Παρακλητικός Κανών εις τον άγιον ενδοξον Νεομάρτυρα Νικήτα τον Νισύριον
Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ο῾μολογήσας ἀνδρικῶς τὸν Σωτῆρα, μὴ δειλιάσας τῶν ἐχθρῶν τὴν μανίαν, φερωνυμίᾳ ἔλαμψας, Νικήτα θαυμαστέ· ὅθεν ἐξανέτειλας, ὡς φωστὴρ φωτοβόλος, ἐν ἐσχάτοις ἔτεσι, τῶν θαυμάτων τῇ αἴγλῃ, καταπυρσεύων πάντων τὰς ψυχάς, τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».
Ὠιδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νισύρου ὁ γόνος ὁ εὐκλεής, Νικήτα παμμάκαρ, Νεομάρτυς τοῦ Ἰησοῦ, αὐτὸν ἐκδυσώπει παῤῥησίᾳ, σωθῆναι πάντας τοὺς σὲ μακαρίζοντας.
Τοῖς χειμαζομένοις ἐν συμφοραῖς, καὶ ἐξαιτουμένοις, τὴν ὀξείαν σου ἀρωγήν, πρυτάνευσον ἄνεσιν Νικήτα, τῇ ἐνεργείᾳ τῆς θείας πρεσβείας σου.
Εὐχῶν σου τῇ δρόσῳ τῇ μυστικῇ, Νικήτα παμμάκαρ, καταδρόσισον τὰς ψυχάς, τῶν ἐν κατανύξει σε ὑμνούντων, ὡς εὐσεβείας υἱὸν γνησιώτατον.
Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός σου τῆς μητρικῆς, τὴν ἐν ἁμαρτίας σκοτοδίνῃ, ἐζοφωμένην ἀθλίως καρδίαν μου.
Ὠιδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ε᾿ναθλήσας τῷ ξίφει, ὡς ἀθλητὴς ἄριστος, νίκης ἐκοσμήθης Νικήτα, τῷ διαδήματι. Ὅθεν τὴν ἄκοσμον, καθικετεύω ψυχήν μου, συμπαθῶς ὡραίωσον, τῇ προμηθείᾳ σου.
Ρ῾αθυμίας ἀτόπου, καὶ χαλεποῦς μήνιδος, Μάρτυς Ἀθλοφόρε Νικήτα, πάντας ἀπάλλαξον, τοὺς προσιόντας σοι, καὶ εὐσεβῶς ἐκβοῶντας· Χαῖρε σκεῦος τίμιον, Θεοῦ τῆς χάριτος.
Νέος ἄσωτος ὤφθην, ὁ πονηρὸς ἄνθρωπος, καὶ τῶν ἡδονῶν ταῖς ἀσχέτοις, ὁρμαῖς ὑπέκυψα. Ὅθεν πρεσβείαις σου, ἐλέησόν με Νικήτα, ἵνα μακαρίζω σε, ὡς εὐσυμπάθητον.
Θεοτοκίον.
Υ῾περύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἄν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.
Διάσωσον ὁ στεφανίτης Νικήτα τῆς ἀληθείας, ἀπὸ κινδύνων καὶ πάσης κακώσεως, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.
Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Δεκτὴ προσφορά, Κυρίῳ προσενήνεξαι, τῷ ξίφει τυθείς, ὥσπερ ἀρνίον ἄκακον, Νικήτα παμμακάριστε· διὰ τοῦτο συμφώνως βοῶμέν σοι· Ὡς παῤῥησίαν ἔχων πρὸς αὐτόν, μνημόνευε πάντων τῶν τιμώντων σε.
Ὠιδὴ δ΄. Εἰσακήκοα Κύριε.
Παρακλήτου τῇ χάριτι, Ἅγιε Νικήτα καταλαμπόμενος, εὐσεβῶς ἡμᾶς ἐργάζεσθαι, τοῦ φωτὸς τὰ ἔργα καταξίωσον.
Κακωθέντες τοῖς πάθεσι, ἔνδοξε Νικήτα πιστῶς προστρέχομεν, τῇ δυνάμει τῆς πρεσβείας σου, ὡς ἄν ἀπωλείας λυτρωθείημεν.
Διατήρει ἀπήμονας, ἐξ ἐπιβουλῶν ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς τιμῶντάς σου τὴν ἄθλησιν, Ἀθλητὰ Νικήτα παμμακάριστε.
Θεοτοκίον.
Ρ῾αντισμῷ Θεονύμφευτε, τῆς ὑπὲρ κατάληψιν εὐσπλαγχνίας σου, τὴν καρδίαν μου ἀνάψυξον, ἵνα εὐγνωμόνως μακαρίζω σε.
Ὠιδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, τὴν διάνοιαν μακάριε, τῷ φωτὶ τῆς ἐπιγνώσεως Θεοῦ, τοῦ δοξάζοντός σε Ἅγιε τοῖς θαύμασι.
Γλύκανον ἡμῶν, τῶν ψυχῶν τὰ αἰσθητήρια, ἱκετεύω σε Νικήτα θαυμαστέ, χάριτός σου οὐρανίου τῇ γλυκύτητι.
Ι῞λεως γενοῦ, Πολυεύσπλαγχνε τοῖς δούλοις σοι, τοῖς προσάγουσί σοι θεῖον πρεσβευτήν, τὸν ἐπώνυμον τῆς νίκης Νεομάρτυρα.
Θεοτοκίον.
Ι῎ασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.
Ὠιδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ι᾿σχύι τῆς κραταιᾶς πρεσβείας σου, ἔσο σκέπη ἀσφαλὴς καὶ βεβαία, τῶν Νισυρίων τῇ νήσῳ Νικήτα, ἐγκαυχωμένῃ λαμπρῶς τοῖς σπαργάνοις σου, τῆς προστασίας σου αὐτῇ, ὑπεμφαίνων ἀεὶ τὰ γνωρίσματα.
Διέπρεψας φερωνύμως ἔνδοξε, ἐν τῇ πάλῃ τοῦ σεπτοῦ μαρτυρίου, καὶ ἐν αὐτῇ ἐγνωρίσθης Νικήτα, τῆς εὐσεβείας υἱὸς γνησιώτατος. Ὅθεν ἐνίσχυσον ἡμᾶς, εὐσεβῶς ἐν Χριστῷ πολιτεύεσθαι.
Τυράννων τῶν δυσμενῶν τὴν ἔπαρσιν, Νεομάρτυς τοῦ Κυρίου Νικήτα, ὁ τοῦ Χριστοῦ τῇ δυνάμει πατήσας, ἐν νεαρᾷ ἡλικίᾳ τοῖς ἄθλοις σου, τῆς ὑλοφρόνου τῶν παθῶν, τυραννίδος ἡμᾶς ἐλευθέρωσον.
Θεοτοκίον.
Λαμπρότατον τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν τῆς δόξης σου φωτί, τὴν ψυχήν μου Ἁγνὴ καταλάμπρυνον.
Διάσωσον ὁ στεφανίτης Νικήτα τῆς ἀληθείας, ἀπὸ κινδύνων καὶ πάσης κακώσεως, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ω῾ς φερωνύμως τὴν πλάνην νικήσαντα, ἀνευφημοῦντές σε πάντες κραυγάζομεν· Χριστῷ τῷ Παντάνακτι πρέσβευε, ἵνα ἡμῖν τὴν εἰρήνην δωρήσηται, Νικήτα Νισύρου τὸ καύχημα.
Προκείμενον. Ἦχος δ΄.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἤ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου… Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θείας ἐπιγνώσεως, τὰς μυστικὰς λαμπηδόνας, χάριτι δεξάμενος, τοῦ Ἁγίου Πνεύματος, ἐν καρδίᾳ σου, νύκτα κατέλιπες, τὴν ζοφωδεστάτην, ἀσεβῶν τῆς ματαιότητος, καὶ ἐξανέτειλας, τῇ ἀνατολῇ τῆς ἀθλήσεως, ὡς ἑωσφόρος μέγιστος, τῷ τῆς Ἐκκλησίας πληρώματι. Ὅθεν τὰς καρδίας, καταύγασον Νικήτα καὶ ἡμῶν, τῷ φωτισμῷ τῆς δοθείσης σοι, δωρεᾶς μακάριε.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Ὠιδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Α᾿πολαύων τοῦ ξύλου, τῆς ζωῆς ἐν ὑψίστοις, Νικήτα Μάρτυς Χριστοῦ, δυσώπει παῤῥησίᾳ, τὸν Κύριον τῆς δόξης, ἁγιᾶσαι τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δεδεγμένος ὑψόθεν, τῶν θαυμάτων τὴν χάριν, Νικήτα Μάρτυς Χριστοῦ, θεράπευσον τὰς νόσους, ψυχῶν τε καὶ σωμάτων, τῶν ἐν πίστει βοώντων σοι· Χαίροις Μαρτύρων φαιδρά, προσθήκη θεομάκαρ.
Μαρτυρίου τελέσας, τὸ ἀγώνισμα Μάρτυς, ἀκαταπλήκτῳ ψυχῇ, μετέλαβες τῆς ἄνω, Νικήτα εὐφροσύνης, ἧς ἡμᾶς καταξίωσον, τοὺς προσιόντας τῇ σῇ, παμμάκαρ ἀντιλήψει.
Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι· Χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.
Ὠιδὴ η΄. Τὸν Βασιλέα.
Ο῾ τῆς Νισύρου, γόνος θεόφρον Νικήτα, ἀντιλήψεως σου θείας τῇ μαχαίρᾳ, νέκρωσον σαρκός μου, τὰς ἐμπαθεῖς ὀρέξεις.
Οἰκτείρησόν με, τῇ ἀντιλήψει σου Μάρτυς, τὰ συμφέροντα βραβεύων τῇ ψυχῇ μου, ἵνα σε γεραίρω, τὸν νέον στεφανίτην.
Ρ῾ῶσιν χορήγει, καὶ τὴν κατ᾿ ἄμφω ὑγείαν, τοῖς προσπίπτουσι τῇ θείᾳ σου Εἰκόνι, ἐξ ἧς ἀναβλύζει, ἡ χάρις σου Νικήτα.
Θεοτοκίον.
Ο῞ρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν σε, ὡς μόνην Θεοτόκον.
Ὠιδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων συμπολίτης, Νικήτα ὑπάρχων, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε, ἵνα χαρᾶς τῆς ἀφράστου, κατατρυφήσωμεν.
Ἀξίωσον Νικήτα, θεῖε Νεομάρτυς, τῆς ἁμαρτίας ἐκκλίνειν τὰς τρίβους με, ὡς ἐναθλήσας νομίμως, Χριστοῦ τῷ ἔρωτι.
Ο῾ νέος Ἀθλοφόρος, τοῦ Παμβασιλέως, ταύτην Νικήτα τὴν δέησιν πρόσδεξαι, ἀντιπαρέχων πλουσίως, πᾶσι τὴν χάριν σου.
Θεοτοκίον.
Υ῾πέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὑμνολόγους σου.
Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, ἔνδοξε Νικήτα, ὁ νικήσας μαρτυρικῶς, τυράννων ἀπίστων, ὀφρὺν τὴν ἐπηρμένην, καὶ νίκης φερωνύμως, λαβὼν τὸν στέφανον.
Χαίροις τῆς Νισύρου θεῖος βλαστός, καὶ τῶν Ἀθλοφόρων, ὁ θεσπέσιος κοινωνός· χαίροις ὁ τὴν Χίον, αἱμάτων σου τιμίων, τοῖς ῥείθροις ἁγιάσας, Νικήτα ἔνδοξε.
Στῦλος ἀπερίτρεπτος ἀληθῶς, ὤφθης τῆς πατρῴας, εὐσεβείας Μάρτυς Χριστοῦ, ἀνδρῶν ἀσεβείας, αἰσχύνας τὴν ἀπάτην, Νικήτα τοῖς ἀγῶσι, τοῦ μαρτυρίου σου.
Πάρεσο ἀκοίμητος βοηθός, ἔνδοξε Νικήτα, Νεομάρτυς τοῦ Ἰησοῦ, τοῖς ὑμνολογοῦσι, λαμπρῶς τὴν ἄθλησίν σου, καὶ ἐπιβοωμένοις, τὴν προστασίαν σου.
Πλάνην τῶν τυράννων καταλιπών, ἔρωτι ἀστέκτῳ, ὡμολόγησας τὸν Χριστόν, ᾧ καὶ προσηνέχθης, εὐπρόσδεκτος θυσία, ἀποτμηθεὶς Νικήτα, ξίφει τὴν κάραν σου.
Θρόνῳ παριστάμενος εὐκλεῶς, τοῦ Παμβασιλέως, οἷα Μάρτυς περιφανής, Νικήτα θεόφρον, ἡμῶν μὴ ἐπιλάθῃ, τῶν ἐπικαλουμένων, τὴν προστασίαν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ξίφει τὸν αὐχένα σου τμηθείς, ἐν ἐσχάτοις χρόνοις Νικήτα, ὑπὲρ τῆς δό-ξης Χριστοῦ, τῶν τυράννων ᾔσχυνας, τὴν ματαιότητα, καὶ ἀξίως ἀπέ-λαβες, χειρὶ τῇ ἀκτίστῳ, στέφανον τὸν ἄφθαρτον, τῆς νίκης ἔνδοξε. Ὅθεν παῤῥησίαν ὡς ἔχων, πρέσβευε ἀπαύστως σωθῆναι, τὰς ψυχὰς τῶν πίστει εὐφημούντων σε.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δι᾿ εὐχῶν τῶν ἁγίων…
Δίστιχον.
Κυρίλλῳ αἴτει τῷ τῆς Ρόδου Νικήτα,
πταισμάτων λύσιν κραταιᾷ σου πρεσβείᾳ.