Παρακλητικος Κανων εις τον Οσιον Ισίδωρον τόν Πηλουσιώτην
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:
Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Τῷ ̉Ισιδώρῳ οἱ πιστοί δεῦτε πάντες* εὐσεβοφρόνως προσπεσόντες βοῶμεν* τῶν ̉Ορθοδόξων κλέος καί χαρά,* ῥῦσαι τούς προστρέχοντας* λοιμικῆς ἀσθενείας,* πάσης περιστάσεως* καί ποικίλων κινδύνων* ταῖς πρός Χριστόν λιταῖς σου, ἀθλητά,* σέ γάρ μεσίτην ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ… ̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…
Πηλουσίου τόν γόνον* καί Αἰγύπτου τό καύχημα* καί τῶν θεοφόρων Πατέρων* μιμητήν καί ὁμότροπον,* ̉Ισίδωρον τιμήσωμεν πιστοί* τόν μέγα τῶν Γραφῶν ἑρμηνευτήν,* τόν θεώμενον τήν δόξαν τοῦ ̉Ιησοῦ* καἰ ὑπ ἀγγέλων ὑμνούμενον˙* δόξα τῷ σέ φωτίσαντι Χριστῷ* δόξα τῷ σέ στεφανώσαντι,* δόξα τῷ σέ δωρήσαντι ἡμῖν* πρέσβυν ἀκοίμητον.
Καὶ νῦν καὶ ἀεί… Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις αεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας…[1]
̉Ισίδωρε, κλέος τῶν μοναστῶν,* πρός σέ καταφεύγω* καί αἰτοῦμαι σήν ἀρωγήν,* ἥν τάχος παράσχου σῷ ἱκέτῃ* καί δώρησόν μοι μετάνοιαν, ἔνδοξε.
Σωτῆρα ἱκέτευε ἐκτενῶς* ὑπέρ τῶν ἱκετῶν σου,* ὦ ̉Ισίδωρε θαυμαστέ,* καί τήν σήν βοήθειαν παράσχου* τοῖς πρός σέ πόθῳ προστρέχουσι, παντιμε.
̉Ιάσεις ποικίλας χριστιανοῖς* παρέχεις ἀπαύστως,* ὦ ̉Ισίδωρε θαυμαστέ,* διό σοι προσέρχονται ἀσμένως*τῶν ̉Ορθοδόξων τά πλήθη, μακάριε.
Θεοτοκίον.
̉Αξίωσον, ῎Αχραντε Μαριάμ,* ἐμὲ τὸν ἀχρεῖον ἀκατακρίτως μεταλαβεῖν* τὸ Σῶμα καὶ τὸ αἷμα τοῦ Υἱοῦ Σου,* εἰς ἁγιασμὸν ψυχῆς τε καὶ σώματος.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…
῾Ως ἀσώτως βιώσας θρηνῶ καί ὀδύρομαι* καί πρός σέ θερμῶς ἀνακράζω* σῶσόν με, πάντιμε,* καί χάρισόν μοι, σοφέ,* τήν ψυχῆς ἠρεμίαν* καί καρπούς τοῦ Πνευματος* μάκαρ ̉Ισίδωρε.
῾Ραβδισμῶν καί μαστίγων ἐγώ εἰμι ἄξιος* διό σοι προσέρχομαι πόθῳ* καί ἀνακράζω σοι* τόν σόν ἱκέτην, σοφέ,* ἐν τῇ ὁδῷ τοῦ Κυρίου* ἐπανάγαγε, πάτερ,* τῇ μεσιτείᾳ σου.
̉Εργασίαν παρέχω τοῖς πονηροῖς δαίμοσι* καταγράψαι βίου μου πράξεις,* ἅς ἀναισχύντως καί μετά ζήλου ποιῶ,* διό φοβοῦμαι τήν κρίσιν* καί πρός σε προσέρχομαι* κλαίων, ̉Ισίδωρε.
Θεοτοκίον.
̉Εραστής ἁμαρτίας καί τῶν αἰσχρῶν πράξεων* ὁ ἀχρεῖος γέγονα, Κόρη, ἐργάτης δόκιμος* διό πρός σε, Μαριάμ,* χείρας ἱκέτιδας αἴρω* καί αἰτῶ τήν ἄφεσιν* ὧνπερ διέπραξα.
Διάσωσον* ἐκ πάσης ζάλης ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες πρὀς σε, ̉Ισίδωρε, καταφεύγομεν* τόν μέγαν Πατέρα τῆς Εκκλησίας.
̉ Επίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ὁ Χορός τὸ Κύριε, ἐλέησον (δωδεκάκις) καί τό
Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ…
Πρεσβείαν τήν σήν* κατέχοντες, φιλόχριστε,* ἐκ παγίδων πολλῶν λυτρούμεθα οἱ δούλοι σου,* ἐκτενῶςβοῶμεν σοι,* ὦ ̉Ισίδωρε* τάχος πρόφθασον* καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* ὁ μέγα προστάτης τῶν ὑμνοῦντων σε.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
῾Υπηρέτης ὁλόθερμος* τοῦ Κυρίου γέγονας, τρισμακάριστε,* διό πάντες σοι προσπίπτομεν* καί αἰτούμεθα χάριν, ̉Ισίδωρε.
Χριστόν, μάκαρ, ἱκέτευε* καταπέμψαι ἡμῖν Πνεῦμα τό Αγιον* καί χάρισαι τοῖς προστρέχουσιν* ὑγιείαν καί ῥώμην, ̉Ισίδωρε.
Οἱ ἐλπίδα καί στήριγμα* ποθοῦντες, ̉Ισίδωρε τρισμακάριστε,* πρός σπεύδομεν δεόμενοι* ταύτα δοῦναι ἡμῖν, Θεοδόξαστε.
Θεοτοκίον.
῾Υπέρ πάντων ἱκέτευε* τόν Υἱόν Σου, Κόρη ἀξιοτίμητε,* καί τάς τύψεις σύ κατεύνασον* συνειδήσεώς μου, Θεονύμφευτε.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς…
῞Υμνους ταπεινῶς* σοι προσφέρομεν, ̉Ισίδωρε,* καί ἐξαιτούμεθα ἀεί οἱ πιστοί* τήν σήν βοήθειαν καί σκέπηνἀξιοθαύμαστε.
Πόθους εὐλαβεῖς* τῇ καρδίᾳ μου, μακάριε* ̉Ισίδωρε, τάχος σύ ἄναψον,* ἵνα ὑμνῶ καί δοξάζω Χριστόν τόν Κύριον.
῎Εμπλησον, σοφέ,* εὐφροσύνης τήν καρδίαν μου* καί πλήρωσον αὐτήν χαρᾶς, ὅσιε* ̉Ισίδωρε, ἐκκλησία τεῖχος καί πρόμαχος.
Θεοτοκίον.
῾Ρήματα Υἱοῦ* διετήρεις ἐν τῇ καρδίᾳ σου,* Παρθενομήτωρ ἀξιάγαστε,* τοῦτο ἀξίωσον καμέ ποιῆσαι, ῎Αχραντε.
ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…
̉Ηλίου τοῦ νοητοῦ, ̉Ισίδωρε,* τάς ἀκτίνα σύ κατάπεμψον τάχος,* πάτερ, ἐμοι τῷ ἀθλίῳ καί φαύλῳ* καί ἀποστάτῃ Χριστοῦ, παναοίδημε,* σοῦ δέομαι ὁ μισερός* ὀφθαλμούς τῆς ψυχῆς μου διάνοιξον.
Ματαίων καί αἰσχρῶν ἐνθυμήσεων* καταγώγιόν εἰμι, ἀθλοφόρε,* διό πρός σε, ̉Ισίδωρε, ἀπαύστως* χείρας ἱκέτιδας αἴρω, ὅσιε,* καί δέομαι ὡς Ιωνᾶς* ἐξ αὐτῶν τόν ἀχρεῖον ἐξάγαγε.
῏Ω πάτερ, πρός σε προσφεύγομεν πάντες* καί αἰτούμεθα τήν σήν προστασίαν,* ἥν σύ παράσχου ἱκέταις ἀπαύστως* καί ἐπεσκίασον πάντας, ̉Ισίδωρε,* τῶν ̉Ορθοδόξων, ἀγαθέ,* βοηθός καί φρουρός ὁ ἀκοίμητος.
Θεοτοκίον.
Νοός ἡμῶν ἐνθυμήσεις, Πάναγνε,* καί καρδίας τά σκιρτήματα, μῆτερ,* τοῖς λόγοις τοῦ Σοῦ Υἱοῦ καί Σωτῆρος* σύ ἐναρμόνισον τάχος δεόμεθα* καί πάντας ἰδεῖν, Μαριάμ,* παραδείσου τά κάλλη ἀξίωσον.
Διάσωσον* ἐκ πάσης ζάλης ἱκέτας σου, ἀθλοφόρε,* ὅτι πάντες πρὀς σε, ̉Ισίδωρε, καταφεύγομεν* τόν μέγαν Πατέρα τῆς Εκκλησίας.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ
Κοντάκιον. Ἦχος β´. Προστασία…
Σὺ προστάτης τῶν ̉Ορθοδόξων ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Λυτρωτήν ἀμετάθετος·* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦσον σύ, μακαριστέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν θερμῶς δεομένων σου˙* ἅγνισον τήν ψυχήν μου* καὶ φυλαξόν μου τό σῶμα,* ἀπό παγίδων πτερνιστοῦ,* Θεοδόξαστε ̉Ισίδωρε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δ. Ἦχος βʹ. Δόξα Πατρὶ καὶ Υἱῷ…
Ταῖς τοῦ ̉Ισιδώρου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι…
Μὴ ἐγκαταλείπης με* τῶν ̉Ορθοδόξων προστάτα* τόν πρός σε προστρέχοντα* καί ἱκετικῶς προσπίπτοντα, ῞Αγιε,* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* τῶν δαιμόνων τὰ τοξεύματα·* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω ὁ ἄθλιος,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* ῞Οσιε Κυρίου,* ἐλπίς σὺ καί προστάτης τῶν πτωχῶν* καὶ τῶν χηρῶν, ὦ ̉Ισίδωρε,* Πηλουσίου καύχημα.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…
῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
̉Ακλινῆ προστασίαν* σῷ ἱκέτῃ παράσχου, μάκαρ ̉Ισίδωρε,* καί διδου μοι τήν χάριν,* ἥν πᾶσι καταπέμπεις* τοῖς ἀπαύστως βοῶσι σοι˙* Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
̉Ιατρόν σέ καλοῦμεν* τῶν ψυχῶν καί σωμάτων, ἀξιοθαύμαστε,* καί πάντων τῶν ἐν θλίψει* καί ἐν στενοχωρίᾳ* ἀρωγόν ταχυνότατον* Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Τήν ἡμῶν σωτηρίαν,* ὦ ̉Ισίδωρε μάκαρ, παρά Κυρίῳ αἴτησαι* καί δεῖξον τοῖς ποθοῦσιν ὁδούς τῆς μετανοίας,* ἵνα πάντες κραυγάζωμεν* Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
̉Ερευνήσας ὁ τάλας* τάς τοῦ βίου μου πράξεις ἐμελαγχόλησα* διό πρός σε προσφεύγω,* Πανάχραντε Μαρία,* καί θερμῶς ἱκετεύω σε* φώτισον τόν νοῦν μου ταχύ,* ἵνα Χριστόν δοξάσω.
ᾨδὴ η’. Τόν Βασιλέα…
̉Ιατρός πάντων* τῶν ̉Ορθοδόξων ἐδείχθης* καί φρουρός τῶν χηρῶν, θεοφόρε,* διό σε ὑμνοῦμεν* εἰς πάντας τούς αἰῶνας.
̉Αδυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν, ̉Ισίδωρε, παρέχει.
̉Εν Πηλουσίῳ* σύ ἡγιάσθης, Θεόφρον,* καί κατέστης ἡμῶν ποδηγέτης* καί ταῖς ξυγγραφαῖς σου* ἐφώτισας τόν κόσμον.
Θεοτοκίον.
῏Ω Θεοτόκε, γονυκλινῶς σύ προσφεύγει ὁ ἀχρεῖος καί φαῦλος ἱκέτης* καί πόθῳ αἰτεῖται* μετάνοιαν καί πίστιν.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
῾Ροήν μου τῶν δακρύων* μή ἀποποιήσῃς* τῆς εκκλησίας τό κλέος, ̉Ισίδωρε,*ἀλλά παράσχου μοι τάχος* Πάτερ, μετάνοιαν.
Γεώργιον Κυρίου* ποίησον, Θεόφρον,* τόν σόν ἀχρεῖον ἱκέτην, ̉Ισίδωρε,* καί ἀρετῶν με ἐργάτην* τάχος ἀνάδειξον.
̉Ιάσεων ταμεῖον,* Πάτερ, ἀνεδείχθης* σύ καί φρουρός τῶν ψυχῶν ὁ ἀκοίμητος* καί μοναζόντων, Θεόφρον,* κλέος καί καύχημα.
Θεοτοκίον.
῾Ο τἀλας καί ἀχρεῖος* σέ καθικετεύει* καί συ προσπίπτει δεόμενος, ῎Αχραντε,* τούς προσιόντας σοι πίστει* χαρᾶς ἀξίωσον.
Καὶ εὐθὺς τὰ παρόντα Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Σέ τοῦ Πηλουσίου τόν πολιστήν* καί τῆς ̉Εκκλησίας τόν ἀτίμητον θησαυρόν* καί τῶν ̉Ορθοδόξων* ἀκοίμητον προστάτην* ὑμνοῦμεν μετά πόθου,* θεῖε ̉Ισίδωρε.
῞Ολον μου τόν βίον, Θαυματουργέ,* διῆλθον ἀσώτως* διό τρέμω καί δειλιῶ* καί πρός σε προσφεύγω,* ̉Ισίδωρε θεόφρον,* καί δέομαι ὁ τάλας* σῶσον ἱκέτην σου.
Νέκρωσον τά πάθη μου, θαυμαστέ,* ̉Ισίδωρε μάκαρ,* καί παράσχου τῷ σῷ υἱῷ* δύναμιν καί ῥώμην* καί ζῆλον ἐργασίας,* ἵνα Χριστόν κερδίσω* ὁ τάλας, ἔνδοξε.
῎Ιλεος γενοῦ μοι τῷ ταπεινῷ,* ̉Ισίδωρε μάκαρ,* τῶν Πατέρων ἡ καλλονή* καί τόν βυθισθέντα ὑπό τῆς ἁμαρτίας* εἰς εὔδιον λιμένα* τάχος ἐξάγαγε.
Σύ ἐμοῦ προστάτης τε καί φρουρός,* πάτερ, ἀνεδείχθης* καί πανίσχυρος ἀρωγός* σύ καί τήν ψυχήν μου,* ̉Ισίδωρε ἐκτρέφεις* διά τῶν ξυγγραφῶν σου* ἅς καταλέλοιπας
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: ῞Αγιος ὁ Θεός, ῞Αγιος… (τρίς). Δόξα Πατρί καὶ Υἱῶ καὶ … Παναγία Τριάς, ἐλέησον ἡμᾶς˙… Κύριε, ἐλέησον (τρίς). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ … Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,… ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉ Αμήν.
Εἶτα τὸ ̉̉̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…
Πηλουσίου τόν γόνον* καί Αἰγύπτου τό καύχημα* καί τῶν θεοφόρων Πατέρων* μιμητήν καί ὁμότροπον,* ̉Ισίδωρον τιμήσωμεν πιστοί* τόν μέγα τῶν Γραφῶν ἑρμηνευτήν,* τόν θεώμενον τήν δόξαν τοῦ ̉Ιησοῦ* καἰ ὑπ̉ ἀγγέλων ὑμνούμενον˙* δόξα τῷ σέ φωτίσαντι Χριστῷ* δόξα τῷ σέ στεφανώσαντι,* δόξα τῷ σέ δωρήσαντι ἡμῖν* πρέσβυν ἀκοίμητον.
῾Ο ῾Ιερεύς: ̉Ελέησον ἡμᾶς ὁ Θεός… μνημονεύει τὰ ὀνόματα καὶ ποιεῖ μικρὰν ἀπόλυσιν: Δόξα σοι Χριστὲ ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν. Κύριε…
῾Ο χορός: Δόξα Πατρὶ καὶ… Κύριε, ἐλέησον (τρίς), Πάτερ, ἅγιε εὐλόγησον.
Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου… ῏Ηχος βʹ.
Πάντων σύ προστάτης, ἀγαθέ,* καί τῶν σωτηρίαν ποθοῦντων* σύ εἶ φρουρός ἀσφαλής* ἄλλον γάρ οὐ ἔχομεν* τῶν ̉Ορθοδόξων πληθύς* πρεσβευτήν ἀκατάβλητον* καί μέγαν μεσίτην* οἱ κατατρυχόμενοι ὑπό ποικίλων παθῶν.* Κλέος ἀνεδείχθης καί δόξα˙* διό σοι προσπίπτωμεν πόθῳ* πάντες οἱ ̉Ορθόδοξοι, ̉Ισίδωρε.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τήν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…