Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Σέργιον ἀθλοφόρον καὶ Βάκχον ἀοίδιμον ᾄδω. Θεοφάνους
ᾨδὴ α’ Ἦχος α’ Ὁ Εἱρμὸς Σοῦ ἡ τροπαιοῦχος δεξιά
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Σέργιε θεράπον τοῦ Χριστοῦ, συμπεσβευτὴν προσλαβὼν καὶ συλλήπτορα, Βάκχον τὸν ἀοίδιμον, μεθ’ οὗ τοὺς ἄθλους θεοφρόνως ἤνυσας, λόγον μοι σοφίας, ἡμᾶς ὑμνοῦντι βραβεύσατε.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Ἐπὶ τὴν ἀσάλευτον Χριστοῦ, πέτραν τῆς πίστεως Ἅγιοι Μάρτυρες, θέντες τὸν θεμέλιον, ἐπ’ ἀσφαλοῦς ἐρηρεισμένοι βάσεως, πρόβολοι καὶ πύργοι, τῆς εὐσεβείας ἐδείχθητε.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Ῥήμασι πιστεύσαντες Χριστοῦ, καὶ πρὸς αὐτὸν ἀκλινῶς ἀτενίζοντες, πᾶσαν διεπτύσατε, παρερχομένην εὐδοξίαν Ἅγιοι, δόξης ἀϊδίου, κατασχεθέντες τῷ ἔρωτι.
Δόξα Πατρί και Υιώ και Αγίων Πνεύματι
Γένους καὶ πατρίδος καὶ τιμῆς, διὰ Χριστὸν γυμνωθέντες ἠγάλλεσθε, καὶ περιβαλλόμενοι, θηλυπρεπὲς ἀνδρειοφρόνως ἔνδυμα τὴν τῆς ἀφθαρσίας, καταστολὴν ἠμφιάσασθε.
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Ἵλεων γενέσθαι τοῖς πιστοῖς, καὶ εὐμενῆ Θεομῆτορ δυσώπησον, Λόγον ὃν ἐγέννησας, σωματικῶς ἡμῖν ἐπιδημήσαντα· σε γὰρ προστασίαν, καὶ σωτηρίαν κεκτήμεθα.
ᾨδὴ γ’ Ἦχος α’ Ὁ μόνος εἰδὼς
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Ὁ μόνος γινώσκων ὡς Θεός, τὰ πάντα πρὶν γενέσεως, τὴν πρὸς αὐτὸν ὁρῶν ὑμῶν πρόθεσιν, σοφίας λόγων καὶ θείας γνώσεως, καὶ στερροῦ φρονήματος, δαψιλῶς ἐνέπλησεν, ὡς αὐτοῦ στρατιώτας Μακάριοι.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Νομίμως θεράποντες Χριστοῦ, ἀθλῆσαι προελόμενοι, τὴν φθειρομένην δόξαν καὶ ῥέουσαν, καὶ κόσμον πάντα καὶ κοσμοκράτορα, λογισμῷ θεόφρονι, ἀθλοφόροι Μάρτυρες, ἑβδελύξασθε πόθῳ τοῦ κτίσαντος.
Δόξα Πατρί και Υιώ και Αγίων Πνεύματι
Ἀχράντοις νοὸς ἐπιβολαῖς, Θεῷ νῦν παριστάμενοι, καὶ τῆς ἐκεῖθεν αἴγλης πληρούμενοι, καὶ τῆς ἀφράστου μακαριότητος, σαφῶς ἀπολαύοντες, πειρασμῶν τοὺς ἡμᾶς γεραίροντας, Ἀθλοφόροι λυτρώσασθε.
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Θανάτῳ κρατούμενος τὸ πρίν, Ἀδὰμ νῦν ἠλευθέρωται, τῇ σῇ γεννήσει μόνη Θεόνυμφε· ζωὴν γὰρ ὄντως τὴν ἐνυπόστατον, ἑνωθεῖσαν σώματι, Ἁγνὴ καθ’ ὑπόστασιν, ὑπέρ φύσιν καὶ λόγον ἐκύησας.
Ἦχος πλ. δ’ Τὴν σοφίαν καὶ λόγον
Τὰ τῆς πίστεως ἄνθη, τοὺς νοητοὺς μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Σέργιον τιμήσωμεν, καὶ τὸν Βάκχον τοὺς Μάρτυρας, ὡς τοῦ ἐχθροῦ τὴν πλάνην, ἐνθέως πατήσαντας, καὶ τῶν εἰδώλων πᾶσαν ἰσχὺν ἐδαφίσαντας· ὅθεν ἐπαξίως, οὐρανόθεν τὸ στέφος, τῆς νίκης δεξάμενοι, σὺν Ἀγγέλοις χορεύουσι· διὸ πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα… Καὶ νῦν… Θεοτοκίον
Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, ἔργα πράξας αἰσχύνης ὁ ταπεινός, ἄξια καὶ δέομαι, Θεοτόκε πανύμνητε· Πρὶν τὰς πύλας φθάσω, θανάτου ἐπίστρεψον, πρὸς τήν τῆς μετανοίας, ὁδὸν ὁδηγοῦσά με, ἵνα εὐχαρίστως, προσκυνῶν ἀνυμνῶ σου, τὴν ἄμετρον δύναμιν, καὶ τὴν θείαν ἀντίληψιν, Παναγία Θεόνυμφε, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ οὗ αἰτοῦμαί σε δοθῆναί μοι, ἱλασμὸν ἁμαρτιῶν, καὶ μέγα ἔλεος.
ᾨδὴ δ’ Ἦχος α’ Ὄρος σε τῇ χάριτι
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Λαμπτῆρες διττοί, ἀπὸ δυσμῶν ἐξανέτειλαν, τὴν ἐναντίαν τῷ τῆς γῆς, τότε κρατοῦντι δυσσεβεῖ, ποιούμενοι κίνησιν, καὶ πρὸς τὴν σὴν ἀνατολὴν ἐπειγόμενοι, τήν φωτοφόρον Χριστὲ καὶ σωτήριον.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Οὐ ξίφος οὐ πῦρ, οὐ διωγμὸς οὐδὲ μάστιγες, τῆς εὐσεβοῦς περὶ Θεόν, γνώμης ἐχώρισαν ὑμᾶς· ζωὴν γὰρ ἡγήσασθε, τὴν τελευτὴν τὴν δι’ αὐτὸν Ἀξιάγαστοι, καὶ μακαρίαν τρυφὴν καὶ ἀνώλεθρον.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Φωστῆρες οἱ ὄντως, ἀπλανεῖς τὸ στερέωμα, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, περιαυγάζουσι φωτί, τῆς θείας ἐλλάμψεως, καὶ τὰς ψυχὰς τῶν εὐσεβῶν κατευφραίνουσι, τάς τῶν θαυμάτων ἀκτῖνας ἐκπέμποντες.
Δόξα Πατρί και Υιώ και Αγίων Πνεύματι
Ὁ Βάκχος ὁ θεῖος, καὶ πανάριστος Σέργιος, ἐνιαυτῶν περιτροπαῖς, τοὺς εὐσεβείας ἐραστάς, καὶ τοὺς φιλομάρτυρας, πνευματικῶς πρὸς εὐωχίαν προτρέπονται, τάς ἀριστείας αὐτῶν προτιθέμενοι.
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Ῥομφαία τὰς πύλας, τῆς Ἐδὲμ ἡ φυλάττουσα, παραχωρεῖ νῦν τοῖς πιστοῖς, καὶ ὑποδέχεται φαιδρῶς, τιμίῳ ἐν αἵματι, τοῦ ἐκ τῆς σῆς γαστρὸς τεχθέντος Πανάμωμε, σημειωθέντας ὁρῶσα καὶ χάριτι.
ᾨδὴ ε’ Ἦχος α’ Ὁ φωτίσας τῇ ἑλλάμψει
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Οἱ τὴν πλάνην ἀληθείας ἐν ὅπλῳ ἐλάσαντες, καὶ τυράννων καρτερῶς ἀικισμοὺς ὑπομείναντες, νικηταὶ γεγόνατε, παρὰ Χριστοῦ στεφανωθέντες, καὶ νῦν ἀξίως ἀγάλλεσθε.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Νευρούμενοι ἀηττήτῳ δυνάμει καὶ χάριτι, τῆς Τριάδος, ἡ δυὰς τῶν Μαρτύρων κατέβαλε, τὸν τοῦ σκότους ἄρχοντα, καὶ τοὺς αὐτῷ δεδουλωμένους, τῆς τούτου πλάνης ἐρρύσατο.
Δόξα Πατρί και Υιώ και Αγίων Πνεύματι
Καρτερίᾳ καὶ ἀνδρείᾳ ψυχῆς καὶ στερρότητι, διανοίας ξυνωρίς, τῶν Μαρτύρων ἡ ἔνδοξος, ὑπερέβη ἅπασαν, τῶν διωκτῶν πικρὰν μανίαν, καὶ σὺν Ἀγγέλοις αὐλίζεται.
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Ἀνέτειλας Θεομῆτορ ὡς ὄρθρος τὸν Ἥλιον, τὸν ἄδυτον ἡνωμένον σαρκὶ καθ’ ὑπόστασιν, ἐν ἀγκάλαις φέρουσα, τῆς ἀληθοῦς δικαιοσύνης· διὸ σε πάντες δοξάζομεν.
ᾨδὴ ς’, Ἦχος α’ Ἐκύκλωσεν ἡμᾶς
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Ἰάσεων πηγὰς Μαρτύρων λείψανα, πλουσίως ἀναβρύουσιν, ἀρυσώμεθα προθύμως οὖν πιστοί, καὶ τοὺς Ἀθλοφόρους μακαρίσωμεν, τὸν εὐκλεῆ, Σέργιον καὶ Βάκχον τόν ἀοίδιμον.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Βαρούμενοι τὴν μετ’ ἀνόμων σκήνωσιν, καὶ πλάνῃ δυσχεραίνοντες, τὴν οὐράνιον πορείαν εὐσταλῶς, Σέργιος καὶ Βάκχος ἐπορεύοντο, καὶ πρὸς Χριστόν, λιμένα ἔφθασαν τὸν ἀχείμαστον.
Δόξα Πατρί και Υιώ και Αγίων Πνεύματι
Ἀνοίγονται τοῖς ἀθλοφόροις Μάρτυσιν, αἱ πύλαι αἱ οὐράνιαι, εὐλαβούμεναι τὸ πάθος τὸ σεπτόν, τὸ τῇ ἐκτιμήσει τοῦ Θεοῦ ἡμῶν, χαριτωθέν, καὶ φυγαδεῦον δαιμόνων φάλαγγας.
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Κυρίως σε Θεοῦ Μητέρα Πάναγνε, φρονοῦντες καταγγέλλομεν· τὸν γὰρ ἄναρχον Υἱὸν μονογενῆ, τὸν πρὸ τῶν αἰώνων ἀναλάμψαντα, ἐκ τοῦ Πατρός, ἀνερμηνεύτως Παρθένε τέτοκας.
Ἦχος β’ Τὰ ἄνω ζητῶν
Τὸν νοῦν πρὸς ἐχθροὺς ἀνδρείως παρατάξαντες, τὴν πᾶσαν αὐτῶν ἀπάτην κατελύσατε, καὶ τὴν νίκην ἄνωθεν, εἰληφότες Μάρτυρες πανεύφημοι, ὁμοφρόνως ἐκράζετε· Καλὸν καὶ τερπνὸν τὸ συνεῖναι Χριστῷ.
Ἐν οὐρανοῖς Χριστέ, κατοικοῦντες, Σέργιός τε καὶ Βάκχος, καὶ τοῦ θείου φωτὸς τοῦ παρὰ σοῦ ἐμφορούμενοι, ἐμὲ τὸν ἐν σκότει τῆς ἀγνωσίας πορευόμενον, προφθάσειαν διὰ τάχους, καὶ τῶν παθῶν ἀφαρπάσειαν, μόνε ἀθάνατε, στολὴν μοι τῆς ἀφθαρσίας καταπέμποντες· ὅπως λευχειμονῶν, τὴν φωτοφόρον αὐτῶν ἑορτὴν ἀνυμνῶ, καὶ κραυγάζω σοι Κύριε·Καλὸν καὶ τερπνὸν τὸ συνεῖναι Χριστῷ.
ᾨδὴ ζ’,Ἦχος α’ Σὲ νοητήν, Θεοτόκε
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Χαῖρε δυάς, Ἀθλοφορων ἔνδοξε, χαῖρε νικήσασα λαμπρῶς, τῶν τυράννων τὰς ἀπειλάς, χαῖρε ἡ ἀνύσασα, δρόμον τὸν μακάριον, χαῖρε τρυφῆς ἀεὶ ἔνδον μένουσα, χαῖρε τρανῶς, παρεστῶσα Θεῷ θεομακάριστε.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Ὁλολαμπεῖς, ἐπὶ γῆς βαδίζοντες, τὰς τῶν δαιμονων μηχανάς, καὶ τὰς ὄψεις τῶν διωκτῶν, Μάρτυρες ἠμβλύνατε, φέγγει τῷ τῆς χάριτος, καὶ ταῖς αὐγαῖς τῆς ἀθλήσεως, τὸν αἰνετὸν ἀνυμνοῦντες, Θεὸν τὸν ὑπερένδοξον.
Δόξα Πατρί και Υιώ και Αγίων Πνεύματι
Ναοὶ Θεοῦ, πεφηνότες ἔνδοξοι, ζῶντος καὶ ζῶντες Ἀθληταί, τῇ δυνάμει τῇ τοῦ Σταυροῦ, ὄντως δυναμούμενοι, στῖφος ἐτροπώσασθε, τῶν δυσμενῶν παμμακάριστοι, τὸν κραταιὸν ἐν πολέμοις, Θεὸν ὕμνοις γεραίροντες.
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Ἄχραντε σύ, ναὸς ἐχρημάτισας, καὶ Παναγία κιβωτός, δεξαμένη τὸν Ποιητήν, τὸν ἀπερινόητον, καὶ τὸν ἀπερίληπτον, ἐν τῇ γαστρί σου χωρήσασα, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
ᾨδὴ η’ Ἦχος α’ Ἐν καμίνῳ Παῖδες
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Ὁ τῇ δρόσῳ πάλαι τοῖς Παισί, τὴν φλόγα καταψύξας, ἑστῶτας ἐν τοῖς ἀγῶσιν, ἐδυνάμωσεν αὐτοῦ, τοὺς Μάρτυρας ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Ἰοβόλους καὶ ψυχοβλαβεῖς, θωπείας τῶν τυράννων, ἐμφρόνως οἱ, Ἀθλοφόροι, διεκρούσαντο, Χριστῷ, βοῶντες καὶ ψάλλοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Δραστηρίους φύλακας ἡμῖν, τὸν Σέργιον καὶ Βάκχον, τοὺς ὄντως στεφανηφόρους, ἐπεστήσατο Χριστός, φρουροῦντας τοὺς ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δόξα Πατρί και Υιώ και Αγίων Πνεύματι
Ἴθυνὸν μοι Δέσποτα Χριστέ, πρεσβείαις τῶν Μαρτύρων, τὴν τρίβον τῆς ἀρετῆς μοι, κατευμαρίζων καὶ σοί, κραυγάζειν ἀξίωσον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Μακαρίζω σε τὴν ἀληθῆ, Θεοῦ ἡμῶν Μητέρα, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ, προσκομίζων σοι ἁγνή, πανάμωμε Δέσποινα· σὲ γὰρ ὄντως πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ Ἦχος α’ Τύπον τῆς ἁγνῆς
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Ὅλον τὸν Χριστὸν ἐκτήσασθε· κόσμον γὰρ ὅλον δι’ αὐτὸν κατελίπετε. Καὶ νῦν Μάρτυρες, τοὺς οὐρανοὺς ἐμβατεύοντες, τὰς χορείας τῶν ἄνω Δυνάμεων, ἀνδρῶν τε μακαρίων, κατανοεῖτε τὰς λαμπρότητας.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Νέμοις ξυνωρὶς πανάριστε, τῷ τοὺς ἐπαίνους πόθῳ σοι προσκομίζοντι, χάριν ἄνωθεν, καὶ τῶν πταισμάτων συγχώρησιν, δυσωποῦσα τὸν μόνον οἰκτίρμονα, πρὸς ὅν ἐπειγομένη, τῶν χαμαιζήλων κατεφρόνησας.
Άγιοι Σέργιε και Βάχκε πρεσβεύσατε υπέρ ημών
Αἴγλῃ τριλαμποῦς θεότητος, πεφωτισμένοι οἱ ἀήττητοι Μάρτυρες, τὴν πολύθεον ἀπατηλὴν ἀθεότητα, καὶ τυράννων τὸν φόβον ἀπώσαντο, καὶ νῦν τῆς ἀκηράτου, κατατρυφῶσιν ἀπολαύσεως.
Δόξα Πατρί και Υιώ και Αγίων Πνεύματι
Δρόμον τὸν καλὸν τελέσαντες, τὴν εὐσεβῆ τε πίστιν σῴζειν σπουδάσαντες, τὴν ἀσάλευτον παραλαβεῖν ἠξιώθητε, βασιλείαν πανένδοξοι Μάρτυρες, διάδημα τοῦ κάλλους, καὶ εὐπρεπείας περικείμενοι.
Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! τὸν τοῦ Θεοῦ γὰρ Λόγον σάρκα γενόμενον, μόνη τέτοκας, ὑπερφυῶς Μητροπάρθενε, τὸν τὰ σύμπαντα θείῳ βουλήματι, σοφῶς διακρατοῦντα, καὶ κυβερνῶντα καὶ συνέχοντα.

7 Οκτωβρίου
Τριάδος τῆς Ἁγίας ὀπλίται τροπαιοῦχοι, ἡ λαμπρὰ δυὰς τῶν Μαρτύρων, ὠράθητε ἐν ἄθλοις, Σέργιος ὁ θεῖος ἀριστεύς, καὶ Βάκχος ὁ γενναῖος ἀθλητής, διὰ τοῦτο δοξασθέντες περιφανῶς, προΐστασθε τῶν βοώντων Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι δι' ὑμῶν, πάσιν ἰάματα.