Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Βησσαρίωνα τῆς Φθίας προστάτην, καὶ τοῦ Ἀγάθωνος μονῆς τὸν πατέρα, τὸν μοναστὴν καὶ θύτην ἐπαινέσωμεν, μάκαρ ἀνακράζοντες, φροντιστὰ τῶν πενήτων, καὶ φιλοστοργότατε, τῶν πεσόντων ἐν λάκκῳ, ἁμαρτιῶν μὴ παύσῃ ταῖς λιταῖς, φροντίζων πάντας, τοὺς σὲ ἱκετεύοντας.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις, ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Καὶ ὀ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
«Βησσαρίωνος θύτου εὐχὰς λιτάζει Ἰωήλ»
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βαδίσας τὸν δρόμον τῆς ἀρετῆς, σεμνὲ Βησσαρίων, εἰς τὸ πλάτος τοῦ οὐρανοῦ, ἐλήλυθας ὄντως ἐπαξίως, διὸ λιταῖς σου ἡμᾶς περισκέπασον.
Ἡ Φθία ὡσαύτως καὶ ἡ μονή, Ἀγάθωνος πάτερ, Βησσαρίων ἱκετικῶς, θερμῶς τὴν σὴν χάριν ἐκζητοῦσιν, ὅπως ῥυσθῶσι κακῶν τοῦ ἀλάστορος.
Σοφῶς οἰκονόμησον τῆς Μονῆς, σεμνὲ Βησσαρίων, τὰς ἐλλείψεις ὡς ἀδελφός, αὐτῆς καὶ παράσχου τὴν εἰρήνην, τοῖς μονασταῖς καὶ λαῷ εὐσεβόφρονι.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα τῶν γηγενῶν, Πανάχραντε Κόρη, τοῦ νοός μου τοὺς λογισμούς, τοὺς ὄντως ἀτάκτους καὶ ἀσκόπους, πρὸς τὸν Υἱόν σου λιταῖς σου κατεύθυνον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀναβὰς Βησσαρίων, εἰς οὐρανοὺς ἔτυχες, τῆς μακαριότητος πάτερ, τῶν ἄνω τάξεων, διὸ τοὺς μέλποντας, τὴν θαυμαστὴν βιοτήν σου, ἀπὸ πάσης θλίψεως εὐχαῖς ἀπάλλαξον.
Ῥαθυμίας καὶ πάσης, ψυχοβλαβοῦς ἕξεως, ὡς κατανικήσας τὰ πάθη, ψυχῆς καὶ σώματος, πάτερ διάσωσον, τοὺς προσκυνοῦντας ἐν πίστει, τὸ σεπτόν σου λείψανον, τὸ ἀδιάφθορον.
Ἰατρὸς κατὰ πνεῦμα, ἐν τῇ ζωῇ ὅσιε, ἄριστος ὀφθεὶς τοῖς ἀνθρώποις, πάντων θεράπευσον, ἱκετηρίαις σου, πρὸς τὸν Χριστὸν Βησσαρίων, τῆς ψυχῆς τὰ τραύματα, τὰ δυσθεράπευτα.
Θεοτοκίον.
Ὁλοθύμως Παρθένε, ὁ ταπεινὸς δοῦλός σου, κλῆσιν τὴν ἁγίαν σου ἔχων, ἐν τῇ καρδίᾳ μου, καὶ ἐνηδύνομαι, καὶ ἀνακράζω σοι Μῆτερ, τῇ σῇ σκέπῃ φύλαττε, τὸν ἀνυμνοῦντά σε.
Διάσωσον, ἐξ ἀδοκήτων πανεύφημε Βησσαρίων, τοὺς ἐν πίστει ἀσπαζομένους πάτερ σὴν λάρνακα, καὶ αἰτουμένους πταισμάτων τὴν θεραπείαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χαρίτων πηγή, ποικίλων θεοδόξαστε, ἐδείχθη νυνί, ἡ θήκη τοῦ σοῦ σώματος, ἰᾶται γὰρ νοσήματα, καὶ ψυχῆς θεραπεύει τὰ τραύματα, καὶ ὁρωμένη θαρσύνει πολλούς, σεμνὲ Βησσαρίων πανσεβάσμιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητὴς ἀναδέδειξαι, σαρκικῶν θεόφρον ἐπαναστάσεων, διὸ σκέδασον ἀλάστορος, βέλη καθ’ ἡμῶν κατευθυνόμενα.
Οὐρανόθεν ἐπίβλεψον, ἐπὶ τὴν ἁγίαν μονήν σου ἅγιε, Βησσαρίων καὶ προστάτευσον, τοὺς ἐνασκουμένους πατέρας ῥώμῃ σου.
Σωστικαῖς ἐνεργείαις σου, τοῖς προσερχομένοις θείᾳ λάρνακι, τοῦ λειψάνου σου πανόσιε, Βηασσαρίων δὸς ψυχῆς τὰ πρόσφορα.
Θεοτοκίον.
Θεωρίαν τοὺς δούλους σου, ἐν τῷ παραδείσῳ ἰδεῖν ἀξίωσον, τοῦ προσώπου τοῦ Κυρίου σου, καὶ Υἱοῦ σου Μῆτερ ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον ἡμᾶς, Βησσαρίων ἱκεσίαις σου, τοὺς πεσόντας ἐν τῷ λάκκῳ γεηρῶν, καὶ αἰτοῦντας τὴν σὴν χάριν καὶ βοήθειαν.
Τὴν σεπτὴν μονήν, Βησσαρίων τοῦ Ἀγάθωνος, ἀπὸ ἔριδος καὶ ἄλλης προσβολῆς, τοῦ ἀρχαίου πτερνιστοῦ ἀεὶ προφύλαξον.
Ὅλως ἐν κακοῖς, ἐδαπάνησα τὸν βίον μου, καὶ ἐμόλυνα χιτῶνα τῆς ψυχῆς, διὸ ὤθησον κἀμὲ πρὸς τὴν μετάνοιαν.
Θεοτοκίον.
Ὕμνους ἱερούς, ἱκεσίας ἀναπέμπομεν, πρὸ τῆς θείας σου εἰκόνος Μαριάμ, ἐκζητοῦντες προστασίαν σου τὴν ἄμαχον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπέρχονται, τῶν παθῶν τὰ κύματα, καὶ χειμάζουσι τὸν βίον μου ὄντως, καὶ εἰς βυθόν με κατάγουσι πάτερ, καὶ εἰς πνιγμὸν ἀπογνώσεως ἄγουσιν, ἀλλὰ θαῤῥῶ τῇ σῇ ἀλκῇ, Βησσαρίων σωθῆναι ὁ ἄθλιος.
Ὑφέρπων, ὁ ἐχθρὸς προσβάλλει με, λογισμοῖς ὑπερηφάνοις καὶ φαύλοις, καὶ ἐξωθεῖ με πανόσιε πάτερ, ἀποβαλεῖν τὴν ἁγίαν ταπείνωσιν, διὸ κατάστειλον αὐτοῦ, κατ’ ἐμοῦ τὴν μανίαν πανόλβιε.
Χαρίτωσον, Βησσαρίων ἅπαντας, τοὺς ἐλθόντας προσκυνῆσαι ἐνθέως, ἐν τῇ Μονῇ σου σορὸν τὴν ἁγίαν, τῶν σῶν λειψάνων καὶ πάρεχε σώματος, τὴν ὑγιείαν σταθηράν,
καὶ ψυχῆς τὴν εὐστάθειαν ἅγιε.
Θεοτοκίον.
Ἀνάστησον, Θεοτόκε Πάναγνε, τοὺς σοὺς δούλους ἀνιάτως νοσοῦντας, ἐν τῇ ψυχῇ ταῖς δειναῖς ὑπονοίαις, τῶν φοβιῶν καὶ θανάτου Ἀνύμφευτε, καὶ δὸς λιταῖς σου ἱεραῖς, τὴν εἰρήνην νοὸς πολυφρόντιδος.
Διάσωσον, ἐξ ἀδοκήτων πανεύφημε Βησσαρίων, τοὺς ἐν πίστει ἀσπαζομένους πάτερ σὴν λάρνακα, καὶ αἰτουμένους πταισμάτων τὴν θεραπείαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸ πανσεβάσμιον θεῖόν σου λείψανον, παρέχει ἴασιν πάτερ τοῖς κάμνουσι, καὶ τὴν ὑγείαν δωρεῖται τοῖς πάσχουσιν, ὦ Βησσαρίων Πατέρων ἐφάμιλλε, διό σου τὴν χάριν αἰτούμεθα.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17 – 23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, 18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. 20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23 Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίουπρεσβείαις Ἐλεήμων, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε πανθαύμαστε, τῶν Φθιωτῶν προστασία, καὶ Μονῆς Ἀγάθωνος, κόσμημα νέον τὸ πολυέραστον, ταῖς λιταῖς ἔνδοξε, πρὸς τὸν σὸν Δεσπότην, τοὺς ἐν πίστει προσκυνοῦντάς σου, τὸ ἀδιάφθορον, καὶ τὰ μύρα βλύζον τῆς χάριτος, φθοροποιῶν παθήσεων, καὶ ἀῤῥωστημάτων τὴν ἴασιν, λείψανον θεόφρον, παμμάκαρ διαφύλαξον ἀεί, καὶ τῇ σῇ σκέπῃ προστάτευσον, Βησσαρίων ὅσιε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωφροσύνην τοῖς νέοις, καὶ ἐγκράτειαν χάρισαι, τὴν σωτήριον, εὐστάθειαν ἐν βίῳ, καρδίαν Βησσαρίων, καθαρὰν καὶ ἀμόλυντον, δὸς πάτερ πᾶσιν ἡμῖν, τοῖς σὲ ἀνευφημοῦσι.
Λογισμῶν ἀκαθάρτων, τοῦ νοός μου παμμάκαρ, ταῖς σαῖς δεήσεσι, διάλυσον τοὺς πλόκους, καὶ πάρεχε ἐννοίας, μετανοίας καὶ δάκρυα, ὅπως τὴν θείαν στολήν, ἐκπλύνω τῆς ψυχῆς μου.
Ἰταμῶς ὁ βελίαρ, κατ’ ἐμοῦ ἐκτοξεύει, τὰ βέλη ἅγιε, παθῶν ἀκαθαρσίας, πορνείας ψυχοφθόρου, ὡς καὶ πάσης χαυνότητος, ἀλλὰ τὰ ὅπλα αὐτοῦ, κατάστρεψον σῇ ῥώμῃ.
Θεοτοκίον.
Τοῦ Υἱοῦ σου τὴν χάριν, ἐκζητῶ Θεοτόκε, ἀειμακάριστε, πολλὰς γὰρ ἐνοχλήσεις, ἐκ τοῦ ἀντικειμένου, ὁ ταλαίπωρος δέχομαι, ὅπως ὁδεύσω καλῶς, ὁδὸν τῆς σωτηρίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπὸ σκανδάλων, τῶν κακοτρόπων ἀνθρώπων, τοὺς μονάζοντας σεμνὲ ἐν κοινοβίῳ, φάνηθι ὁ φύλαξ, καὶ ἐπιστάτης ἅμα.
Ζώωσον πάτερ, ταῖς σαῖς πνοαῖς τῶν χαρίτων, νεκρωθεῖσαν τὴν ψυχήν μου ἀκηδίᾳ, καὶ ἐξέγειρόν με, παμμάκαρ Βησσαρίων.
Ἔμπλησον μάκαρ, πνευματικῶν δωρημάτων, τὴν Μητρόπολιν τῆς Φθίας ἣν ὡς κῆρυξ, ἐφώτισας τοῖς λόγοις, καὶ ἔργοις Βησσαρίων.
Θεοτοκίον.
Ἰδοὺ τιμῶντες, τὴν σὴν ἁγίαν εἰκόνα, ἱκετεύομεν γονυπετεῖς Παρθένε, τὴν ἡμῶν πατρίδα, φυλάττουσα μὴ παύῃ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰὸν τῆς ἀθεΐας, πάτερ Βησσαρίων, ἐκ τοῦ νοὸς καὶ καρδίας διάλυσον, τῶν εὐσεβῶς τῇ σῇ κλήσει καλούντων σε.
Ὡς ἄγγελος πενήτων, δείχθητι παρέχων, τὸν πορισμὸν ἀγαθῶν ὡς φιλάνθρωπος, τοῖς ἐνδεέσιν ἀνθρώποις, τοῖς σὲ γεραίρουσι.
Ἡ Φθία πᾶσα χαίρει, καὶ ἡ Μονὴ πάτερ, τῆς μετανοίας σου γάννυνται μέλπουσαι, τὰ σὰ σημεῖα αἰτοῦσαι, αὐταῖς τὰ δέοντα.
Θεοτοκίον.
Λιμὴν ἀπεγνωσμένων, Θεοτόκε Κόρη, τῷ θείῳ τόκῳ σου ὄντως γεγένησαι, διὸ γαλήνην παράσχου, τοῖς σὲ γεραίρουσι.
Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.
καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὤφθης Βησσαρίων πνευματικός, ἄριστος ὡς ἔχων, τὴν διάκρισιν ὁδηγόν, καὶ Χριστοῦ τὴν χάριν, διὸ τοὺς προσελθόντας, ἐν σοὶ ἐν μετανοίᾳ, πάντας ἐφώτισας.
Τὴν σεπτὴν σορόν σου ὡς θησαυρόν, οἱ συμμονασταί σου, ἐν τῇ μάνδρᾳ σου τῇ σεπτῇ, ἔχοντες τὰ δῶρα, τὰ σὰ καὶ τὰ ἐλέη, παμμάκαρ Βησσαρίων, ἀεὶ λαμβάνουσι.
Κῆρυξ μετανοίας ἁμαρτωλοῖς, καὶ νοσοῦσι πάτερ, ἰατρεία καὶ κουφισμός, πένησιν ὁ φίλος, ὁμοῦ καὶ τροφοδότης, θεόφρον Βησσαρίων, ἐσχάτως γέγονας.
Χαίροις τοῦ Ἀγάθωνος τῆς Μονῆς, πάτερ Βησσαρίων, ὁ σεβάσμιος λειτουργός, χαίροις μοναζόντων, ὑπακοῆς ὁ τύπος, καὶ πάσης εὐσεβείας, λύχνος πολύφωτος.
Τῶν ἁγίων Φθίας ἡ θαυμαστή, ἡ λαμπρὰ προσθήκη, Βησσαρίων θαυματουργέ, ἐπεγνώσθης πάτερ, ταῖς σαῖς θεοσημείαις, ἐν τοῖς ἐσχάτοις χρόνοις, θεοχαρίτωτε.
Πάντες οἱ τὴν μνήμην σου ἐν χαρᾷ, τελοῦντες παμμάκαρ, Βησσαρίων ἱερουργέ, χάριν καὶ ἐλπίδα, ἀρύονται ἐν βίῳ, καὶ τοῦ ἐχθροῦ τροποῦνται, τὰ πανουργεύματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε, ἡ χορεία μοναστῶν, δεῦτε καὶ πιστῶν αἱ ἀγέλαι, θυτῶν ὁ σύλλογος, κοσμικῶν τὸ ἄθροισμα, νέων ὁμήγυρις, προσκυνήσωμεν λάρνακα, τοῦ σεπτοῦ λειψάνου, ὃ Χριστὸς ἐδόξασε, τοῦ Βησσαρίωνος, λέγοντες ἐκ βάθους καρδίας, ὅσιε μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ἐν πίστει εὐφημούντων σε.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.
22 Ιανουαρίου
Το Λείψανο του Αγίου βρίσκεται αδιάφθορο στη Ιερά Μονή Αγάθωνος.