Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκο την Ζωοδόχο Πηγή
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀνεξάντλητος πηγὴ εὐσπλαγχνίας, θεοχαρίτωτε ἁγνὴ Θεοτόκε, βλύσον ὑμῖν τὸ ὕδωρ τῶν χαρίτων σου· πίστει γὰρ προσπίπτομεν, τῇ Ἁγίᾳ Πηγῇ σου, νάματα σωτήρια, πηγαζούσῃ τῷ κόσμῳ, ἵνα ῥυσθῶμεν νόσων ψυχικῶν, καὶ ἰαμάτων, τὴν χάριν ἀντλήσωμεν.
Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Πάθη ποικίλα θεραπεύει Παρθένε, τὸ θεῖον ὕδωρ τῆς Ἁγίας Πηγῆς σου, πίστει θερμὴ ἐκ ταύτης λαμβανόμενον· ὅθεν τοὺς προστρέχοντας, τῷ πανσέπτῳ ναῷ σου, κρήνη ζωοδώρητε, Θεοτόκε Μαρία, τῶν ἐν τῷ βίῳ ῥύου πειρασμῶν, καὶ δίδου πᾶσιν, εἰρήνην καὶ ἴασιν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ κανῶν οὗ ἡ ἀκροστοιχῖς·
Ὕδωρ μοι βλύσον ζωῆς Παρθένε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑδάτων ἀΰλων ζωοποιῶν, θεόῤῥυτε κρήνη, παντευλόγητε Μαριάμ, τοῦ θείου ἐλέους σου τὰ ῥεῖθρα, βλύσον ἡμῖν τοῖς πιστῶς σὲ δοξάζουσι.
Δροσίζει τὸ ὕδωρ τῆς σῆς Πηγῆς, καὶ ἄρδει Παρθένε, καὶ ἐν πίστει ζωογονεῖ, ψυχὰς κεκαυμένας πλείστοις πόνοις, τῇ ἐνεργείᾳ τῆς σῆς ἀγαθότητος.
Ὡς ἤκουσε Κόρη τῆς σῆς φωνῆς, ὁ Λέων ἐφεῦρε, τὴν Πηγήν σου τὴν θαυμαστήν, ἐν πίστει καὶ πόθῳ προσιόντες, ἁγιασμοῦ δωρεᾶς κομιζόμεθα.
Ῥυπῶσαν μου κάθαρον τὴν ψυχήν, τοῖς ῥείθροις Παρθένε, τῶν πλουσίων σου οἰκτιρμῶν, καὶ πλῦνον τὸν νοῦν μου Θεοτόκε, τοῖς μυστικοῖς τῶν χαρίτων σου νάμασι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μέλι ὥσπερ ἐκ πέτρας, κατὰ Δαυῒδ Ἄχραντε, ἐν τῷ Βυζαντίῳ τὸ ὕδωρ, Πηγῆς σου ἔβλυσεν, ὅνπερ πινόμενον, τῶν ἀγαθῶν σου παρέχει, γλυκασμὸν σωτήριον, τοῖς σὲ δοξάζουσιν.
Οἱ διψῶντες ἐφ’ ὕδωρ, τὸ τῆς Πηγῆς σπεύσατε, τῆς ἀειπαρθένου Μαρίας, καὶ Θεομήτορος, ἵνα τὸν καύσωνα, τῆς χαλεπῆς ἁμαρτίας, σβέσητε καὶ λάβητε, χάριν καὶ ἔλεος.
Ἱλασμὸν σωτηρίας, ὡς τὸν Χριστὸν τέξασα, ἔβλυσας τῷ κόσμῳ Παρθένε, νῦν δὲ τὴν κρήνην σου, τοῖς πᾶσι δέδωκας, τῆς ἀφθαρσίας τὸ νέκταρ, τοῖς πιστῶς προστρέχουσιν, ἀναπηγάζουσαν.
Βροτοκτόνου κακίας, νοῒ Ἁγνὴ ἄφρονι, πέπωκα ἰὸν κατὰ κόρον, καὶ τεθανάτωμαι, ἀλλὰ τῷ ὕδατι, τῆς ζωηφόρου Πηγῆς σου, τὴν ψυχὴν μου εὔφρανον καὶ ζωοποίησον.
Διάσωσον, ὡς ἀνεξάντλητος βρύσις θείου ἐλέους, Θεοτόκε ἐπηρειῶν τοῦ ἀλάστορος, τοὺς τῆς Πηγῆς σου τὰ θαύματα ἀνυμνοῦντας.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμὴ.
Πηγὴ ἀγαθῶν, ὑπάρχεις Ἀειπάρθενε, τεκοῦσα Χριστόν, χρηστότητος τὴν ἄβυσσον, διὸ τοὺς καταφεύγοντας, ζωοδόχε Πηγὴ τῇ σῇ χάριτι, ἀπὸ παντοίων λύτρωσαι παθῶν, καὶ δίδου εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λύσιν πάσης κακώσεως, δρέπονται οἱ σπεύδοντες τῷ σῷ ὕδατι, διὰ τοῦτο Μητροπάρθενε, τὰ πολλά σου θαύματα κηρύττομεν.
Ὕδωρ θεῖον ἀθάνατον, στάξον ὡς νεφέλη ἡμῖν Θεόδροσος, τοῖς προστρέχουσι Πανάχραντε, τῷ σεπτῷ ναῷ σου μετὰ πίστεως.
Συντριβέντας τοῖς πάθεσιν, ὡς τῆς εὐσπλαγχνίας Πηγὴ ἀκένωτος, Θεοτόκε ἐπανόρθωσον, τοὺς θερμῶς προστρέχοντας τῇ σκέπῃ σου.
Οἱ δεινοῖς συνεχόμενοι, τῷ σεπτῷ ναῷ σου σπεύδοντες Δέσποινα, ἀπαλλάττονται τῶν θλίψεων, καὶ τὰ μεγαλεῖά σου δοξάζουσι.
ᾨδὴ ἐ΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν τὸ γεῶδες Κόρη φρόνημα, ἐνεργείᾳ θαυμαστὴ ζωοποιῶ, προϊούσῃ ἐκ τοῦ νάματος τῆς κρήνης σου.
Ζώωσον Ἁγνή, νεκρωθεῖσαν τὴν καρδίαν μου, ἡ ζωώσασα νεκροὺς ὑπερφυῶς, τῷ ῥαντίσματι τοῦ ὕδατος τῆς κρήνης σου.
Ὤφθη ἀληθῶς, ἰατρεῖον πάσης θλίψεως, Θεοτόκε ὁ τιμώμενος ναός, τῆς Πηγῆς σου θεία κλήσει ὡς ηὐδόκησας.
Ἤρθη μυστικῶς, καὶ διέδραμε τὰ πέρατα, Θεοτόκε τῆς Ἁγίας σου Πηγῆς, ἡ ἐνέργεια καὶ χάρις ἡ σωτήριος.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων, τὰς καχεξίας ἰᾶται, καὶ δαιμόνων ἀπελαύνει τὰ σμήνη, τῆς ζωηφόρου Πηγῆς σου τὸ ὕδωρ, ὡς πεπλησμένον τῆς θείας σου χάριτος, διὸ θεράπευσον ἡμῶν, τὰς ψυχὰς καὶ τὰ σώματα Ἄχραντε.
Πηγάζον, ἀψοφητὶ ἐν τῇ πόλει, τῇ τοῦ Βύζαντος Πηγῆς σου τὸ ὕδωρ, καθαγιάζει πιστῶν τὰς χορείας, πίστει θερμὴ λαμβανόμενον Ἄχραντε, καὶ νῦν τῷ θείῳ σου ναῷ, τοὺς πιστῶς προσιόντας ἁγίασον.
Ἀνάκτων, πιστῶν δυσίατον πάθος, ὡς ἰάτρευσας Πηγὴ ζωηφόρε, οὕτω κἀμοῦ τὴν νοσοῦσαν καρδίαν, καὶ τοὺς τοῦ σώματος πόνους θεράπευσον, καὶ χαλεπῶν δυσχερειῶν, Θεοτόκε ἀπήμαντον τήρει με.
Ῥημάτων, τῆς κατωδύνου ψυχῆς μου, ἐνωτίζου συμπαθῶς Θεοτόκε, καὶ τὴν προσοῦσαν ἐν ταύτῃ κακίαν, τῇ συνεργεῖᾳ τοῦ δράκοντος νέκρωσον, καὶ ἴθυνόν με πρὸς ζωήν, μετανοίας καὶ σῶσόν με δέομαι.
Διάσωσον, ὡς ἀνεξάντλητος βρύσις θείου ἐλέους, Θεοτόκε ἐπηρειῶν τοῦ ἀλάστορος, τοὺς τῆς Πηγῆς σου τὰ θαύματα ἀνυμνοῦντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ζωηφόρος πηγὴ θείας χάριτος, παντοβασίλισσα Κόρη Πανύμνητε, τὸ νᾶμα τῆς θείας χρηστότητος, βλύσον ἡμῖν εἰς πταισμάτων συγχώρησιν, σὺ γὰρ ἡμῶν μέγα προσφύγιον.
Προκείμενον.
Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. (τρὶς)
Στίχος. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην ἀποθέμενοι.
Κρήνην τὴν ἀκένωτον, ἣν ἐφανέρωσας πάλαι, Δέσποινα τῷ Λέοντι, τῇ ἐπισκιάσει σου ἐθαυμάτωσας, ἐν πολλοῖς θαύμασι, καὶ γὰρ οἱ λαβόντες, καὶ πιόντες μετὰ πίστεως, ἀπὸ τοῦ ὕδατος, πόνων καὶ παθῶν ἐλυτρώθησαν, διὸ σὲ ἱκετεύομεν, δίδου καὶ ἡμῖν δόσιν ἄνωθεν, θείας συμπαθείας, καὶ στάξον γλυκασμὸν τὸν νοητόν, ταῖς φαρμαχθείσαις ψυχαῖς ἡμῶν τῇ γεύσει τοῦ χείρονος.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θαυμαστῶς ἐδοξάσθη, τῆς Ἁγίας Πηγῆς σου τὸ ὕδωρ Ἄχραντε, παρέχει γὰρ ἰάσεις, καὶ παύει ἀλγηδόνας ψυχῆς ἅμα καὶ σώματος, ὧν τῆς πικρᾶς συνοχῆς, ῥῦσαι ἡμᾶς Παρθένε.
Εἰς τὰ πέρατα πάντα, τῆς Πηγῆς σου ἡ χάρις διαβεβόηται, καὶ πίστει οἱ νοσοῦντες, ὡς φάρμακον τὸ ὕδωρ, ἐξ αὐτῆς κομιζόμενοι, ῥύονται πάσης φθορᾶς, παρθένε Θεοτόκε.
Νεκρωθέντα ἐγείρεις, Θετταλὸν ἄνδρα Κόρη θείω ῥαντίσματι, Ἁγίου Ὕδατος σου, διὸ κἀμὲ θανόντα, ἁμαρτίας τῷ δήγματι, διέγειρόν με Ἁγνή, πρὸς κτῆσιν μετανοίας.
Ἐν τῷ θείῳ ναῷ σου, ὦ Πηγὴ ζωηφόρε παρθένε Ἄχραντε, προστρέχομεν ἐν πίστει, ὡς ἂν τῶν οἰκτιρμῶν σου, τὰ δωρήματα λάβωμεν, μὴ οὖν στερήσῃς ἡμᾶς, Ἁγνὴ τῆς σῆς εὐνοίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέγονας Κόρη, ἁμαρτωλῶν σωτηρία, ὡς κυήσασα τὸν πάντων Βασιλέα, ὅθεν Ζωοδόχε, Πηγή σε ἀνυμνοῦμεν.
Ἔβλυσας κόσμῳ, ἀθανασίας τὰ ρεῖθρα, καὶ νῦν ὄμβρησον οἶα ζωῆς νεφέλη, ὄμβρον ἀφθαρσίας, Ὑπερευλογημένη.
Ῥῦσαί με Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ κατάρδευσον διψῶσαν τὴν ψυχήν μου, νάμασιν ἀΰλοις, ζωῆς καὶ σωτηρίας.
Ἅπας προστρέχων, τῇ Ζωοδόχῳ Πηγῇ σου, πάσης θλίψεως λυτροῦται καὶ ἀνάγκης, ὅθεν σε Παρθένε, ἀεὶ δοξολογοῦμεν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σαρκός μου τὰς ὀδύνας, παῦσον Θεοτόκε, καὶ τῆς ψυχῆς μου τὰ τραύματα ἴασαι, τῇ κοινωνίᾳ τοῦ ὕδατος τῆς σῆς χάριτος.
Ἰλέω ὄμματι σου, ἴδε τοὺς ἑστῶτας, ὦ ζωηφόρε Πηγὴ τῇ εἰκόνι σου, καὶ τὰ αἰτήματα τούτων πλήρου Πανάμωμε.
Μητράνανδρε παρθένε, Κεχαριτωμένη, δέχου ἡμῶν τὰς δεήσεις ἑκάστοτε, καὶ τὰς ψυχὰς ἡμῶν πλῆσον φωτὸς τῆς χάριτος.
Ὁ οἶκος σου πηγάζει, θείαν εὐφροσύνην, ἐπισκιάσει τῆς σῆς ἀγαθότητος, τοῖς ἀνυμνοῦσι Παρθένε τὰ μεγαλεῖά σου.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν λογισμῶν τοῦ ἀλάστορος, καὶ πότισον ὕδατι τῆς σῆς χάριτος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὕδατι Πηγῆς σου τῆς θαυμαστῆς, κάθαρον τὸν ῥύπον, τῆς ψυχῆς μου τῆς ταπεινῆς, καὶ τὴν φλόγα σβέσον, Παρθένε τῶν παθῶν μου, ὡς ἂν ἀεὶ κηρύττω τὰ μεγαλεῖά σου.
Τὸν Χριστὸν ὡς ὄμβρον ζωοποιόν, Κόρη δεξαμένη, ἐν γαστρί σου τῇ καθαρᾷ, Πηγὴ σωτηρίας, τῷ κόσμῳ ἀνεδείχθης, πηγάζουσα Παρθένε, χάριν καὶ ἔλεος.
Ξήρανον τοῖς ῥείθροις τῆς σῆς Πηγῆς, βορβορῶδες ῥεῦμα, κατακλύζον μου τὴν ψυχήν, Κεχαριτωμένη, παρθένε Θεοτόκε, καὶ πρὸς ζωῆς τὸ ὕδωρ, τὸν νοῦν μου ἴθυνον.
Βλύζει ἐπινεύσει σου τῇ σεπτῇ, ἐν τῷ Βυζαντίῳ, ἡ Πηγή σου χύδην ἀεί, ἰάματα πλεῖστα, ὕδατι τῷ Ἁγίῳ, παρθένε Θεοτόκε, τοῖς ἀνυμνοῦσί σε.
Ἴασαι ψυχήν μου τὴν ταπεινήν, πάθει ἀνιάτω, τηκομένην ὀδυνηρῶς, ὕδατι Ἁγίῳ, τῆς θαυμαστῆς Πηγῆς σου, καὶ σῶσόν με Παρθένε, τὸν πεποιθότα σοί.
Χαίρει εὐσεβούντων πᾶσα πληθύς, προσιοῦσα Κόρη, τῷ ναῷ σου τῷ ἱερῷ, τῷ ἀνακειμένῳ, Πηγή σου τῇ Ἁγίᾳ, καὶ εὐλαβῶς δοξάζει, τὴν σὴν χρηστότητα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον τῆς Ζωοδόχου Πηγῆς.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ὑπερούσιον, ὄμβρον κυήσασα, πηγὴ ζωήῤῥυτος, Παρθένε πέφυκας, ἀναπηγάζουσα ἡμῖν, τὸ νέκταρ τὸ ἀθάνατον, ὕδωρ τὸ ἁλλόμενον, εἰς ζωὴν τὴν αἰώνιον, νάματα γλυκύῤῥοα, ἐκ τῆς Κρήνης σου πάντοτε, ἐξ ὧν ἐπεντρυφῶντες βοῶμεν· χαῖρε Πηγὴ ἡ ζωηφόρος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κρήνη ἀληθῶς ὑπερχειλής, θείων οἰκτιρμῶν καὶ χαρίτων, οὖσα Πανάχραντε, βλύσον τοῖς προστρέχουσι, τῇ σῇ Ἁγίᾳ Πηγῇ, γλυκασμόν τὸν οὐράνιον, καὶ ζωῆς τὰ ῥεῖθρα, πᾶσαν κατακλύζοντα, ἐχθροῦ ἐπήρειαν, δίδου δὲ χαρὰν καὶ εἰρήνην, καὶ πταισμάτων ἄφεσιν αἴτει, τοῖς ἀπὸ ψυχῆς σε μεγαλύνουσι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Πηγὴ ζωοδώρητε Ἁγνὴ Παρθένε
Γερασίμῳ Πήγασον χάριτος ῥεῖθρον.
