Παρακλητικός Κανών Άγιοι Εκατόν εβδομήντα εννιά Οσιομάρτυρες οι εν τη Mονή Νταού Πεντέλης μαρτυρήσαντες
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ Τροπάριον·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὀσιομάρτυρες ὑμεῖς τῆς Πεντέλης υἱοὶ φωτὸς καὶ Ἀναστάσεως ὄντες, ὡς παρεστῶτες χαίροντες ἐνώπιον Χριστοῦ, καὶ πολλὰ ἰσχύοντες, ἐν ἁγίαις πρεσβείαις, τοῦτον ἵκετεύσατε, ὑπὲρ πάντων τῶν ὅσοι· ἐπικαλοῦνται δέησιν ὑμῶν, καὶ χορηγεῖτε. αἰτήσεων πλήρωσιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἣ ἀχροστιχίς·
Δίδοτε πᾶσι χάριν Πατέρες ἀθλοφόροι. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυάδι τοῦ σώματος καὶ ψυχῆς, νοσοῦντας Πατέρες, ἐπισκέψασθε ταῖς εὐχαῖς, ὑμῶν πρὸς τὸν εὔσπλαγχνον Δεσπότην, οὗ ἀνεδείχθητε ἄμωμα θύματα.
Ἰθύναντες ἂπαντα λογισμόν νοεϊν τὰ Κυρίου, ἀπηρνήσασθε ἀνδρικῶς, τὸν κόσμον Πατέρες καὶ τὰ κόσμου, ἀφ᾽ ὧν τηρεῖτε ἡμῶν τὰ νοήματα.
Δεσπότη προσήλθετε δουλικῶς, ἐξ ὅλης ἀγάπης, καὶ ὑπήχθητε τῷ Σταυρῷ, ἐν ὄρει Πεντέλης θεοφόροι. ὃν ἀγαπῆσαι ἡμᾶς ἱκετεύσατε.
Θεοτοκίον.
Ο κόσμος ἀγάλλεται ἐπὶ σοί, Κυρία Παρθένε, ὡς τεκούσῃ τὸν Λυτρωτήν, ὃν αἴτει ἀεὶ σὺν τῇ πληθύϊ, Ὁσιοάθλων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Τι γλυκύτερον ὄντως, τοῦ κατοικεῖν Ἅγιοι, ὥσπερ, ἀδελφοὺς τοὺς μηδένα, ὅρον τῆς φύσεως, ἀλλὰ τοῦ Πνεύματος. ἔχειν ἑνώσεως λόγον, ὅθεν τὸ φιλάδελφον, ἡμῶν κρατύνατε.
Ἐπὶ ὄρη Πατέρες, τὰ ψαλμικὰ ἤχθητε. ὅπως ἐπιτύχητε πόθου, τοῦ θείου Σχήματος, καὶ ἀνελάβετε, τὴν πανοπλίαν Κυρίου, δι᾿ ἧς ἐνισχύσατε, ἡμᾶς μακάριοι.
Πἄσαν ὥραν τῇ μνήμη, τοῦ Ἰησοῦ Ὅσιοι, πνέοντες ψυχὴν τὴν διψῶσαν, κατεποτίζετε, ᾧ νῦν ἱστάμενοι, καθικετεύσατε ὅπως, ταύτην ἀδιάλειπτον, ἡμᾶς ἐργάζεσθαι.
Θεοτοκίον
Ἀπεγέννησας Μῆτερ. ὑπερφυῶς Κύριον, τὸν τῆς ταπεινώσεως ἔνδυμα ἐνδυσάμενον, αὑτὸν ἱκέτευε, δοῦναι ἡμῖν Θεοτόκε, ταπεινὸν τὸ φρόνημα, καὶ τὰ νοήματα.
Διάσωσον πληθὺς Πατέρων Ὁσιοάθλων, τοὺς ἐν πίστει θερμῇ ὑμᾶς ἱκετεύοντας, καὶ χάρισαι, αἰτημάτων ἁπάντων λύσιν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἀἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πατέρες σεπτοί, Κυρίου Παντοκράτορος δειχθέντες ὀμοῦ, στεφανηφόροι μάρτυρες, ἱκετεύσατε τοῦτον δεόμεθα, σωμάτων ψυχῶν τὰ δεινά, διώχειν πόρρω ἅπαντα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σὡτηρίαν εὑράμενοι. ἐν τῇ τοῦ Σωτῆρος μονῇ τρισόλβιοι ταύτην δίδοσθε τοῖς μέλπουσιν, ἐκ ψυχῆς ὑμῶν Πατέρες ἄθλησιν.
Ἰερώτατον σύνταγμα, τῆς Θεοῦ εἰρήνης σεπτὰ οἰκήματα, εἰρηνεύσατε δεόμεθα, τὴν ζωὴν ἡμῶν τῷ Θείῳ Πνεύματι.
Χἀρισμάτων ὡς ἔμπλεοι, τοῦ Ἁγίου Πνεύματος Ὁσιώτατοι, τὰς εὐχὰς ἡμῶν προσδέξασθε, καὶ Χριστῷ Δεσπότῃ οἰκειώσατε.
Θεοτοκίον.
Ἀπειρόγαμε Δέσποινα, πάσης δεομένης ψυχῆς προσφύγον, μὴ παρίδῃς μὲ τὸν ἄθλιον, ἀλλὰ λύτρωσαί με πάσης θλίψεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥὥσιν ταῖς ψυχαῖς, καὶ τοῖς σώμασι χαρίσασθε ταῖς ἱκεσίαις ὑμῶν Ἅγιοι, ὡς παῤῥησίαν, νῦν κατέχοντες πρὸς Κύριον.
Ἰαστε ἀσθενῆ, τῶν ἀνθρώπων φύσιν πάντιμοι, διὸ δεόμεθα στηρίξατε, τοὺς κλονουμένους, πειρασμοῖς καὶ περιστάσεσι.
Νίκην ἀληθή, ἐπετύχετε μακάριοι, ὡς ἐθελόθυτοι τυϑέντες ἀμνοί, ὅθεν τὴν νίκην, κατ᾽ ἐχθρῶν ἡμῖν δωρήσασθε.
Θεοτοκίον.
Πἱπτω ὡς στρουθός, ταῖς παγίσι τοῦ ἁλάστορος, ἀνοηταίνων ὁ ταλαίπωρος, διὸ Παρθένε, τῶν ἀρκύων τούτου ῥῦσαί με.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀνάστασις, ἀληθὴς λογίζεται, ἣ συμμόρφωσις Χριστῷ Ἀναστάντι, ᾧπερ ὑμεῖς, Ὁσιόαθλοι πάντες, διὰ θανάτοῦ πικροῦ ὡμοιώθητε, πρεσβεύσατε ὑπὲρ ἡμῶν ἵνα στῶμεν ὡς θέλει ὁ Κύριος.
Ταράσσει μου, τὴν ζωὴν μισόψυχος, καὶ θολοῖ τὸ ὀπτικὸν διανοίας, ὅθεν ὑμεῖς, θεοφόροι Πατέρες, οἱ τοῦ Σωτῆρος τὴν δόξαν θεώμενοι, φωτίσατέ με τὸν τυφλόν, ὅπως ἴδω τὸ φῶς τῆς καρδίας μου.
Ἐνέκρωσεν, ὁ Χριστὸν τὸν θάνατον, τῷ θανάτῳ τοῦ Σταυροῦ καὶ ἀνέστη, οὗ τὴν φαιδράν, ἑορτάζοντες δόξαν, διὰ θανάτου ζωὴν ἄφνω εὕρατε, διὸ Πατέρες καὶ ἡμᾶς, Ἀναστάσεως τέκνα ποιήσατε.
Θεοτοκίον.
Ῥημάτων μου, ὁπλοθήκη πένεται, καὶ σιγᾷ ὁ λογισμός μου Παρθένε, ὅταν τὴν σήν. μελετῶ θείαν δόξαν, ἧς ὑπὲρ πάντας ἀνθρώπους ἠξίωσαι, διὸ ὡς κλέπτης σοῦ βοῶ, Μεγαλύνει ψυχή μου σε Δέσποινα.
Διάσωσον πληθὺς Πατέρων Ὁσιοάθλων, τοὺς ἐν πίστει θερμῇ ὑμᾶς ἱκετεύοντας καὶ χάρισαι αἰτημάτων ἁπάντων λύσιν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῆς ὑμῶν Μάνδρας δέδειχθε, τῷ Δεσπότῃ τὰς αὐτῆς δεήσεις προσάγοντες, καὶ ἁπάντων Χριστιανῶν δεχόμενοι εὐχάς, εὐθὺς τρέχετε θαυματουργοί, ὡς ἀντιλήπτορες ἀεί καὶ παρέχετε ἴασιν, πάσης δυσάχθου νόσου, καὶ ψυχικῶν σφαλμάτων, Πατέρες θεῖοι καὶ σεπτοί, τῆς μονῆς τὰ καυχήματα.
Προκείμενον·
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος…
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ς΄ 37-40).
Εἲπεν ὁ Κύριος· πᾶν ὃ δίδωσί μοι ὁ Πατήρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με Πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὑτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὑτὸν ἔχῃ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὑτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
Δόξα.
Ταῖς τῶν Ὁσιοάθλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὂλην ἀποῤῥίψαντες, τὴν κοσμικὴν δυσπραγίαν, τῷ Σωτῆρι ἤλθετε, τὸν σταυρὸν ἀράμενοι δι᾿ ἀσκήσεως, ἀδελφὰ δὲ ἅπαντες, βλέποντες νοοῦντες, εἰς Θαβὼρ μετεποιήσατε, Πεντέλην Ὅσιοι, θέωσιν ὑμῶν ἐργαζόμενοι, Διὸ καὶ προσελάβετο, διὰ μαρτυρίου ὁ Κύριος, ἐν Λαμπρᾷ ἡμέρᾳ, ὁρᾶν ἀεὶ τὸ κάλλος τὸ αὐτοῦ, Οὗ καὶ ἡμᾶς ἀξιώσατε, ἐκτενῶς πρεσβεύοντες.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐχαρίσθη Πατέρες, οὐχὶ μόνον πιστεύειν ὀρθῶς εἰς Κύριον, ἀλλὰ καὶ ὑπὲρ τούτου ὡς τέκνα πάσχειν πάθη, καὶ σταῦρὸν αἴρειν πάντοτε· ὅθεν ἡμᾶς ἐν χαρᾷ, συμμιμητὰς ποιεῖτε.
Σἀρκικῶν μελημάτων, ἐνεκρώθητε ὄντες ἔτι ἐν σώματι, ἀσκήσει θεοφόρῳ, μακάριοι Πατέρες, διὸ τούτων λυτρώσασθε· πάντας τοὺς πίστει ὑμᾶς, τιμῶντας ἀθλοφόροι.
Ἀρετῶν τὴν ὁλκάδα, ἐπληρώσατε πάσης ἐνθέου πράξεως, διὸ καὶ εἰς λιμένα, ὁρμήσαντες Κυρίου, οὐρανόθεν παρέχετε· χάριν ἡμῖν ἀσκηταί, ποθοῦσι σωτηρίαν.
Θεοτοκίον.
Θαυμαστοῦται Υἲός σου, Θεομῆτορ ὲν πᾶσι τοῖς ἀγαπήσασι, ζωὴν Αὐτοῦ τὴν θείαν, καὶ πάσῃ προθυμίᾳ, σταυρὸν αἴρουσι τίμιον· ὃν καὶ ἡμᾶς ἐν χαρᾷ, φιλεῖν καταξιώσαις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λαμπαδηφόροι, εἰς Βασιλείαν Πατέρες ἐν χαρᾷ εἰσήλθετε Κυρίου, ἔνθα κληρονόμους, ἡμᾶς δείξατε πάντας.
Οὑρανοδρόμοι. πρὸς τὰς ἁγίων σκηνώσεις, ἐπετάσθητε διὰ τοῦ μαρτυρίου, σκέποντες πρεσβείαις, ὑμᾶς τοὺς ἀνυμνοῦντας.
Φωτὸς ἀὔλου ἐν μετοχῇ γεγονότες θεοφόροι Πατέρες Θαβωρίου, σκότος ἀθυμίας, διώξατε καὶ πάθη.
Θεοτοκίον.
Ὄταν Παρθένε, ἐν τῇ αὐτοῦ θείᾳ δόξῃ, ὁ Υἱός σου ἐλεύσηται καὶ κρίνῃ, κόσμον λύτρωσαί με, δικαίας καταδίκης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥιπίζει θείαις αὔραις, τὰς ἡμῶν καρδίας ἡ ἱερὰ ὑμῶν μνήμη μαχάριοι, καὶ ἀναψύχει καυμάτων, βίου τοῦ τάλανος.
Οὑράνιον γαλήνην, ἄνωθεν Πατέρες, καταβιβάζετε πᾶσι τοῖς πάσχουσι, καὶ αἰτουμένοις ταχεῖαν, ὑμῶν ἀντίληψιν.
Ἰἄσθε νοσημάτων, Χάριτι Κυρίου, τοὺς προσκυνοῦντας τὰ τίμια Λείψανα, καὶ εὐλογίας δωρεῖσθε, Πατέρες Ἂγιοι.
Θεοτοκίον.
Ἀγάλλεται ἡ φύσις, πᾶσα τῶν ἀνθρώπων, ὡς κεκτημένη σε Μῆτερ μεσίτριαν, πρὸς τὸν Δεσπότην καὶ κτίστην, τὸν ἀγαθώτατον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρει Παντοχράτορος ἡ μονή, κεκτημένη πλοῦτον, τοὺς Πατέρας τοὺς ἐν αὑτῇ, πρῶτον ἐν ἀσκήσει, δοξάσαντας Δεσπότην, καὶ εἶτα μαρτυρίῳ, συντελευτήσαντας.
Πίστει προσκυνοῦντας τὰ ἱερά, Λείψανα Πατέρες, τὰ μυρίπνοα καὶ σεπτά, ἃ ἡμῖν ὡς κλῆρον, ἐλίπετε τοῖς τέκνοις, πλουτίσατε χαρίτων Ἀγίου Πνεύματος.
Νόσων καὶ παντοίων ἐπιφορῶν, λυτρώσασθε πάντας, αἰτουμένους τὴν ἀρωγήν, καὶ τὴν εὐλογίαν, ὑμῶν σεπτοὶ Πατέρες, εἰς δόξαν τοῦ Κυρίου, καὶ Παντοκράτορος.
Ἒνθαπερ τὸν βίον θεοφιλῶς, Πατέρων τὸ σμῆνος, ἐτελέσατε καὶ σεπτόν, μαρτυρίου στέφος, ἐδέξασθε σκιρτῶντες, πάρεστε ἀοράτως, ἡμᾶς στηρίζοντες.
Μεταμορφωθέντος τὴν ἱεράν, μάνδραν παροικοῦντες, Ἀναστάσεως τὴν χαράν, ἔχοιμεν ἐν βίῳ καὶ ἄνω θείαν δόξαν, τοῦ Θαβωρίου ὄρους, Πατέρες πάντιμοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, με’ ἣν ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντων τῶν Χριστοῦ μακαρισμῶν, κληρονόμοι ὄντες Πατέρες, οἱ Ὁσιόαθλοι, δέξασθε αἰτήματα ἡμῶν καὶ πάντοτε, τὸ συμφέρον παρέχετε, ὡς νέφη τὰς θλίψεις, καὶ τὰ ἀῤῥωστήματα ψυχῶν διώκοντες, ὅπως καταυγάζῃ καρδίαις, τὸ γλυκὺ προσώπου Κυρίου, φῶς οὗ νῦν ὑμεῖς φαιδρῶς μετέχετε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι
Φιλανθρωπίᾳ χρήσασθε τοῖς αἰτουμένοις πόθῳ
καὶ προσκυνοῦσι Λείψανα ὑμῶν, Πατέρες θεῖοι.
