Παρακλητικός Κανών εις την Οσία Σοφία παρά την Κλεισούρα Καστοριάς Ασκήσασαν
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἑξῆς·
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητριῶν τῶν πάλαι ἄρτι ἐκθύμως, ἀκολουθήσασαν ὁδοῖς ἐν Κλεισούρᾳ, Σοφίαν, ἐνδιαίτημα σοφίας Θεοῦ, ὡς καθυπομείνασαν τοῦ χειμῶνος τὸ ψῦχος, εὐσθενῶς καὶ τήξασαν χαμευνίᾳ τὴν σάρκα, μελισταγέσι μέλψωμεν ᾠδαῖς, λιτὰς πρὸς Κτίστην αὐτῆς εξαιτούμενοι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς·
Σοφία, Κλεισούρας εὖχος, φρούρει με. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφία, σεμνότης ἀσκητριῶν, Μονῆς Παναγίας ἐνδιαίτημα ἱερόν, ἡμῖν καθιλέωσαι τὸν Κτίστην, τοῖς ἐκζητοῦσι τὰς θείας πρεσβείας σου.
Ὁσίων ἀπαύγασμα νεαυγῶν, Σοφία, λιταῖς σου, ἀποδίωξον σκοτασμὸν ἡμῶν τῶν σπευδόντων προσκυνῆσαι, λειψάνων θήκην σου τὴν χαριτόβρυτον.
Φανὲ νεοφώτιστε ἀκραιφνοῦς, νηστείας Σοφία, χαμευνίας καὶ προσευχῆς, φωτὶ σῶν εὐχῶν ἀδιαλείπτων, ἡμῶν παθῶν σκοτομήνην ἀπέλασον.
Θεοτοκίον.
Ἰάσεων φρέαρ παντοδαπῶν, ἁγνὴ Θεοτόκε, ἀνεδείχθη ἡ σὴν εἰκών, ἣν ἔχει Κλεισούρα Καστορίας, ὡς θησαυρὸν πολυτίμητον, Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀρετῆς ἐκμαγεῖον, τῶν συμφορῶν πέλαγος βίου σταθηρῶς διελθοῦσα, εἰς ὅρμον ἄκλυστον, Σοφία, τῶν οὐρανῶν, ἔφθασας, ἔνθα πρεσβεύεις τῷ Κυρίῳ πέμψαί μοι χάριν καὶ ἔλεος.
Κιβωτὸν ὡς σοφίας καὶ ἀρετῆς πάγχρυσον, σὲ ὑμνολογοῦντες Σοφία, πίστει κραυγάζομεν· ἡ Θεοτόκου Μονὴν καθαγιάσασα πόνοις,
σῆς στεῤῥᾶς ἀσκήσεως, σκέπε σοὺς πρόσφυγας.
Λυπηρῶν τῶν ἐν βίῳ ἡμῶν ἀχλὺν δίωξον, φέγγει πρεσβειῶν σου, Σοφία, ἡ βίον ἅπαντα, τῇ τοῦ Κυρίου Μητρὶ τῇ θαυμαστῇ παραθεῖσα
ὁλοθύμως, πάνσοφε ὄντως ἀσκήτρια.
Θεοτοκίον.
Ἐπακούουσα, Μῆτερ τοῦ Λυτρωτοῦ πάναγνε, σοῦ τῶν δεομένων μὴ παύσῃ ἐπισκιάζουσα τοὺς προσκυνοῦντας πιστῶς σὴν παναγίαν εἰκόνα, ἐλεοῦσαν ἅπαντας, Θεογεννήτρια.
Διάσωσον, ὥσπερ στρουθὸς ἡ ἀσκήσασα ἐν Κλεισούρᾳ καὶ ἀσκήσει δόξαν Θεοῦ σαφῶς κελαδήσασα, Σοφία, ἡμᾶς ἐκ παντὸς κινδύνου.
Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν προπτωτικὴν κατάστασιν βιώσασαν σὺν τοῖς τοῦ δρυμοῦ θηρίοις καὶ σκηνώσασαν Ἁγίων σὺν τάγμασιν Παναγίας ἐν Μάνδρᾳ τιμήσωμεν, σεπτὴν Σοφίαν, ἥνπερ πρὸς Θεὸν προβάλλομεν πρέσβειραν ἀκοίμητον.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἱκετῶν εἰς βοήθειαν σπεῦσον σῶν ἐνθέρμων, Σοφία πάνσεμνε, Πόντου βλάστημα θειότατον καὶ Μακεδονίας σεμνολόγημα.
Στερηθεῖσα τοῦ τέκνου σου ἔδραμες βιῶσαι καθάπερ ἄϋλος τέκνα οἰομένη ἅπαντας τοὺς πιστούς, Σοφία ἐγκρατεύτρια.
Ὁλικῶς ἀτενίζουσα πρὸς τὸν μόνον σῴζοντα πάντας Κύριον ὡς μωρὰ διῆλθες βίον σου, πρέσβειρα ἡμῶν, Σοφία, ἔνθερμε.
Θεοτοκίον.
Ὑπερόπτας ἀνάδειξον σχέσεων προσύλων τοὺς ἀνυμνοῦντάς σε, Θεοτόκε, παρακλήσεσι τῆς μητρὸς Σοφίας, τῆς θεόφρονος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥείθροις σῶν λιτῶν σβέσον πάθη τὰ χαμαίζηλα τῶν σπευδόντων σοι, Σοφία, εὐλαβῶς, καὶ τὴν θήκην προσκυνούντων τῶν λειψάνων σου.
Αἴγλῃ θεϊκῇ αὐγασθεῖσα τῶν προσφύγων σου καταφώτισον, Σοφία, τῶν ψυχῶν ζόφον φέγγει τῶν παμφώτων σου δεήσεων.
Στήριξον ἡμᾶς ἐν τῇ πίστει, ἡ στηρίξασα τοῖς σοῖς λόγοις τοὺς προστρέχοντας πιστῶς Παναγίας εἰς Μονήν, Σοφία πάνσοφε.
Θεοτοκίον.
Εὔφρανον ἡμᾶς εὐωδίᾳ σῶν δεήσεων πρὸς Υἱόν σου, Μῆτερ, τὸν μονογενῆ, ἀφθαρσίας μύροις πάντας τὸν ἡδύναντα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑμνοῦντές σε ὡς σοφίας σκήνωμα καὶ ταμεῖον ἀρετῶν ψυχοτρόφων ἐκδυσωποῦμέν σε· Μῆτερ Σοφία, Μακεδονίας σεπτὸν ἐνδιαίτημα, ἐθνῶν τοὺς ἄρχοντας λιταῖς τοὺς ἀσόφους ἀόκνοις σου σόφισον.
Χρηστότητος βάθρον καὶ συνέσεως ἀδιάσειστον, Σοφία Ὁσία, ἡ τὴν Μονὴν Παναγίας ἀρτίως σῇ ἀγωγῇ τῇ ἐνθέῳ κλεΐσασα,
τοὺς σοὺς ἱκέτας σωφρονεῖν καὶ διάγειν σεμνῶς καταξίωσον.
Ὁδήγησον εὐσεβεῖς πρὸς θέωσιν τοὺς ὑμνοῦντάς σου τὴν σκληραγωγίαν ἐν τοῦ χειμῶνος δριμύτητι, μῆτερ, καὶ παγετῷ καὶ χιόνι, ἰσάγγελε Σοφία, φλόγα ἐν ψυχῇ ἀνημμένην τῆς πίστεως ἔχουσα.
Θεοτοκίον.
Σκοτόμαιναν πάντων ἀποδίωξον τῶν παθῶν καὶ λογισμῶν τῶν ἀτάκτων, Θεοκυῆτορ, τῶν σοὶ προστρεχόντων καὶ προσκυνούντων τὴν σὴν χαριτόβρυτον εἰκόνα ἐν τῆ ἱερᾷ Γενεθλίου σου Μάνδρα, πανάχραντε.
Διάσωσον, ὥσπερ στρουθὸς ἡ ἀσκήσασα ἐν Κλεισούρᾳ καὶ ἀσκήσει δόξαν Θεοῦ σαφῶς κελαδήσασα, Σοφία, ἡμᾶς ἐκ παντὸς κινδύνου.
Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν ἀρνηθεῖσαν ἀσθένειαν φύσεως καὶ ἀληθῶς ἀνδρικῷ ἐν φρονήματι ἀσκήσασαν πίστει τιμήσωμεν, σεπτὴν Σοφίαν, βοῶντες· Ἀξίωσον ἡμᾶς σοφῶς ἐπὶ γῆς πολιτεύεσθαι.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μάρκον.
(Κεφ. η΄ 34- θ΄ 1).
Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄρνις ὡς φιλέρημος ἐν τῇ Μονῇ Θεοτόκου καλιὰν ἀσκήσεως νυχθημέρου ἔπηξας, μῆτερ ἔνδοξε, ἡ ἐκ νεότητος θλίψεις καὶ στερήσεις ὑπομείνασα καὶ δάκρυα πολλὰ ἐκχύσασα, ὥσπερ Παραδείσου ἀπέναντι καθήμενοι προπάτορες, ἔνθεε Σοφία, διδάσκουσα
πάντας ὑπομένειν τὰς λύπας καὶ τὰς θλίψεις ἀκλινῶς παρόντος βίου προσβλέποντες χαρμονὴν εἰς ἄληκτον.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Φέγγει πόνων, Σοφία, σῶν ἀόκνων πρὸς κτῆσιν σοφίας ἄνωθεν καὶ ἀρετῆς ἐνθέου φωτίσασα ἀρτίως εὐσεβῶν τὰ συστήματα, φωτὶ ἀΰλῳ τὸν νοῦν ταχὺ καταύγασόν μου.
Ῥυπογόνους ἑστίας μολυνούσας καρδίας πιστῶν τοῖς νάμασιν ἀπόπλυνον εὐχῶν σου πρὸς τὸν Χριστόν, Σοφία, παρ’ ἑστίαν τὴν αὔλειον ἡ καθημένη σαρκὶ ἀνάπαυσιν διδοῦσα.
Οὐρανίων δωμάτων κληρονόμος ἐγένου, Σοφία πάνσεμνε, ἡ σὴν οὐρανοδρόμον τελέσασα πορείαν ἐν Μονῇ Θεομήτορος· διὸ τὴν χάριν τὴν σὴν καὶ ἀρωγὴν αἰτοῦμαι.
Θεοτοκίον.
Ὑμνητῶν σου, Παρθένε, ἱκεσίας προσδέχου ὥσπερ θυμίαμα εὐῶδες, οἵα πόνους Σοφίας ἀσκητρίας, καὶ αὐτὰς τῷ Παντάνακτι καὶ σῷ ἀχράντῳ Υἱῷ προσάγαγε καὶ Κτίστῃ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοὰς δακρύων τῶν ἱκετῶν σου, Σοφία, τῶν εὐχῶν σου ἀπόσμηξον μάκτρῳ πρὸς Χριστόν, οὗ κάλλος ὁρᾷς μορφῆς τὸ θεῖον.
Ἐγχειρισθεῖσα ὑπὸ Παρθένου, Σοφία, χάριν εὗρες αὐτῆς συνεργείᾳ ἀπελαύνειν νόσους πιστῶν τὰς ἀνιάτους.
Ἰλύος πάσης τῶν μεριμνῶν ὑπερτέρα καθ’ ἑκάστην ὀφθεῖσα, Σοφία, κάθαρον ἱκέτας τοὺς σοὺς παθῶν ἰλύος.
Θεοτοκίον.
Μονῆς Κλεισούρας ἀκέστορ καὶ ἀντιλῆπτορ, Θεοτόκε, πρεσβείαις Σοφίας ἀσκητρίας, ῥῦσαι ἡμᾶς ἐχθροῦ παγίδων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἑῴας μυροβόλον λείριον ἀρτίως τὸ ἐξανθήσαν σαλότητος μόχθοις σου, Σοφία, δεῖξόν με σκήνωμα ὁσιότητος.
Χαρᾶς, ἧς ἀπολαύεις, ἐν σκηναῖς ἀφθίτοις μέτοχον δεῖξον, Σοφία πανεύφημε, τοὺς μεγαλύνοντας πόνους τῆς σῆς ἀσκήσεως.
Μετὰ τῆς Θεοτόκου, ἧς τῷ φερωνύμῳ αὐτῆς Σεμνείῳ καλῶς ὑπηρέτησας, ὑπὲρ ἡμῶν ἐκδυσώπει, Σοφία, Κύριον.
Θεοτοκίον.
Μυράλειπτρον ἁγνείας, Κεχαριτωμένη, σῆς περικλύστου Μονῆς θεῖον κόσμημα, χαρᾶς ἀφθίτου ἐν πόλῳ ἡμᾶς ἀξίωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, τῆς Χαλδίας σεπτὸς βλαστός, χαίροις, Πόντου κρίνον μυροβόλον καὶ εὐανθές, χαίροις, τῆς Κλεισούρας κιννάμωμον, Σοφία,
ἡ ἀκραιφνεῖ ἀσκήσει κόσμον ἡδύνασα.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς σαῖς θερμαῖς πρεσβείαις ῥῦσαι βλάβης τοῦ πονηροῦ, ἡ αὐτοῦ ἐνέδρας σαλότητι, Σοφία,
Μονῇ ἐν Παναγίας ἄρτι πατήσασα.
Χαίροις, καλλικέλαδε ἀηδὼν Πόντου καὶ στρουθίον παρ’ ἑστίαν σεπτῆς Μονῆς Παναγίας ἄρτι, Σοφία, ἐν ὑπαίθρῳ τὸ καλιὰν ἀγώνων
πῆξαν, πανθαύμαστε.
Χαίροις, τῆς Παρθένου θεραπαινίς, ἡ σκληραγωγίᾳ, χαμευνίᾳ καὶ προσευχῇ ἐν ἐσχάτοις χρόνοις ἑλκύσασα τὴν χάριν τοῦ Πνεύματος, Σοφία, θεία ἀσκήτρια.
Χάρις ἐπεσκίασε δαψιλῶς Πνεύματος ἁγίου σέ, Σοφία θεοσεβές, καὶ ἀνέδειξέ σε ταμεῖον θαυμασίων καὶ ῥεῖθρον ἰαμάτων καὶ προοράσεως.
Δεῦτε, ἀσπασώμεθα εὐλαβῶς θήκην τῶν λειψάνων ἀσκητρίας τῆς θεαυγοῦς Θεοτόκου Μάνδρας, Σοφίας, τῆς ἀρτίως σαλότητι λαμψάσης καὶ ἀγαθότητι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείανεἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκ τοῦ Πόντου ἀρτίως ἐξανατείλασαν ὥσπερ νεόφωτον ἄστρον ἀσκητικῆς ἀγωγῆς καὶ Κλεισούραν Καστορίας καταυγάσασαν
φέγγει ἀόκνου προσευχῆς, κατατήξεως σαρκὸς ἐμπόνου σκληραγωγίας καὶ θαυμασίων, Σοφίαν, ἡμῶν ὡς πρέσβειραν ὑμνήσωμεν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μάνδρας Παναγίας θησαυρὲ ἄσυλε καὶ πάντιμον γέρας ἐνθέων ἀσκητριῶν, ἡ σοφίας ἔμπλεως Θεοῦ καὶ σκήνωμα ἀρετῆς πολυτίμητον, Ὁσία Σοφία, σόφισον τοὺς σπεύδοντας ταῖς ἱκεσίαις σου καὶ ἀνευφημοῦντας ἐκθύμως τῆς σκληραγωγίας σου πόνους πρὸς τὴν ὁλοκλήρωσιν καὶ θέωσιν.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Ἐφραιμίας Συνοδίαν φρούρει, εὖχος
Κλεισούρας, Σοφία, βοᾷ Χαραλάμπης.