Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνη σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ήκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν ἐμοῖ ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, όδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, έξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί άπολεΐς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εΐμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τἀ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σωματικαῖς καὶ ψυχικαῖς ἀσθενείαις, καταπονούμενοι καὶ σφόδρα ἀλγοῦντες, πρὸς σὲ πιστῶς προσπίπτομεν ὡς τέκνα τῇ Μητρί· ὡς ἀποκυήσασα ᾿Ιατρὸν καὶ Σωτῆρα, ἴασαι τῶν δούλων σου, ἀσθενείας καὶ ἄλγη, ἵνα δοξάζωμεν, ὦ Γιάτρισσα, ἀεί, τὴν μητρικήν σου, πρεσβείαν πρὸς Κύριον.
Δόξα, ὅμοιον.
Τῆς παναγίας σου μορφῆς τὴν εἰκόνα, ἐν ἀσθενείαις κατακείμενοι πόθῳ, ὡς ζῶσαν ἀσπαζόμεθα, ὦ Γιάτρισσα σεμνή, καὶ θερμῶς αἰτούμεθα, ὅπως χεῖρας ἐκτείνῃς,
πρὸς Υἱὸν Φιλάνθρωπον, ἵνα δῷ τὴν ὑγείαν, τοῖς δεομένοις καὶ ἱκετικῶς, βοώντων · Μῆτερ, ταχέως ἐπίσκεψαι.
Καὶ νῦν, ὅμοιον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
῎Ιασαι, ὦ Γιάτρισσα, νόσους ἡμῶν ἁπάσας. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ.δ΄. ῾Υγρὰν διοδεύσας.
Ἰάτρευσον, Γιάτρισσα ἀγαθή, ψυχῶν ἡμῶν νόσους, καὶ σωμάτων ἄλγη δεινά, εὐχαῖς πρὸς Δεσπότην καὶ Υἱόν σου, τὸν ἀληθῆ ᾿Ιατρὸν καὶ Φιλάνθρωπον.
Ἀγάπης σου ἄνοιξον τοὺς κρουνούς, καὶ τῆς συμπαθείας, δεῖξον πλοῦτον ἡμῖν πολύν, νοσοῦσι καὶ κράζουσιν ἐκ βάθους· ταχέως πρόφθασον, Δέσποινα Γιάτρισσα.
Σεπτήν σου εἰκόνα κατακρατῶν, ὡς ζώσῃ κραυγάζω ἐπὶ κλίνης βαρυαλγῶν· εἰπὲ τῷ Υἱῷ σου ἕνα λόγον, καὶ παρευθὺς τοῦ νοσήματος λύομαι.
Ἀφρόνως μὴ πράττων τὰς ἐντολάς, τοῦ Νόμου Κυρίου, περιέπεσα χαλεπῶς, εἰς νόσους, ὦ Γιάτρισσα, ποικίλας, ἐξ ὧν με λύτρωσαι θείαις πρεσβείαις σου .
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
᾿Ιατρεῖον ὑπάρχει, νόσων ψυχῶν σώματος, θεία ᾿Εκκλησίᾳ ἐν ᾗπερ, πάντες ἰώμεθα, ἐὰν θελήσωμεν καὶ ταπεινῇ τῇ καρδίᾳ, Σὲ ἐπικαλώμεθα ἐν πίστει, Γιάτρισσα.
Ὡς φιλότεκνος Μήτηρ, τῷ ᾿Ιησοῦ πρέσβευε, θείας σου ἐκτείνουσα χεῖρας, ἐν αἷς ἐπίδειξον, ἡμῶν τὰ δάκρυα καὶ νόσων πόνους ποικίλους, ἅπερ σοι προβάλλομεν, κλαίοντες, Γιάτρισσα.
Γῆς ἀπόγονοι ὄντες, ὡς χοϊκοὶ πάσχομεν, καὶ ἐν πειρασμοῖς ἀσθενείας, ἀλγοῦμεν, Γιάτρισσα, διὸ βοῶμέν σοι, δίδου τὸ πῦρ πρεσβειῶν σου, καὶ ψυχὰς ἐνίσχυσον, θλῖψιν διώκουσα.
῎Ιδε, Γιάτρισσα θεία, τὴν ἰσχυρὰν κάκωσιν, πάθους τοῦ καρκίνου ὁπόση, θλίβει τοὺς δούλους σου, καὶ τῇ ἀγάπῃ σου, δεῖξον εὐθὺς εὐδρομοῦντα, ἔχεις γὰρ τὴν δύναμιν, τοῦτον ἰάσασθαι.
Διάσωσον, ἀπὸ κινδύνων παντοίων, Γιάτρισσα θεία, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, καὶ αἰτουμένους ἐκ ψυχῆς, ἰατρείαν τῶν νοσημάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν νόσοις δειναῖς, καὶ θλίψεσι καμπτόμενοι, πρὸς σὲ τεκνικῶς ὦ Γιάτρισσα, προστρέχομεν, καὶ σεπτὴν εἰκόνα σου, ἀσπαζόμενοι ἱκετεύομεν· δεήθητι τοῦ ᾿Ιησοῦ, ταχέως χαρίσασθαι τὴν ἴασιν.
᾿ῼδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀμαρτάνοντας, Γιάτρισσα, εἴτε ἑκουσίως ἢ ἀκουσίως τε, μετανοίᾳ πάλιν ὄρθωσον, καὶ οὐλὰς ψυχῶν ἡμῶν ἰάτρευσον.
Ταῖς πυκναῖς ἀσθενείαις μου, ἴδε ἐξησθένησα, θεία Γιάτρισσα, διὸ τάχιστα ἐνίσχυσον, τῆς ἐμῆς ψυχῆς δεινὴν κατάπτωσιν.
Ῥῦσαι, Δέσποινα Γιάτρισσα, τοὺς ἐξαιτουμένους τὴν ἱκεσίαν σου, ἐκ τοῦ ἄγχους ὅπερ ἔτεκεν, τὸ τοῦ βίου τούτου πολυμέριμνον.
῞Ιλεών μοι ἀπόδειξον, τὸν Υἱόν σου, Γιάτρισσα, ῝Ον ἐλύπησα, καὶ νοός μου τῇ κουφότητι, ἐν πολλῶν δεινῶν παγίσιν ἔπεσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σῶμα καὶ ψυχήν, ἁμαρτίαις κατεβάρυνα, καὶ εἰρήνην οὐχ εὑρίσκω παντελῶς, διὸ σπεῦσον, σὺ ἐλάφρυνόν με, Γιάτρισσα.
Στίγματα δεινά, ἐπιφέρων ὁ ταλαίπωρος, ἐξ ὧν ἔπραξα καὶ πάσχων ἐξαιτῶ· κάθαρόν μου, συνειδὸς ἐκ τούτων, Γιάτρισσα.
Ἂθλησίς ἐστίν, ἡ ἀσθένεια καὶ δύναμιν, ἀπαιτεῖ διὰ πολλῆς ὑπομονῆς, ἣν εὐχαῖς σου, δώρησαί μοι, Μῆτερ Γιάτρισσα.
Νοῦν μοι οἱ δεινοί, λογισμοὶ καταβαρύνουσι, καὶ ἐλέγχει με ψυχῆς τὸ συνειδός, ἐξ ὧν τάχει, ἐξελοῦ με, θεία Γιάτρισσα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Οἱ πόνοι μου, τὴν ψυχὴν κατέβαλον, καὶ ἐξέλιπεν ἰσχὺς σώματός μου, διὸ ῾Αγνή, φάρμακόν μοι χορήγει, τὰς μητρικάς σου εὐχὰς καὶ τὴν δέησιν, δι᾿ ὧν τῆς κλίνη παρευθύς, ὑγιὴς ἐγερθήσομαι, Γιάτρισσα.
Στερέωσον, τὴν ψυχήν μου, Γιάτρισσα, ἐκ πολλῆς ἀπελπισίας πεσοῦσαν, οὐ γάρ ἐστίν, ἐξ ἀνθρώπων ἐλπίς μοι, καὶ θεραπεία τῆς νόσου ἐλήλαται, διὸ ἐν πόθῳ καὶ κλαυθμῷ, τὴν σεπτήν σου εἰκόνα ἀσπάζομαι.
Οὐράνιος, γλυκασμὸς ἡ χάρις σου, καὶ χειρός ἡ μητρική σου θωπεία, διὸ πιστῶς, συνεχόμενος πόνοις, τοὺς ὀφθαλμούς μου πρὸς σὲ αἴρω, Γιάτρισσα, ὡς τέκνον σου ἁμαρτωλόν, ἀναμένων τὴν θείαν παράκλησιν.
Ὑγείωσον, νεολαίαν, Γιάτρισσα, ἐμπλακεῖσαν οὐσιῶν ἐξαρτήσει, καὶ γονικάς, μὴ παρίδῃς δεήσεις, συμπεφυρμένας δακρύων τοῖς πλήθεσιν, ἐὰν γὰρ θέλῃς παρευθύς, ἀφανίζεις τὴν λύπην προβλήματος.
Διάσωσον, ἀπὸ κινδύνων παντοίων, Γιάτρισσα θεία, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, καὶ αἰτουμένους ἐκ ψυχῆς, ἰατρείαν τῶν νοσημάτων.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Όδυνώμενοι βίου ταῖς θλίψεσι, καὶ τῷ ἄλγει τῶν νόσων βαρούμενοι, τῆς καρδίας, τοὺς ὀφθαλμοὺς ἐκτείνομεν πρὸς σέ, καὶ νοῦν ἔχοντες δεινῶς, ἐπὶ τῆς κλίνης τῶν παθῶν, κατακείμενον κράζομεν· ἴασαι τοὺς σοὺς δούλους, ἐξ ἀσθενείας πάσης, καὶ τὴν εἰρήνην ταῖς ψυχαῖς, δὸς Πανάμωμε Γιάτρισσα.
Προκείμενον·
Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος· ῎Ακουσον, θύγατερ, καὶ ἴδε καὶ κλίνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου του πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Τῷ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἀγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου! Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; ᾿Ιδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. ῞Οτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ᾿Ιδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. ῞Οτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ῎Ονομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς.
Δόξα.
Γιάτρισσας πρεσβείαις, Δέσποτα Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. ᾿Ελεῆμον, ἐλέησόν με ὁ Θεός…
καὶ τὸ προσόμοιον.
Ἦχος πλ.β΄. ῞Ολην ἀποθέμενοι.
Παναγία Γιάτρισσα, ἡ οἰκουμένην σῷ τόκῳ, παραδόξως σώσασα, καὶ ἡμᾶς ἐν θλίψεσι νῦν ὑπάρχοντας, σῶσον ἱκεσίαις σου, καὶ ὑγείαν δίδου, ἀσθενοῦσι καὶ ἀνάρρωσον, νόσους διώκουσα, καὶ ψυχαῖς γαλήνην παρέχουσα· εἰ μὴ γὰρ Σὺ Πανάχραντε, χεῖράς σου ὑψώσῃς πρὸς Κύριον, ἕτερος τίς σώσει; διὸ τὴν μητρικήν σου ἀῤῥωγήν, παράσχου ὅπως εἰκόνα σου, πίστει ἀσπαζώμεθα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Σπείρας πάθη ποικίλα, νῦν θερίζω τῶν νόσων τοὺς πόνους, Γιάτρισσα, διό σε ἱκετεύω, τὰ ἄλγη κουφισόν μοι, καὶ ἰατρείαν παράσχου μοι, ἵνα ἀπαύστως τιμῶ, τὴν πάνσεπτον μορφήν σου.
Η ψυχὴ ὑποφέρει, ἐκ τοῦ ἄγχους καὶ θλίβεται, Μῆτερ Γιάτρισσα, ὅθεν τὴν σὴν εἰρήνην, δός μοι τῷ ταλαιπώρῳ, καὶ γαλήνην ἰσόβιον, ὅπως προσκυνῶ εὐλαβῶς, εἰκόνα σου ἁγίαν.
Μετὰ πόθου καρδίας, ὡς παράλυτος ἔρχομαι πρὸς σέ, Γιάτρισσα, καὶ γὰρ ἐκ βάρους νόσου, οὐ δύναμαι σταθῆναι, καὶ ἐκ κλίνης ἐγείρεσθαι, ὅθεν τὴν σὴν δωρεάν, ὡς φάρμακόν μοι δίδου.
Ὢσπερ νὺξ βαθυτάτη, καὶ σκοτώδης μοι φαίνεται βίος, Γιάτρισσα, ἐκ τῆς ἀπελπισίας, ἥτις διακατέχει, τὴν ἀθλίαν μου ὕπαρξιν, διὸ τὸ φῶς τῆς Χριστοῦ, ἐλπίδος χάρισαί μοι.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νοὸς κινήσεις, τὰς παρὰ φύσιν διόρθου, Μῆτερ Γιάτρισσα, θερμαῖς σου ἱκεσίαις, ἵνα καὶ αἱ πράξεις, ὦσι μου κατὰ φύσιν.
Ἀπάλλαξόν με, τοῦ ἀσθενοῦς λογισμοῦ μου, καὶ σκανδάλων, ὦ Γιάτρισσα, ἐκλύτρου, ὅπως ἐν καρδίας, ἁπλότητι βιώσω.
Πῦρ τὸ ἐλέγχον, τῆς συνειδήσεως σβέσον, καὶ ἀξίωσον, Γιάτρισσα, πλουτῆσαι, τὴν Χριστοῦ εἰρήνην, ἐκ πράξεων ἀρίστων.
Ἀγκάλαις θείαις, σῶν πρεσβειῶν βάστασόν με, καὶ βεβαίαν τὴν σωτηρίαν δός μοι, Γιάτρισσα, ἀλγοῦντι, καὶ βαρουμένῳ νόσοις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων ἀσθενείας, καὶ ψυχῶν τὰς νόσους, ἐκ τῶν ὑμνούντων σε δίωκε, Γιάτρισσα, ὑγείαν πᾶσι δὲ δίδου, τὴν πολυπόθητον.
Ἀπελπισίας νέφη, πόῤῥω τῆς ψυχῆς μου, σαῖς ἱκεσίας διάλυσον Γιάτρισσα, καὶ τῇ χαρᾷ τοῦ Δεσπότου, πάντοτε εὔφρανον.
Σταυρὸν ψυχωφελίμως, τὸν τῆς ἀσθενείας, ἐν εὐχαρίστῳ ψυχῇ αἴρειν, Γιάτρισσα, καὶ τὸν Δεσπότην δοξάζειν, ἡμᾶς ἀξίωσον.
Ἀγάπῃ μητρικῇ σου, ἴασαι τὰς νόσους, ψυχῆς καὶ σώματος, Πάναγνε Γιάτρισσα, καὶ Παραδείσου πολίτας, δεῖξον τὰ τέκνα σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὑπὸ τῶν πτερύγων σου θαλπωρήν, Γιάτρισσα, σοὶ δοῦλοι, καταφεύγομεν ὡς στρουθοί, καὶ ἐπιζητοῦμεν, ἀσθενειῶν τὴν λύσιν, καὶ ἄλγους βαρυτάτου, ταχεῖαν λύτρωσιν.
Τῆς ψυχῆς νοσήματα χαλεπά, ἴασαι εὐχαῖς σου, καὶ εἰρήνην τὴν ποθητήν, δίδου ἀσθενοῦσιν, ὦ Γιάτρισσα Παρθένε, ὅπως σεπτὴν μορφήν σου, κατασπαζώμεθα.
Τοὺς ἐξηρτημένους πολυειδῶς, οὐσιῶν καὶ χάριν, σοῦ ζητούντων ἀπὸ ψυχῆς, Γιάτρισσα, ἀγάπῃ, στήριξον καὶ τοῦ σκότους, τούτους σῇ μεσιτείᾳ, ταχέως μάκρυνον.
Κλίνῃ κατακείμενοι νοσερῶς, αἴρομεν καρδίας, πρὸς σέ, Γιάτρισσα, ὀφθαλμούς, τοῦ δεινοῦ καρκίνου, τὴν ἴασιν αἰτοῦντες, καὶ πάσης ἄλλης νόσου, τὴν ἀπολύτρωσιν.
Θείαν σου εἰκόνα πανευλαβῶς, Γιάτρισσα, τιμῶντες, ἀσπαζόμεθα νοερῶς, τὸν γλυκὺν Υἱόν σου, ῝Ον αἴτει ἀενάως, ἡμῖν τοῦ Παραδείσου, χάριν δωρήσασθαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ῞Αγιοι Πάντες, μετὰ τῆς Θεοτοκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Γιάτρισσα, εἰκόνα σου σεπτήν, τοὺς ἀσπαζομένους ἐκ πόθου, νόσων ἀπάλλαττε, καὶ ὑγείαν χάρισαι, τοῖς αἰτουμένοις πιστῶς, τὸν δὲ βίον εὐλόγησον, σεπταῖς σου πρεσβείαις, πρὸς Φιλανθρωπότατον, Χριστὸν ῝Ον ἔτεκες, ἵνα εὐγνωμόνως τιμῶμεν, σὲ τὴν οὐρανῶν Πλατυτέραν, καὶ Χριστιανῶν τὸ καταφύγιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι·
Χριστὸν Ἰησοῦν ψυχῶν τε καὶ σωμάτων,
Ἰατρόν, ὦ Γιάτρισσα, ἐκδυσώπει.
8 Σεπτεμβρίου
Μάνη