα.
Μεγαλυνάρια.
Ἄξιον ἐστίν, ὡς ἀληθῶς μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Χαίροις τῆς Ἰθάκης θεῖος βλαστός, Ραφαὴλ τρισμάκαρ, καὶ Σουλίου ὁ ἀρωγός· χαίροις Διακόνων, Νικόλαε λαμπρότης· χαῖρε σεμνὴ Εἰρήνη, Χριστοῦ ὀσφράδιον.
Πάλαι ἐναθλήσαντες καρτερῶς, καὶ ἄρτι γνωσθέντες, ἐν Σουλίῳ περιφανῶς, λάμπετε ἐν κόσμῳ, θαυμάτων ἐνεργείαις, εἰς δόξαν τοῦ Κυρίου, Ἅγιοι Μάρτυρες.
Δόξῃ λαμπρυνόμενοι θεϊκῇ, ὁράσεσι πλείσταις, ἐκκαλύπτετε τοῖς πιστοῖς, ἀγνώστων πραγμάτων, σαφέστατα τὴν γνῶσιν, ὡς θεῖοι τοῦ Σωτῆρος, Ὁσιομάρτυρες.
Χαίρετε Σουλίου κλέος καινόν, τῆς Μονῆς πολιοῦχοι, καὶ προστᾶται τῶν Μοναχῶν, Ραφαὴλ παμμάκαρ, ὁμοῦ σὺν Νικολάῳ, καὶ τῇ σεμνὴ Εἰρήνῃ, πυρσοὶ θεόφωτοι.
Χαίρεις κεκτημένος ὡς θησαυρός, πλουτίζοντας πάντας, ἰαμάτων ταῖς δωρεαῖς, Ραφαὴλ θεόφρον, σὺν θείῳ Νικολάῳ τὸν τόπον τοῦ Σουλίου Ὑμεῖς ἡγιάσατε.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, ὑμῶν τῇ πρεσβείᾳ, πάσης ρύσασθε συμφορᾶς, Ραφαήλ, Εἰρήνη, ὁμοῦ σὺν Νικολάῳ, τὴν τῶν πταισμάτων λύσιν, ἡμὶν αἰτούμενοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ὁ Ἀναγνώστης:
Αγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου
Ἐν Λέσβω ἀθλήσαντες, ὑπέρ Χριστοῦ τοῦ Θεοῦ, αὐτήν ἠγιάσατε, τή τῶν λειψάνων ὑμῶν, εὐρέσει μακάριοι. ὅθεν ὑμᾶς τιμῶμεν, Ραφαήλ θεό΄φόρε, ἅμα σύν Νικολάω, καί παρθένω Εἰρήνη, ὡς θείους ἠμῶν προστάτας, καί πρέσβεις πρός Κύριον.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό ἑξῆς
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.
Πάντας τούς ἐν πίστει ἀκλινεῖ, τοῖς ὑμῶν ἁγίοις λειψάνοις, φοιτώντας Ἅγιοι, καί πρός τήν ἀντίληψιν, τήν ὀξυτάτην ὑμῶν, ἀφορώντας ἑκάστοτε, Ραφαήλ τρισμάκαρ, Εἰρήνη καί Νικόλαε, Θαυματουργοί Θαυμαστοί, πάσης ἐπηρείας καί βλάβης, λύπης καί πικρῶν νοσημάτων, ρύσασθε ὑμῶν τή θεία χάριτι.
Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Τρίτη της Διακαινισίμου
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον.
Ιερά Μονή Αγίου Ραφαήλ Θέρμης Λέσβου.
Ιερά Μονή Αγίου Ραφαήλ