ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΑΡΧΑΓΓΕΛΙΩΤΙΣΣΑΝ
Εὐλογητός, Κύριε εἰσάκουσον, Θεὸς Κύριος, καὶ τὸ τροπάριον
῏Ηχος δ΄. ῾Ο ὑψωθείς.
Τοῦ ἀρχαγγέλου δεξαμένη τὸ “Χαῖρε”, μήτηρ ἐγένου τοῦ Θεοῦ Λόγου Κόρη, ἁπάντων ὑπεράρασα ἀγγέλων τοὺς χορούς, ὅθεν καὶ ἐπλούτησας, παῤῥησίαν μεγίστην, ᾿Αρχαγγελιώτισσα, καὶ ἐκτείνεις τὰς χεῖρας, ὑπὲρ ἡμῶν πρεσβεύουσα θερμῶς, τῶν προσκυνούντων, εἰκόνα σου πάντιμον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
῾Ο Ν΄ ψαλμός, μεθ᾿ ὃν ὁ κανών, οὗ ἡ ἀκροστιχίς:
“᾿Αρχαγγελιώτισσα, δέχου ἡμῶν δεήσεις.᾿Α(θανάσιος)”.
᾿ῼδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Αρματηλάτην Φαραώ.
᾿Αγγελικὴν τὴν πολιτείαν ἔσχηκας, ζῶσα ἐν σώματι, ῎Αχραντε Παρθένε, διὸ καὶ ἐφείλκυσας, τὸ Πνεῦμα τὸ πανάγιον, καὶ ἐγένου δοχεῖον, τοῦ Θεοῦ Λόγου ἀμώμητον, ᾿Αρχαγγελιώτισσα πάναγνε.
῾Ρερυπωμένοι τοῖς τοῦ βίου πάθεσι, σοὶ καταφεύγομεν, καὶ παρακαλοῦμεν, ᾿Αρχαγγελιώτισσα, πρεσβείαις σου καθάρισον, τὰς ψυχὰς καὶ τοὺς νόας, ὅπως ὑμνῶμεν τὴν δόξαν σου, ἣν δοξολογοῦσιν ἀρχάγγελοι.
Χρωματικῶς σὲ προσκυνοῦμεν Δέσποινα, κατασπαζόμενοι, θείαν σου εἰκόνα, ᾿Αρχαγγελιώτισσα, τὴν χάριν ἐξαιτούμενοι, ἣν παρέχεις τοῖς ὅσοι, ταύτῃ προστρέχουσι Πάναγνε, μετὰ καθαρᾶς συνειδήσεως.
῎Ανευ ὠδίνων τὸν Δεσπότην τέτοκας, ἀλλ᾿ ὑπεράλγησας, τοῦτον κατιδοῦσα, ᾿Αρχαγγελιώτισσα, ἐπὶ σταυροῦ κρεμάμενον, ὅθεν ἄλγη παντοῖα, τῶν ἱκετῶν σου διάλυσον, καὶ χαρὰν ἡμῖν ἐπιβράβευσον.
᾿ῼδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γῆν ἐκαίνισας Μῆτερ, τῷ ὑπὲρ νοῦν τόκῳ σου, καὶ τὴν ἐκπεσοῦσαν ἀνθρώπων, φύσιν ἠνώρθωσας, ὅθεν ἀνόρθωσον, καὶ τὰς ἰγνύας αἰτούντων, ᾿Αρχαγγελιώτισσα, τὴν προστασίαν σου.
Γρηγοροῦσάν μοι δίδου, τὴν προσοχὴν πάντοτε, ἵνα προσβολὰς ἀποκρούω, τοῦ πολεμήτορος, καὶ νοῦν νηφάλιον, ἐν προσευχῇ ἠσκημένον, ᾿Αρχαγγελιώτισσα, σοῦ μιμνησκόμενον.
᾿Εν νυκτὶ καὶ ἡμέρᾳ, τοῦ σοῦ λαοῦ πρόστηθι, πάντας ὁδηγοῦσα πρὸς τρίβους, θείαις πρεσβείαις σου, καὶ καταξίωσον, τῆς οὐρανῶν Βασιλείας, ᾿Αρχαγγελιώτισσα, παντοβασίλισσα.
Λῦσον πόνους καὶ θλίψεις, καὶ συμφορὰς δίωκε, πόῤῥω ἱκετῶν σου Παρθένε καὶ νόσους ἴασαι, ἡ κόσμῳ τέξασα, τὸν ἰατρεύοντα πάθη, ᾿Αρχαγγελιώτισσα, ψυχῆς καὶ σώματος.
Διάσωσον, ᾿Αρχαγγελιώτισσα τοὺς σοὺς δούλους, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
᾿Επίβλεψον, ᾿Αρχαγγελιώτισσα Μῆτερ, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. ῏Ηχος β΄. Πρεσβεία θερμή.
Τοῦ βίου πολλαῖς, βαρούμενοι ταῖς θλίψεσι, πρὸς σὲ τὴν χαρᾶς, γεννήτριαν προστρέχομεν, καὶ θερμῶς αἰτούμεθα, τὴν σὴν σκέπην ᾿Αρχαγγελιώτισσα, δι᾿ ἧς παντοίων συμφορῶν, καὶ παθῶν ἀπολυτρούμεθα.
᾿ῼδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
῎Ιθι γοργῶς Πάναγνε, φάρμακα φέρουσα, ἰατρεῦσαι, ἁμαρτίας τραύματα, ἅπερ ψυχήν, θλίβουσιν ἐμήν, ὅθεν ἄλγει κράζω· πρόφθασον Μῆτερ ἀνύμφευτε, λύτρωσαι φάρυγγός με, τοῦ ἐχθροῦ τοῦ ἀρχαίου, καθὼς οἶδας ᾿Αγγέλων τὸ ἥδυσμα.
῾Ως ἀμελῶν εἴληφα, μισθὸν πικρότατον, σωτηρίας, μακρυσμὸν Θεόνυμφε, καὶ δυσωπῶ, σὲ τὴν ἀγαθήν, δοῦναι τὴν ἐλπίδα, ἐπιστροφῆς πρὸς τὸν Κύριον, ἵνα θερμῶς σου τύπον,
᾿Αρχαγγελιωτίσσης, προσκυνῶ ὡς εὐγνώμων ἱκέτης σου.
Τεῖχος σκληρὸν ὤρθωνται, αἱ ἀνομίαι μου, καὶ Κυρίου, δυστυχῶς χωρίζουσι, διὸ βοῶ, ὅλῃ μου ψυχῇ· ῎Αχραντε Παρθένε, ῥῆξον αὐτὰς καὶ ἀνθύψωσον, τῆς μετανοίας οἶκον, ὡς πηλὸν δάκρυά μου, συμμειγνύουσα θείαις πρεσβείαις σου.
῾Ιλὺς πολλὴ Δέσποινα, ψυχῇ μου ἤθροισται, καὶ στενάζω, ὅλως ἀπορούμενος, πῶς δυνηθῶ, ταύτης ἐκφυγεῖν, καὶ
κεκαθαρμένος, ὀφθῶ ὡς πρέπει Κυρίῳ μου· ὦ ᾿Αρχαγγέλων ᾆσμα, μὴ στερήσῃς ἀνοῖξαι, μητρικῆς βοηθείας τὰ σπλάγχνα μοι.
᾿ῼδὴ ε΄. ῞Ινα τί με ἀπώσω.
Στῆσον νόσων τὰ ἄλγη, ᾿Αρχαγγελιώτισσα διδοῦσα ἄνεσιν, τοῖς ἐξαιτουμένοις, τὴν πρεσβείαν εὐχῶν σου πρὸς Κύριον, καὶ τοῖς ἐν ὀδύναις, κατακειμένοις ἀσθενείας, τὴν ὑγείαν ὡς τάχιστα πάρεχε.
Σώματός μου οἱ πόνοι, τὴν ἀπόγνωσιν τίκτουσιν τὴν ὀλέθριον, καὶ ἡ ἀθυμία, κυριεύει καρδίαν μου Πάναγνε, ὅθεν δυσωπῶ σε, δίωκε ταύτας καὶ τὴν χάριν, τῆς ἰάσεως δίδου τῷ δούλῳ σου.
῎Ανοιξόν μοι τὴν πύλην, ᾿Αρχαγγελιώτισσα ταῖς ἱκεσίαις σου, θείας μετανοίας, καὶ ὀνύχων ἐχθροῦ με ἐξάρπασον, ὅτι ὡς στρουθίον, αὐτοῦ δικτύοις συνελήφθην, κινδυνεύων αἰώνιον θάνατον.
Δάκρυά μοι παράσχου, ᾿Αρχαγγελιώτισσα τὰ θεαγάπητα, ἵνα ἀποπλύνω, τῆς ψυχῆς μου στολὴν ἣν ἐμόλυνα, καὶ ἀξίωσόν με, μὴ ἁμαρτάνειν ἀφοβίᾳ, καὶ Δεσπότην λυπεῖν τὸν φιλάνθρωπον.
᾿ῼδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
᾿Επλήθυναν, αἱ ὀδύναι σώματος, καὶ ψυχῆς μου τὰ δυσβάστακτα ἄχθη, διὸ πρὸς σέ, καταφεύγω Κυρία, ἐπιζητῶν μητρικήν σου βοήθειαν, ἐὰν γὰρ σύ μὴ παραστῇς, τίνα ἄλλην εὑρήσω ἀντίληψιν;
Χαρίτωσον, τὴν ζωήν μου Πάναγνε, χορηγοῦσα παρακλήσεις τὰς θείας, καὶ τὴν πικράν, γλύκανόν μου πορείαν, τῇ χαρμονῇ μητρικῆς παρουσίας σου, ὥσπερ ἀγγέλων τοὺς χορούς, κατευφραίνεις τῇ θέᾳ σου ῎Αχραντε.
Οὐ δύναμαι, ᾿Αρχαγγελιώτισσα, ὑποφέρειν πειρασμῶν τὰς ἐφόδους, καὶ τῶν βελῶν, ἀσθενείας τοὺς πόνους, ὑφ᾿ ὧν ὁ τάλας δεινῶς νῦν συνέχομαι, διὸ προστρέχῳ σῇ μορφῇ, ἐπαφεὶς τὴν ἐλπίδα μου ἅπασαν.
῾Υψώθησαν, τῶν παθῶν τὰ κύματα, καὶ ἐκάλυψαν ψυχήν μου ἀθλίαν, τὴν πνιγμονήν, ἀπειλοῦντα ἐν τάχει, ὅθεν σοὶ κράζω ἐλέησον Δέσποινα, καὶ σῶσόν με βυθοῦ δεινῶν, Κυβερνήτην τοῦ κόσμου ἡ τέξασα.
Διάσωσον, ᾿Αρχαγγελιώτισσα τοὺς σοὺς δούλους, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
῎Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. ῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
᾿Αρχαγγέλων χοροὶ ἐπευφραίνονται, θεωροῦντες τὴν δόξαν σου Πάναγνε· οἱ πιστοὶ δέ, τὴν ἱεράν σου βλέποντες μορφήν, πολλήν, ἔχομεν ἐν τοῖς δεινοῖς, καὶ τοῖς τοῦ βίου λυπηροῖς, τὴν ἐλπίδα Θεόνυμφε. ῞Οθεν σοὶ ἐκβοῶμεν, πρέσβευε τῷ Δεσπότῃ, δοῦναι αἰτήσεων ἡμῶν, τὴν συμφέρουσαν ἐκπλήρωσιν.
Προκείμενον· Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος· ῎Ακουσον, θύγατερ, καὶ ἴδε…
ΕΥΑΓΓΕΛΙΟΝ
᾿Εκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν
᾿Ορεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ
᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σουπ Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; ᾿Ιδού γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. ῞Οτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ᾿Ιδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
῞Οτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ῎Ονομα αὐτοῦ.
῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς.
Δόξα. Τῆς τῶν ᾿Αρχαγγέλων, Κυρίας ταῖς πρεσβείαις, ἐξάλειψον Σωτήρ μου, τῶν παθῶν μου τὰ πλήθη.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Στίχ. ᾿Ελεῆμον, ἐλέησόν με ὁ Θεός… καὶ τὸ προσόμοιον.
῏Ηχος πλ.β΄. ῞Ολην ἀποθέμενοι.
᾿Αρχαγγελιώτισσα, κατασπαζόμενοι πόθῳ, τὴν σεπτὴν εἰκόνα σου, ἄνεσιν εὑρίσκομεν, ἐν ταῖς θλίψεσι· καὶ παρακαλοῦμέν σε, πρέσβευε Υἱῷ σου, ὅπως ῥύσηται τοὺς δούλους σου, ἐκ βίου κλύδωνος, καὶ τῶν λυπηρῶν περιστάσεων. ῎Εχεις γὰρ τὸ εὐπάρεδρον, ὡς τεκοῦσα Τοῦτον Θεόνυμφε. Τὴν Μονὴν δὲ ταύτην, καὶ πάντας Ξανθιώτας ᾿Αγαθή, ἐν εἰρηναίᾳ συντήρησον, καταστάσει πάντοτε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου κλπ.
ῼδὴ ζ΄. Παῖδες ἑβραίων.
῏Ηλθον ὠδῖνες τοῦ θανάτου καὶ ταράσσουσι, τὸν οἶκον τῆς ψυχῆς μου, διὸ Μῆτερ τῇ σῇ, εἰκόνι καταφεύγω, εἰρήνην ἐξαιτούμενος, καὶ ζωὴν τὴν αἰωνίαν.
Μνήμην ἐγκαίνισον Δεσπότου, τῇ καρδίᾳ μου, Παρθένε Θεοτόκε, τὴν ὁρμὴν λογισμῶν, συγκόπτουσαν καὶ πάσης, αἰτίας θείας πρόξενον, καὶ γεννήτριαν εἰρήνης.
῞Ωρα ἐγγίζει ἡ ἐσχάτη, καὶ οὐ παύομαι, ὁ τάλας ἁμαρτάνειν, καὶ Κριτῇ πῶς ὀφθῶ, τὸ ἔνδυμα μὴ ἔχων, τῆς Βασιλείας Δέσποινα, ὅθεν σῶσόν με ὡς οἶδας.
Νὺξ ἀφεγγὴς περικυκλοῖ με, καὶ ἀπέγνωσμαι, ἐκ πλήθους πειραζόντων, διὸ φῶς τὸ γλυκύ, παράσχου τοῦ Υἱοῦ σου, Παρθένε τῇ καρδίᾳ μου, καὶ φθορᾶς διάσωσόν με.
᾿ῼδὴ η΄. Τὸν Βασιλέα.
Δέχου δακρύων, τοὺς σταλαγμοὺς Θεοτόκε, ὥσπερ μύρον καθαῖρον ἀνομίας, καὶ τῆς βασιλείας, τὰς πύλας ἄνοιξόν μοι.
Εὗρον εἰκόνα, τὴν ἱεράν σου Παρθένε, καταφύγιον ἐν θλίψεσι ποικίλαις, διαλύουσάν μου, τὰ νέφη τὰ σκοτώδη.
῾Η θαλπωρή σου, θερμανάτω καρδίας, Θεομῆτορ ἐκ θλίψεων ψυγείσας, φέρουσα γαλήνην, Υἱοῦ σου παμφιλτάτου.
Σὺ ᾿Αρχαγγέλων, τὸ ἡδύτατον ἆσμα, πέλεις Κόρη ὁρώντων σου τὴν δόξαν, καὶ παραμυθία, πιστῶν σὲ προσκυνούντων.
᾿ῼδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
Εἰκών σου ἡ ἁγία ὤφθη ἡμῖν, δῶρον θεῖον καὶ μάννα οὐράνιον, ἐν πειρασμοῖς, τῶν ἐχθρῶν πραΰνουσα τὰς ὁρμάς, ὦ
᾿Αρχαγγελιώτισσα, καὶ κειμένοις κλίνῃ ἀσθενειῶν, ἰάσεων αἰτία, τοῖς δὲ ἀλγοῦσι πᾶσι, χαρὰν πηγάζουσα Θεόνυμφε.
᾿Ιθύνουσα μὴ παύσῃ τέκνα τὰ σά, πρὸς Χριστοῦ βασιλείαν ἀσάλευτον, εὐχαῖς σεπταῖς, ᾿Αρχαγγελιώτισσα θαυμαστή, ὑψώσεις ὁμαλύνουσα, τοῦ ἀντικειμένου καὶ τὰς ψυχάς, θέλοντος ἐξαρπάσαι, παγίσι πολυτρόποις, ἃς ἀδρανεῖς ποίησον Δέσποινα.
Συῤῥέουσι τὰ πλήθη Ξανθιωτῶν, προσκυνῆσαι εἰκόνα τὴν πάντιμον, ἐν σῇ Μονῇ, ᾿Αρχαγγελιώτισσα καὶ λαβεῖν, αἰτήσεων ἐκπλήρωσιν, οὓς μὴ ἀποστρέψῃς ποτὲ κενούς, ἀλλὰ πρὸς τὸ συμφέρον, ἑκάστου Παναγία, ἄνοιξον σπλάγχνα σου φιλάνθρωπα.
᾿Αρχάγγελοι αἰνοῦσιν ἐν οὐρανοῖς, σὴν ὑπέρθεον δόξαν Πανάμωμε, ἐν δὲ τῇ γῇ, πίστει προσκυνοῦμεν σοῦ τὴν μορφήν, χορεῖαι αἱ χριστώνυμοι, ᾿Αρχαγγελιώτισσα καὶ φωνάς, ὑψοῦμεν ἱκεσίους· φύλαττε τὴν Μονήν σου, καὶ Ξάνθης πᾶσαν τὴν περίχωρον.
῎Αξιόν ἐστι… καὶ τὰ
Μεγαλυνάρια
᾿Αρχαγγελιώτισσα ἀγαθή, σκέπε τὴν Μονήν σου, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ ἐχθροῦ μανίας, εὐχαῖς σου παναγίαις, ὅπως σεπτὴν μορφήν σου, κατασπαζώμεθα.
Χαῖρε ἐνωτίσθης ἐκ Γαβριήλ, Μῆτερ Θεοτόκε, καὶ τὸ χαῖρε δέχου ἡμῶν, τῶν καταφιλούντων, εἰκόνα σου ἁγίαν, καὶ χάριν λαμβανόντων, ψυχοσωτήριον.
῎Εχουσα Παρθένε τὸ συμπαθές, καὶ τὴν παῤῥησίαν, πρὸς Υἱόν σου Μονογενῆ, πάντων αἰτουμένων, ἐκπλήρου τὰς αἰτήσεις, τῶν καταπροσκυνούντων, θείαν εἰκόνα σου.
Πᾶσαι τῶν ᾿Αγγέλων..
Τρισάγιον κλπ.
Εἰς τὴν ἀπόλυσιν. Στιχηρὸν προσόμοιον.
῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Σοὶ τῶν ᾿Αρχαγγέλων τῇ χαρᾷ, ᾿Αρχαγγελιώτισσα Μῆτερ, θερμῶς προστρέχομεν, καὶ ψυχῶν αἰτήματα, προσαναθέμενοι, ἐξαιτούμεθα τάχιστα, τὴν σὴν προστασίαν, καὶ τὴν πρὸς τὸν Κύριον, θερμὴν πρεσβείαν σου, ὅπως ἀταράχως τὸν βίον, πάντες διεξέλθωμεν Κόρη, καὶ τῆς Βασιλείας ἐπιτύχωμεν.
Δέσποινα πρόσδεξαι. Τὴν πᾶσαν ἐλπίδα μου.
Δι᾿ εὐχῶν.
Στίχοι
῾Ως ὕμνους δέχῃ ἐκ χοροῦ ᾿Αρχαγγέλων, οὕτως ἡμῶν δέχοιο, Μῆτερ, δεήσεις.



