Παρακλητικός Κανών εις τον Όσιο Κυριάκο τον Αναχωρητή
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Tὸ τῆς ἐρήμου εὐθαλέστατον ἔρνος καὶ ἀσκουμένων ὡραιότατον ἄνθος, ὡς μάστιγα πατάσσουσαν μανίαν ἐχθροῦ καὶ ἀγάπης σάλπιγγα τοῦ Θεοῦ τοῦ Ὑψίστου, μέλψωμεν κραυγάζοντες ἐν ψυχῆς κατανύξει, Κυριακέ, ἀξίωσον τυχεῖν, τοὺς σοὺς ἱκέτας, ζωῆς τῆς ἀμείνονος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κυριακέ, Θεὸν ἰδεῖν με ἀξίωσον ἐν πόλῳ. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Kακίας ἐκλύτρωσαι τοῦ ἐχθροῦ, τοὺς σὲ ἀνυμνοῦντας, θεοφόρε Κυριακέ, ὁ πάγας αὐτοῦ κατασυντρίψας, τοῖς ἐν ἐρήμῳ ἀόκνοις καμάτοις σου.
Ὑμνοῦντες σὴν ἔνθεον βιοτήν, βοῶμεν ἐκθύμως, σκεῦος θεῖον Κυριακέ, τοῦ Πνεύματος σκέπε σοὺς ἱκέτας, καὶ πρὸς χαρὰν αἰωνίζουσαν ἴθυνον.
Ῥανίσι σοφίας σου ἀκραιφνοῦς, χοροὺς ὁ μεθύσκων, μονοτρόπων Κυριακέ, κατάρδευσον αὔλακας ψυχῆς μου, τοῦ δαπανῶντος ἀσόφως τὸν βίον μου.
Θεοτοκίον.
Ἱάσεων φρέαρ παντοδαπῶν, ἁγνὴ Θεοτόκε, τοὺς ἐν κλίναις ἀσθενειῶν, κειμένους ἱκέτας σου ταχέως, τῆς χάριτός σου τοῖς νάμασιν ἔγειρον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀσκητῶν ἐκμαγεῖον Κυριακὲ πάνσοφε, τοῦ σταυροῦ φορτίον ὁ ἄρας, ἐπὶ τῶν ὥμων σου, καὶ Σουσακείμ, Νατουφᾶ, καῖ τοῦ Ῥουβᾶ ἐνδοτέραν, ὁ πολίσας ἔρημον, ῥῦσαί με θλίψεων.
Κλῆσιν τῶν προφερόντων τὴν σὴν σεπτὴν ἴθυνον, πρὸς νομὰς εὐκλείας ἀῤῥήτου, πάτερ θειότατε, Κυριακὲ θαυμαστέ, Κορίνθου πάντιμον γέρας, καὶ ἀγγέλων σύσκηνε θείοις ἐν δώμασιν.
Ἐρημίας οἰκῆτορ Κυριακὲ ὅσιε, ὁ καρπὸν ἐσθίων τῆς σκίλλης, ἄγαν πικρότατον, ὃν δι᾽ εὐχῆς εἰς γλυκύ, μεταποιῶν σῆς ἐνθέρμου, εἰς χαρὰν μετάβαλε θλίψεις ἱκέτου σου.
Θεοτοκίον.
Θεοτόκε Παρθένε χριστιανῶν στήριγμα, κλονουμένους στήριζε βάκτρῳ σῶν παρακλήσεων, τοὺς καθ᾽ ἑκάστην πιστῶς, σπεύδοντας σῇ ἀντιλήψει, ἀρωγῇ ταχείᾳ σου καὶ προστασίᾳ σου.
Διάσωσον, Κυριακὲ θεοφόρε, τοὺς σὲ ὑμνοῦντας, ἐκ μανίας τοῦ δυσμενοῦς καὶ πόνων καὶ θλίψεων, λιταῖς σου πρὸς Κύριον διαθέρμοις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ καὶ νήψεως ἀπαύγασμα, ἀναχωρητῶν ὡς κλέισμα τιμῶντές σε, θερμῶς ἀνακράζομεν· ὁ πολίσας τὴν ἔρημον, καὶ πρὸς ἐχθρὸν πυκτεύσας δυσμενῆ, αὐτοῦ καθ᾽ ἡμῶν ἐνέδρας πάτησον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπομβρίαις ἐντεύξεων, ἔθου πρὸς τὸν εὐίλατον Παντοκράτορα, ῥύπου κάθαρον ἱκέτας σου, ἀσκητὰ Κυριακὲ περίδοξε.
Ὄρμον ἔχων ἀχείμαστον, ἔρημον τὰς δίνας τοῦ βίου ἔφυγες, ὦ Κυριακἐ προσφύγων σου, ὅρμε γαληνὲ καὶ ἀκλυδώνιστε.
Νεολαίαν κατεύθυνον, πρὸς Θεοῦ ἐπίγνωσιν σαῖς δεήσεσι, φῶς Κυριακὲ ὡς ἄδυτον, σωφροσύνης μάκαρ καὶ συνέσεως.
Θεοτοκίον.
Ἱσχυροὺς τοὺς οἰκέτας σου, δεῖξον ἐν ταῖς μάχαις κατὰ τοῦ δαίμονος, καὶ τοὺς ὕμνοις σε γεραίροντας, Μῆτερ τοῦ Ὑψίστου περιφρούρησον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δύναμιν λαβὼν οὐρανόθεν κατεπάλαισας, τὸν μισόκαλον ἐχθρὸν Κυριακέ, οὗ μανίας με τὸν δύστηνον ἐκλύτρωσαι.
Ἒσχες πρὸς Θεὸν ἐστραμμένην ἐκ νεότητος, τὴν πυξίδα σῆς ψυχῆς Κυριακέ, ἀρωγὲ καὶ ἀντιλῆπτορ τῶν τιμώντων σε.
Ἵθυνον ἡμᾶς, πρὸς ζωὴν τὴν αἰωνίζουσαν, ἀσκητὰ θεοειδὲς Κυριακέ, κατευθῦντορ μονοτρόπων ἀπλανέστατε.
Θεοτοκίον.
Νέκρωσον σαρκός, τὰς κινήσεις Μητροπάρθενε, τῷ τῶν σπευδόντων σῇ ἐνθέρμῳ ἀρωγῇ, καὶ πιστῶς ἐκδεχομένων τὴν σὴν εὔνοιαν.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μονότατος, ἐν ἐρήμῳ ᾧκησας, θαυμαστὲ Κυριακέ, μετ᾽ ἀγρίων θηρῶν ὡς θὴρ συνοικήσας καὶ πάθη τὰ ψυχοφθόρα συντόνῳ ἀσκήσει σου, καταπραΰνας, ἀσκητά, ὑμνητῶν σου ἀνύστακτε ἔφορε.
Εὐίλατον, ἐκτενῶς Θεάνθρωπον, ἐκδυσώπει ὑπὲρ τῶν εὐφημούντων, Κυριακὲ σοὺς ἀόκνους καμάτους, δι᾽ ἀρετῆς καὶ σοφίας τελείωσιν, οὒς ἔτλης ἀναχωρητά, ἐν ἐρήμῳ βιώσας ὡς ἄσαρκος.
Ἀγώνων σου, τοῖς ἱδρῶσιν ἔσβεσας, τῶν παθῶν τῶν χαμαιζήλων τὴν φλόγα, βλαστὲ Κορίνθου ὁ χθόνα πολίσας, τῆς Παλαιστίνης διὸ ἱκετεύω σε· κατάσβεσον Κυριακέ, πῦρ παθῶν ἀλγεινῶς τυρανούντων με.
Θεοτοκίον.
Ξηράναντος, σάρκα παρακλήσεσι, θεαυγοῦς Κυριακοῦ Θεοτόκε, ἀσκητικοῖς ἐν ἐρήμῶ ἀγῶσι, παθῶν ἡμῶν ἀποξήρανον βόρβορον, καὶ φύτευσόν μοι ἀρετῆς, καὶ ἁγνότητος κρίνον ἡδύπνευστον.
Διάσωσον, Κυριακὲ θεοφόρε, τοὺς σὲ ὑμνοῦντας, ἐκ μανίας τοῦ δυσμενοῦς καὶ πόνων καὶ θλίψεων, λιταῖς σου πρὸς Κύριον διαθέρμοις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν ξενιτείαν ποθήσαντα μέλψωμεν, καὶ ξενωθέντα σαφῶς ματαιότητος, ὡς ἀρετῆς τιμαλφέστατον μέλαθρον, Κυριακόν, καὶ πιστῶν ἑτοιμότατον, φρουρὸν καὶ προστάτην καὶ πρόμαχον.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17 – 23).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· ακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην άποθέμενοι.
Σπήλαιον δυσπρόσιτον, τὸ Κρεμαστὸν κεκλημένον, θεῖον οἰκητήριον, τοῦ σεπτοῦ Χαρίτωνος ὡς ἀγώνων σου, ἱερῶν μέλαθρον, καὶ λαμπρὸν τέμενος, ἐπιλέξας χαριτόβρυτε, εὐχῆς εἰς ἄῤῥητον, ἤρθης ἀπαθείας καὶ νήψεως, Κυριακὲ τρισόλβιε, ἀναχωρητῶν ἐγκαλλώπισμα· ὅθεν ἀνυμνοῦντες τοὺς πόνους σου, πρὸς κτῆσιν ἀρετῆς τὰς σὰς εὐχὰς ἐκδεχόμεθα, πρὸς ζωὴν ἀμείνονα.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰκετῶν σου τὸ πλῆθος, λογισμῶν ἐξ ἀτάκτων βοθύνου ἕλκυσον, πρὸς κάθαρσιν καὶ ῥῦσαι, χαμαιζηλίας πάντας, τοὺς ἀεὶ εὐφημοῦντάς σε Κυριακέ, ἀσκητῶν ὁσίων ὡραιότης.
Ὠς Ῥουβᾶ τῆς ἐρήμου, καὶ Σουκᾶ θείας Λαύρας λαμπρὸν ἐντρύφημα,Κυριακὲ λιταῖς σου, παθῶν τὰς ἐξεγέρσεις, σῶν προσφύγων κατάστειλον, καὶ ῥῦσαι πάντας δεικῶν, τοὺς μακαρίζοντάς σε.
Στέφοντές σου τὴν μνήμην, πόθῳ ἄνθεσιν ὕμνων θερμῶς βοῶμέν σοι· Κυριακέ, μὴ παύσῃ, δεόμενος Κυρίου, ὑπὲρ πάντων τιμώντων σε, ὡς ὁδοδείκτην λαμπρὸν σωθῆναι τῶν θελόντων.
Θεοτοκίον.
Ὀμβροτόκε νεφέλη θεϊκῆς συμπαθείας καὶ ἀντιλήψεως, Κυρία Θεοτόκε, ἐπόμβρισον θεόθεν, ὑετὸν θείας χάριτος, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, τοῖς μεγαλύνουσί σε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νηστείας κέρας Κυριακέ, λαιμαργίας, ἀνωτέρους ἱκέτας σου δεῖξον, τοὺς ἀνευφημοῦντας, ἀσκήσεώς σου πόνους.
Ἐχῶν τὸν φόβον Θεοῦ ἀρχὴν ὡς σοφίας ἰσαγγέλως ἐβίωσας, μάκαρ, εὐσεβῶν μεσῖτα, Κυριακέ, πρὸς Κτίστην.
Νικῆσαι πλάνον, ἡμᾶς ἀξίωσον πίστει, τοὺς ὑμνοῦντας σοὺς θείους καμάτους, πρὸς σοφίας κτῆσιν, Κυριακὲ θεόφρον.
Θεοτοκίον.
Παθῶν ἰλύος, σοὺς δούλους κάθαρον τάχος, ταῖς ῥανίσι σεπτῶν πρὸς Υἱόν σου, Κεχαριτωμένη, δεήσεων Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἱ δῆμοι χριστωνύμων μεγαλύνοντές σε Κυριακέ, ὡς μυράλειπτρον νήψεως, ἐκδυσωποῦμέν σε· πλῆσον ἡμᾶς σῆς χάριτος.
Λαμπὰς παμφαεστάτη, βιοτῆς ὁσίας, Κυριακέ, σκοτομήνην ἀπέλασον ἡμῶν παθῶν ψυχοκτόνων καὶ πάσης θλίψεως.
Ὠς οἰκιστὴν ἐρήμου, σὲ ὑμνολογοῦντες, ἀπεκδεχόμεθα θείας πρεσβείας σοῦ, ἵνα χαρᾶς εἰς λιμένα ἀλήκτου πλεύσωμεν.
Θεοτοκίον.
Χριστοῦ ἁγία Μῆτερ, Κεχαριτωμένη, τῶν πειρασμῶν καὶ στενώσεως δίωξον, φωτὶ εὐχῶν σου τὸν ζόφον, Θεογεννήτρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς ἐρήμου ὁ πολιστής, νυχθημέροις πόνοις, ὁ νικήσας τὸν δυσμενῇ, καὶ παρὰ Κυρίου λαβὼν τῆς νίκης στέφος, Κυριακέ πατέρων θείων ἀκρώρεια.
Χαίροις ταπεινώσεως ἀηδών, ἡ ἐν τῇ ἐρήμῳ, ὦ κελαδήσασα ἱερῶς, τοῦ Κυρίου δόξαν, Κυριακὲ τρισμάκαρ, ἀσκητικοῖς ἀγῶσι καὶ κατορθώμασι.
Νατουφᾶ, Ῥουβᾶ τε καὶ Σουσακεὶμ τῆς ἐρήμου ὥφθης θεοτίμητος πολιστής, ἀναχωρητῶν τε, Κυριακέ, ἀκρότης καὶ ἀσκητῶν ἐνθέων ἡ ὑποτύπωσις.
Ἀγῶν ἡσυχίαν Κυριακέ, φρόνμος, θεόφρον καὶ πανόσιος ὡς ἀνὴρ συμπολίτης πάντων ἐπώφθης τῶν ἁγίων καὶ τοῦ Θεοῦ οἰκεῖος, πάτερ παγκόσμιε.
Εὑκλεοῦς Κορίνθου σεπτὲ βλαστὲ καὶ σεμνὲ οἰκῆτορ τῆς ἐρήμου Κυριακέ, ἤνθησας ὡς ῥόδον ἐν βάθει τῆς ἐρήμου, ἀζύγων καθηδῦνον δήμους ἀγῶσί σου.
Πρέσβευε ἀπαύστως, Κυριακέ, τῷ Θεῷ τῶν ὅλων, ὑπὲρ πάντων τῶν εὐλαβῶς, σοὶ καταφευγόντων ἐν πάσαις βίου ζάλαις, σοφίας τῆς ἐνθέου φοῖνιξ ὑψίκομε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀετὲ χρυσοπτέρυξ ἐρήμου, ὅσιε Κυριακέ, σῶν ἀγώνων, ἀσκητικῶν καλιὰν, ἐν αὐτῇ ὁ πήξας ἄνωθεν ἐπίβλεψον, ἐπὶ τοὺς ἐγκωμιαστὰς σῆς ἀμέμπτου ἀγωγῆς, νηστείας καὶ ἐγκρατείας βοῶντας· γόνε Κορίνθου, ἡμῖν ἱλέωσαι τὸν Κύριον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄.Ὅτε ἐκ του ξύλου.
Κλέος θείων ἀναχωρητῶν καὶ ἐρημιτῶν κοσμιότης, Κυριακὲ παμφαές, ζόφωσιν ἀπέλασον ἡμῶν τῶν θλίψεων καὶ παθῶν τὴν σκοτόμαιναν εὐχαῖς σου ἀόκνοις, πρὸς τὸν πανοικτίρμονα Θεὸν καὶ Κύριον, ἵνα ἐν φωτὶ ἀπαθείας καὶ χρηστοηθείας ὁ τάλας πορευθῶ ὁ ὕμνοις μεγαλύνων σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Νεκτάριον, Κυριακέ, σύσκηνον σου
ἐν πόλῳ δεῖξον Χαραλάμπης κραυγάζει.