Παρακλητικός Κανών εισ τον Άγιο Ιερομάρτυρα Φωκά επίσκοπο Σινώπης
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τῷ πανσέπτῳ καὶ ἁγίῳ Ναῷ σου, προσπεφευγότες οἱ πιστοί ὁμοφρόνως, ἐκλιπαροῦμέν σε, Φωκᾶ θεόληπτε· δώρησαι τοῖς δούλοις σου εὐκραεῖς τοὺς ἀέρας, εἰρήνην τε πρεσβείαις σου καὶ ὑγιείαν τελείαν· και πάσης βλάβης ῥῦσαι καὶ φθορᾶς, τοὺς προσκυνούντας πιστῶς τὴν εἰκόνα σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ἐν τοῖς Θεοτοκίοις Σεραφείμ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωκᾶ ἱερομάρτυς, μαρμαρυγαῖς, ἔμπλησον ψυχήν μου τὴν ἀθλίαν τοῦ παντουργοῦ Πνεύματος, εὐχαῖς σου, ἵνα πίστει καὶ εὐλαβῶς σὴν εἰκόνα ἀσπάζομαι.
Αἴγλῃ ἐλλαμπόμενος ἐσαεὶ Θεαρχικῇ, Μάρτυς, ἐκ τοῦ ζόφου με τῶν παθῶν ἐξάρπασον καὶ ῥῦσαι σὸν οἰκέτην, Φωκᾶ θεόφρον, κινδύνων καὶ θλίψεων.
Στηρίξας τὴν καρδίαν σου νοητῇ ἐν πέτρᾳ, θεόφρον, τὴν ψυχήν μου τὴν ταπεινὴν ὁδήγησον ἐν τρίβοις τοῦ Κυρίου, καὶ πρὸς ἀγήρω ζωὴν καθοδήγησον.
Θεοτοκίον.
Σεμνὴ χαῖρε, Παρθένε , ἡ τὸν Θεὸν ἐν γαστρὶ δεχθεῖσα τὸν ἀχώρητον ἐκ δεινῶν αἴτησαι ῥυσθῆναι τοὺς ἐν πίστει, καὶ εὐλαβῶς ἀνυμνοῦντας σε Πάνσεμνε.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Φωκᾶν τὸν πανένδοξον πάντες πιστῶς ἱκετεύσωμεν· ῥῦσαι ἡμᾶς βοῶντας ἐκ νόσων, ταῖς ἐνθέοις πρεσβείαις σου.
Δυνάμει τοῦ Πνεύματος, ἰσχὺν βελίαρ, Φωκᾶ, κατάβαλε, καὶ τῶν δεινῶν δόλων αὐτοῦ ῥῦσαι τοὺς σὲ πόθῳ δοξάζοντας.
Σθενούμενος, Πάνσεπτε, ὑπὸ τοῦ Πνεύματος, δίωξον τὰ πονηρὰ πνεύματα, λιταῖς σου, ἐκ τῶν πίστει ὑμνούντων σε.
Θεοτοκίον.
Ἐλπίδα, Πανάμωμε, ἐμὴν εἰς σὲ ἀναθέμενος, δίδου μοι νῦν, ὃν ἔτεκες, Κόρη, εὐμενῆ τε καὶ ἵλεων.
Διάσωσον, φωστήρ τοῦ κόσμου, Φωκᾶ θεηγόρε, ἀπὸ κινδύνων καὶ νόσων τοὺς δούλους σου, ταῖς θείαις σου πρὸς Θεὸν ἱκεσίαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Στεφάνου διπλοῦ ἀξιωθεὶς μακάριε, αἱμάτων ῥοῶν , τῆς ἀρχιερωσύνης τε, τοὺς πιστοὺς ἱκέτας σου μὴ παρίδῃς, Πάτερ, ἀλλὰ πρέσβευε τῷ Λυτρωτῇ, δοῦναι ἡμῖν πταισμάτων ἱλασμὸν καὶ βίου διόρθωσιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νυσταγμῷ τοὺς καθεύδοντας πάσης ἁμαρτίας, Φωκά πανένδοξε, ἐξανάστησον πρεσβείαις σου, καὶ πρὸς μετανοίας φῶς ὁδήγησον.
Ὑπερήφανον φρύαγμα ἐκ τῶν θεραπόντων σου ἀποδίωξον, ὦ Φωκᾶ καὶ περικόσμησον ταπεινώσει θείᾳ, ἱκεσίαις σου.
Χριστοκῆρυξ θαυμάσιος καὶ Ἱερομάρτυς ἀκαταγώνιστος χρηματίσας τοὺς ἱκέτας σου νικητὰς ἐχθροῦ, Φωκᾶ ἀνάδειξον.
Θεοτοκίον.
Ῥᾶνον, Κόρη πανάχραντε, ἐφ’ ἡμᾶς τὰ θεῖα ἐλέη σου, καὶ ὡς Μήτηρ καθικέτευε ὑπὲρ τῶν σῶν τέκνων τὸν Θεὸν ἡμῶν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πλήρης ἀληθῶς δόξης θείας, παναοίδιμε, ὢν ἐν οὐρανοῖς καθικέτευε, τοῦ λυτρωθῆναι ἐκ κινδύνων τοὺς ἱκέτας σου.
Μῦρον ἡ εἰκὼν ἀναβλύζει σου ἡ πάνσεπτος, ῥεῖθρον ὡσπερ εἰ Φωκᾶ ἔνδοξε καὶ ἀποπλύνει τῶν βροτῶν δυσώδη πταίσματα.
Νέκρωσον, Φωκᾶ, τῆς σαρκός μου τὰ φρονήματα, καὶ φρονεῖν οὐράνια καταξίωσον, καὶ πολιτείαν τῶν Ἀγγέλων ζῆν μοι δώρησαι.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, τοὺς εἰς σὲ νῦν καταφεύγοντας, νόσου ἐξ ἁπάσης ῥῦσαι καὶ ἀπειλῆς, ἡ τὸν Σωτῆρα καὶ Θεὸν ἡμῶν γεννήσασα.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Τοῦ κήτους τοῦ νοητοῦ πανωλεθρίαν, μακάριε, ἀξίωσόν με φυγεῖν· ἀγάπην δ’ἀκίβδηλον, προσευχήν, ἐγκράτειαν καὶ σώφρονα βίον, ταῖς λιταῖς σου, Φωκᾶ, δίδου μοι.
Κατεύθυνον πρὸς Θεὸν τὰ διαβήματα, ἔνδοξε, τοῦ ταπεινοῦ καὶ οἰκτροῦ δούλου σου, καὶ δώρησαι πατεῖν ἐπὶ ὄφεων καὶ σκορπίων Κᾶρας, ταῖς ἐνθέρμοις ἱκεσίαις σου.
Συνθλάττειν μύλας, σοφέ, τοῦ δυσμενοῦς καταξίωσον οἰκέτην σου τὸν πιστὸν καὶ τέκνον ἀνάδειξον Θεοῦ Παντοκράτορος, καὶ τρυφῆς ἀύλου κοινωνόν, Φωκᾶ, άνάδειξον.
Θεοτοκίον.
Φωτὶ ἐνθεῶ, Ἁγνή, τὸ πνεῦμα μου καταλάμπρυνον, καὶ ἐκ πταισμάτων δεινῶν καὶ νόσων πρεσβείαις σου μητρικαῖς ἀπάλλαξον, ταῖς πρὸς τὸν Υἱόν σου, καὶ τὸν βίον μου κυβέρνησον.
Διάσωσον, φωστήρ τοῦ κόσμου, Φωκᾶ θεηγόρε, ἀπὸ κινδύνων καὶ νόσων τοὺς δούλους σου, ταῖς θείαις σου πρὸς Θεὸν ἱκεσίαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστάτα τῶν πιστῶν ἱερώτατε, καὶ τῶν ἐν θαλάσσῃ βοηθὲ ἑτοιμότατε, μὴ παρίδῃς δεητικὰς φωνὰς σῶν ἱκετῶν, ἀλλὰ πρόφθασον ὡς συμπαθὴς εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς ἐκβοώντων σοι· παῦσον σαρκὸς τὰς νόσους, καὶ πνεύματος ἀῤῥωστίας, παρὰ Κυρίου, ὦ Φωκᾶ, τὴν χάριν δεξάμενος.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς οἴκου τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ κατὰ Ἰωάννην
(Κεφ. ιε΄17-27, ιστ΄1-2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Μὴ καταπιστεύσῃς με.
Πλεόντων εἰδότες σε, Φωκᾶ θεόσεπτε, πάντες βοηθὸν οἱ δοῦλοι σου, ὀρφανῶν προστάτην καὶ ἀντιλήπτορα, ἰατρὸν νοσούντων, καὶ πασχόντων ῥύστην, αἰχμαλώτων ἀπολύτρωσιν καὶ τῶν ἐν θλίψεσι χαρμονήν, πανεύφημε, ἄληκτον καὶ ῥύστην τῶν ἐν πάθεσι δεινοῖς καὶ κινδύνοις, πανόσιε· διὸ σοὶ βοῶμεν· δεήσεις νῦν προσάγαγε Θεῷ, ὅπως τῶν σῶν ἀπολαύσωμεν δωρεῶν, θεόληπτε.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥεῖθρα αἱμάτων σου τοῖς ὄμβροις ἀπεξήρανας δαιμονικῆς ἀπάτης· καταρδεύεις δὲ νῦν τοὺς πόνους τῶν σῶν δούλων, Φωκᾶ ἀειμακάριστε, τῶν ἰάσεων τοῖς ῥείθροις.
Χαίρων, Φωκᾶ, ἐν Παραδείσῳ μετ’ Ἀγγέλων καὶ πάντων τῶν Ἁγίων, τοὺς τιμῶντας πιστῶς τὴν ἔνδοξον σου μνήμην, εὐχαῖς σου καταξίωσον τῆς τρυφῆς τοῦ παραδείσου.
Μάρτυς Χριστοῦ Θεῷ προσάγεις τοὺς τιμῶντάς σε, Φωκᾶ, κεκαθαρμένους, ἐξ ἰλύος παθῶν, νόσων τε καὶ κινδύνων, ταῖς θείαις ἱκεσίαις σου, καὶ παντοίων ἀλγηδόνων.
Θεοτοκίον.
Ἔχων σε μόνην προστασίαν καὶ ἐλπίδα ὁ δοῦλος σου, Παρθένε, τῶν σκανδάλων ἀεὶ τοῦ ὄφεως, πρεσβείαις ταῖς Μητρικαῖς σου ῥύομαι, καὶ κινδύνων ἀδοκήτων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἵλεων πᾶσι τοῖς πιστῶς σε ὑμνοῦσιν, ὧ Φωκᾶ, ἀπέργασαι τὸν Κτίστην, καὶ θείαις λιταῖς σου, παράσχου σωτηρίαν.
Χάριτος θείας τὸν φωτισμὸν ἐν ψυχῇ σου, ὦ Φωκᾶ, δεξάμενος ὀμίχλην τῶν ἀσθενειῶν μου, διάλυσον εὐχαῖς σου.
Τοὺς τὴν σὴν μνήμην περιχαρῶς ἐκτελοῦντας, ἱεραῖς σου, Φωκᾶ, ἱκεσίαις, σῷζε ἐκ κινδύνων καὶ πάσης ἄλλης βλάβης.
Θεοτοκίον.
Ἰησοῦ, Κόρη, τὸν Σωτῆρα τοῦ κόσμου, σὺ γεννήσασα ἀῤῥἠτως, τοὺς σοὺς δούλους αἴτησαι ῥυσθῆναι, πυρὸς τοῦ αἰωνίου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Βρύεις ἰαμάτων ποταμούς, θεόφρον, παύεις φλογμὸν παθημάτων τῶν δούλων σου, δαιμονικοὺς τε βυθίζεις δόλους πρεσβείαις σου.
Προστάτην σε πλουτοῦντες, Φωκᾶ ἱεράρχα, μετὰ Θεὸν καὶ σωτῆρα καὶ πρόμαχον, ἐκ πάσης βλάβης ῥυόμεθα, ἱκεσίαις σου.
Πιστῶς σε μακαρίζω, Φωκᾶ θεηγόρε, ὅτι παθῶν μου τὸν ζόφον ἐδίωξας, ὡς φωταυγής Ἱεράρχης, θείαις πρεσβείαις σου.
Θεοτοκίον.
Μαρία, ὄμβρισόν μοι ἄφεσιν πταισμάτων, καὶ ἀσθενοῦντα ἐπίσκεψαι, δέομαι, καὶ συμφοραῖς νῦν ποντούμενον ἐλευθέρωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, καὶ τῆς Ἐκκλησίας τὸν ἀστέρα τὸν φαεινόν, Φωκᾶν, εὐφημοῦμεν, δεόμενοι ῥυσθῆναι, λιταῖς αὐτοῦ ἐνθέρμοις, νόσων καὶ θλίψεων.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς εὐχαῖς, Φωκᾶ θεηγόρε, ἐκ κινδύνων καὶ χαλεπῶν νόσων, τοὺς τιμῶντας τὴν ἔνδοξον σου μνήμην, καὶ λύτρωσαι τῶν ᾄδου πικρῶν κολάσεων.
Προστάτην σε ἔχομεν οἱ πιστοί, πλεόντων καὶ πάντων τῶν νοσούντων ῥύστην θερμόν, αἰχμαλώτων σώστην, πεινώντων τε τροφέα, καὶ χαρμονὴν ἐν λύπῃ, Φωκᾶ πανεύφημε.
Τοῦ Εὐαγγελίου μυσταγωγός, ἱερῶν θαυμάτων, θεοδόξαστος αὐτουργός, Ἐκκλησίας στῦλος, Φωκᾶ ἱερομάρτυς, ἐδείχθης διασῴζων, τοὺς προσιόντας σοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄.Ταχύ προκατάλαβε.
Ἀστέρα πανέκλαμπρον καὶ φωτοφόρον, Φωκᾶ, ἐν ὕψει σε ἔθετο τῆς Ἐκκλησίας Χριστός, θαυμάτων ταῖς λάμψεσι, πάντων τὰς διανοίας καταυγάζοντα ὄντως, μειοῦντα καὶ ὀμίχλην τῶν δεινῶν νοσημάτων, τῶν πίστει προσιόντων τῇ σκέπῃ σου θεόληπτε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σῴζεις ἐκ κινδύνων καὶ δεινῶν, πίστει προσιόντας σῇ σκέπῃ, Φωκᾶ θαυμάσιε, νέμεις δὲ χαρίσματα καὶ ἰαμάτων κρουνούς, ὡς Ἀγγέλων συνόμιλος , Ἁγίων δὲ πάντων, τοῦ χοροῦ συμμέτοχος καὶ Παραδείσου τρυφῆς· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, φύλαττε καὶ φρούρει σοὺς δούλους, πάσης ἀντιθέου περιστάσεως.
Τῶν δούλων σου πρόσδεξαι τὰς δεήσεις, πανσέβαστε, καὶ λύτρωσαι, Φωκᾶ, ἀπὸ νόσων ἡμᾶς δεινῶν καὶ θλίψεων.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.