Παρακλητικός Κανών εις την Αγία Παρθενομάρτυρα Ανυσίαν την εν Θεσσαλονίκη
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ Τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῆς παρθενίας τὸν λαμπρότατον οἶκον, καὶ τῶν Μαρτύρων τοῦ Χριστοῦ μέγα κλέος, τιμήσωμεν ἐν ᾄσμασι βοῶντες πρὸς αὐτήν· Ἀνυσία πάνσεμνε, τὰς ἡμῶν ἱκεσίας, πλήρωσον πρεσβείαις σου, πρὸς ψυχῶν τὸ συμφέρον, καὶ Βασιλείας τῆς τῶν οὐρανῶν, πάντας μετόχους, γενέσθαι ἀξίωσον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλεται ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
«Θεοφιλῶς ἀνύσοιμεν τὸν βίον, ὦ Ἀνυσία. Ἀ(θανάσιος».
ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Θεῷ παρεστῶσα σεμνοπρεπῶς, σεπτὴ Ἀνυσία, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε ἐν πίστει, καὶ ἐκζητούντων ἁγίας πρεσβείας σου.
Ἐκ βρέφους ποθήσασα τὸν Χριστόν, Αὐτοῦ ἀνεδείχθης, Ἀνυσία οἶκος λαμπρός, τηρήσει τῶν θείων ἐνταλμάτων, ὧν καὶ ἡμᾶς τηρητὰς δεῖξον πάνσεμνε.
Οὐδόλως ἐσάλευσαν σὴν ψυχήν, κλεινὴ Ἀνυσία, αἱ φθειρόμεναι ἡδοναί, κατέχουσα μνήμην τοῦ Δεσπότου, ἣν καὶ ἡμῖν δίδου δῶρον ἰσόβιον.
Θεοτοκίον.
Φαιδρύνει καρδίας τῶν εὐσεβῶν, ἡ κλῆσίς σου Μῆτερ, καὶ στηρίζει ψυχὰς πιστῶν, οὓς φύλαττε σῴους ἐκ κινδύνων, καὶ ἀρετῶν ἐργασίᾳ προκόπτοντας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερῶς εὐχομένη, τὸν Ἰησοῦν ἔφερες, ἐν τῇ παγκαθάρῳ ψυχῇ σου, μόνιμον ἔνοικον, ὅθεν ἀξίωσον, θεοπρεπῶς Ἀνυσία, εὔχεσθαι τοὺς ὅσοι σου, μνήμην γεραίρομεν.
Λύσιν εἶχες ἀρίστην, δυσκολιῶν πάντοτε, τὴν καταφυγὴν πρὸς Δεσπότην τὸν πολυέλεον, ὃν ἐκδυσώπησον, ὑπὲρ ἡμῶν Ἀνυσία, ἐν τοῦ βίου θλίψεσιν, ἀεὶ παρίστασθαι.
Ὥσπερ μέλιττα μέλι, πνευματικὸν ἤθροισας, ἀπὸ τῶν Γραφῶν Ἀνυσία, διὸ κατώρθωσας, ἐχθρὸν τὸν πάγκακον, ὑπὸ τοὺς πόδας πατῆσαι, οὗ παγίδων λύτρωσαι, τοὺς ἀνυμνοῦντάς σε.
Σκέπε τέκνα σου Μῆτερ, πνευματικὰ σκέπῃ σου, καὶ κατὰ παθῶν πολεμοῦντα, ἀεὶ ἐνίσχυε, ὅπως δοξάζωμεν, τὴν κραταιὰν προστασίαν, καὶ τὰ μεγαλεῖά σου, οἱ σοὶ προσφεύγοντες.
Διάσωσον, ὦ Ἀνυσία σοὺς δούλους, ἀπὸ πάσης ἐπηρείας καὶ θλίψεως, διδοῦσα δύναμιν ἡμῖν, κατ’ ἐχθρῶν ἐναντίων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία Θερμή.
Παρθένε σεμνή, καὶ μάρτυς χριστοκάρδιε, μὴ παύσῃ θερμῶς, πρεσβεύειν πρὸς τὸν Κύριον, ὅπως δῷ ὡς τάχιστα, αἰτημάτων ἡμῶν τὴν ἐκπλήρωσιν, καὶ εὐγνωμόνως σου ἀεί, Ἀνυσία τὴν χάριν γεραίρωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἁγνοτάτως πεπόρευσαι, μέσον τῶν εἰδώλων βιοῦσα πάνσεμνε, Ἀνυσία ὅθεν χάρισαι, τοῖς ἁγνῶς βιοῦσι θείαν δύναμιν.
Νοῦν ναὸν τοῦ Δεσπότου σου, εὐχομένη ἔδειξας καλλιπάρθενε· ὅθεν Τούτου μνήμης πλήρωσον, Ἀνυσία νοῦν τῶν αἰτουμένων σε.
Ὕλης πάσης ἀνώτερον, Ἀνυσία φρόνημα κατεκράτησας, διὸ μάρτυς καταξίωσον, καὶ ἡμᾶς τῆς ὕλης ὑπεραίρεσθαι.
Θεοτοκίον.
Σωτηρίας σε πρόξενον, πάναγνε Παρθένε ἐπιγινώσκομεν, καὶ ἀπαύστως μεγαλύνομεν, ἣν παρὰ Κυρίου δόξαν εἴληφας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλον μου τὸν νοῦν, καὶ τὸ φρόνημα ἁγίασον, τῇ θείᾳ μνήμῃ Ἀνυσία τοῦ Χριστοῦ, ὥσπερ τὸν νοῦν σου, καθηγίασας τὸ πρότερον.
Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ παθήματα, τῶν αἰτουμένων Ἀνυσία σὰς εὐχάς, καὶ ὑγίειαν, σταθερὰν δίδου ὡς δώρημα.
Μόνον τοῦ Θεοῦ, ἐκτελεῖν ἀεὶ τὸ θέλημα, ἀξίωσόν με Ἀνυσία καὶ ζωῆς, αἰωνίου μετασχεῖν ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Ἔλλαμψον Ἁγνή, σκοτασμὸν ψυχῆς μου τάλαινας, ἡ Φῶς τεκοῦσα τῆς ζωῆς ἀληθινόν, καὶ συμπτωμάτων, ἁμαρτίας διαφύλαξον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νεότητα ἀπηρνήθης σώματος καὶ ἀπόλαυσιν ἡδέων γηίνων, ἵνα Χριστοῦ, ἐπιτύχῃς τὸ κάλλος, τὸ μηδαμῶς Ἀνυσία φθειρόμενον, οὗ δεῖξον πάντας θεατάς, τοὺς τιμῶντας τὴν πάντιμον μνήμην σου.
Τὰ κύματα πειρασμῶν ὑψούμενα, Ἀνυσία θραῦσον θείαις εὐχαῖς σου, ὑπομονήν, ἐν ταῖς θλίψεσι βίου, παρεχομένη καὶ δύναμιν πνεύματος, εἰς δόξαν τοῦ καὶ σὲ σεμνή, ἀναδείξαντος πέτραν στερέμνιον.
Οὐ παύεται ἀκοντίζειν βέλεμνα, Ἀνυσία ὁ ἀρχέκακος δράκων, καὶ ἐκζητεῖν, τὰς ψυχὰς ἀπολέσαι, δι’ ἃς Χριστὸς ὁ Θεὸς ἐνηνθρώπησε, διὸ ἀκύρωσον αὐτοῦ, τὴν μανίαν ταῖς θείαις πρεσβείαις σου.
Θεοτοκίον.
Νεάνιδας ὁ Υἱός σου Πάναγνε, ἐξελέξατο ὡς νύμφας τιμίας, ὡς ὁ Δαυΐδ, ὁ προφήτης προεῖδε, μεθ᾽ ὧν τὴν πάγκαλλον κόρην ἡρμόσατο, θανάτῳ τῷ μαρτυρικῷ, Ἀνυσίαν παρθένων τὸ καύχημα.
Διάσωσον, ὦ Ἀνυσία σοὺς δούλους, ἀπὸ πάσης ἐπηρείας καὶ θλίψεως, διδοῦσα δύναμιν ἡμῖν, κατ᾽ ἐχθρῶν ἐναντίων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Παρθενίᾳ τὸ αἷμα συμμείξασα, Ἀνυσία ὡς δῶρον πανάριστον, σῷ Νυμφίῳ, ταῦτα προσήγαγες τυθεῖσα δι᾽ Αὐτόν, καὶ νῦν Μάρτυς παγκαλλής, τῶν σὲ τιμώντων ἐκ ψυχῆς, τὰς αἰτήσεις ἐπάκουσον, λύουσα περιστάσεις, τάχιστα ταῖς εὐχαῖς σου, καὶ τῶν πταισμάτων τὴν πληθύν, μετανοίᾳ ἐξαλείφουσα.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ᾗ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς)
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἣ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄. 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἢ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου’ καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀνυσία πάνσεμνε, Θεσσαλονίκης τὸ κλέος, τῶν παρθένων καύχημα, καὶ μαρτύρων ἥδυσμα πανευφρόσυνον, τὸν Χριστὸν ὕλεων, δεῖξον ταῖς εὐχαῖς σου, παῤῥησίαν ὡς κατέχουσα, καὶ χάριν πάρεχε, ἐν βιοτικαῖς περιστάσεσιν, ὑγίειαν ἀκατάσειστον, καὶ ψυχῶν εἰρήνην ἀσάλευτον, αἴτησαι τοῖς ὅσοι, σὴν ἄθλησιν τιμῶμεν τὴν σεπτήν, καὶ τῷ Δεσπότῃ προβάλλομεν, πρέσβυν σε εὐπρόσδεκτον.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βάσιν ἔχουσα θείαν Ἀνυσία μελλούσης ζωῆς βεβαίωσιν, οὐδόλως ἐταράχθης, ἀγροίκου στρατιώτου, ὑποστᾶσα ἐπίθεσιν, ἐξιλεοῦσα Χριστόν, ἡμῖν διδόναι πίστιν.
Ἱερώτατον θῦμα, προσηνέχθης ἐξαίφνης Μάρτυς Δεσπότῃ σου, ὧ αἷμά σου δεικνῦσα, ἐξαίτει τοῖς τιμῶσι, τὸ σεπτόν σου μαρτύριον, ὑπομονὴν σταθερὰν, ἐν πειρασμοῖς τοῦ βίου.
Οὐδαμῶς Ἀνυσία, τοῦ θανάτου ὁ φόβος σε κατεκλόνησεν, ἀλλ᾽εὔθυμος τὸ στέφος, ἐδέξω μαρτυρίου, ὅθεν πάντας ἀπάλλαξον, τοὺς ψάλλοντάς σοι πιστῶς, ἐκ φόβου τοῦ θανάτου.
Θεοτοκίον.
Νεανίδων χορείαν, τοῦ Δεσπότου ὀπίσω Παρθένε βλέπουσα, σὺν ταύταις ἐκδυσώπει, Αὐτὸν ὑπὲρ λαοῦ σου, ὃν ἀεὶ περιφύλαττε, ἐκ πειρασμῶν τοῦ ἐχθροῦ, καὶ συμπτωμάτων βίου.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Ὡς παῤῥησίαν, Ἀνυσία πλουτοῦσα, τὸν Δεσπότην ἱκέτευε ἀπαύστως, ὅπως φιλοθέως, τελέσωμεν τὸν βίον.
Ἁμαρτημάτων, Ἀνυσία τὸ πλῆθος, ταῖς εὐχαῖς σου ἐξάλειψον ἐφ’ ἅπαξ, καὶ τῆς μετανοίας, ἡμῖν δίδου τὴν χάριν.
Νόσων σωμάτων, καὶ ψυχῆς Ἀνυσία, σὲ τιμῶντας ἀπάλλαξον καὶ αἴτει, σταθερὰν ὑγίειαν, παρὰ τοῦ Ζῳοδότου.
Θεοτοκίον.
Ὕμνους προσδέχου, θεοχαρίτωτε Μῆτερ, ἐκ χειλέων ἀπαύστως ἀνυμνούντων, καὶ δοξολογούντων, ἀνέκφραστόν σου δόξαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στολὴν ἀθανασίας, νῦν ἐπενδυθεῖσα, ὦ Ἀνυσία παρθένε μνημόνευε, τοὺς προσκυνοῦντας ἐν πίστει, θεῖά σου λείψανα.
Ἰάτρευε τὰ πάθη, μάρτυς Ἀνυσία, τὰ τυραννοῦντα ἡμᾶς ἐκ νεότητος, καὶ τὴν εἰρήνην παράσχου, Ἁγίου Πνεύματος.
Ἀνύσασα ἐνδόξως, βίον Ἀνυσία, σαῖς ἱκεσίαις ἡμᾶς καταξίωσον, θεοφιλῶς διανύσαι, ζωὴν ἐπίγειον.
Θεοτοκίον.
Ἁγίων μειζοτέρα, πάναγνε Παρθένε, τὴν Ἀνυσίαν συμπρέσβυν παράλαβε, ὑπὲρ ἡμῶν ἀνυμνούντων, τὸν θεῖον τόκον σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Θεσσαλονίκης θεῖος βλαστός, καὶ ἄμωμος νύμφη, τοῦ Παντάνακτος Ἰησοῦ, ὥφθης Ἀνυσία, ἀσκήσει καὶ ἀθλήσει, ἐχθρὸν καταβαλοῦσα, τὸν πολυμήχανον.
Χαίροις Ἀνυσία μάρτυς Χριστοῦ, παρθενίας οἶκος, καὶ ἁγνείας ναὸς σεπτός, χαίροις καὶ τοὺς ὅσοι, τὴν μνήμην σου τιμῶμεν, φύλαττε ἐκ κινδύνων καὶ πάσης θλίψεως.
Θείας σου ἀγάπης πρὸς Ἰησοῦν, μάρτυς Ἀνυσία, δὸς ἀπόμοιραν καὶ ἡμῖν, ἵνα δυνηθῶμεν, παλαῖσαι πρὸς τὰ πάθη, καὶ Τοῦτον ἀγαπῆσαι, ὡς σὺ ἠγάπησας.
Θήκην σῶν λειψάνων τὴν ἱεράν, πόθῳ προσκυνοῦντες, Ἀνυσία σεμνοπρεπής, ἴασιν σωμάτων ταχεῖαν ἐκζητοῦμεν, καὶ τῶν ψυχῶν εἰρήνην, τὴν ἀναφαίρετον.
Φύλαττε τὴν Κύπρον Μάρτυς σεμνή, ἐκ πάσης ἀνάγκης, καὶ μανίας τοῦ πονηροῦ, οὗ πικρὰς παγίδας διάλυε ὡς νέφη, παρέχουσα εἰρήνην, δῶρον πολύτιμον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ψάλλεται τὸ παρὸν Ἀπολυτίκον.
Ἦχος δ΄ Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῆς παρθενίας τὸν λαμπρότατον οἶκον, καὶ τῶν Μαρτύρων τοῦ Χριστοῦ μέγα κλέος, τιμήσωμεν ἐν ᾄσμασι βοῶντες πρὸς αὐτήν· Ἀνυσία πάνσεμνε, τὰς ἡμῶν ἱκεσίας, πλήρωσον πρεσβείαις σου, πρὸς ψυχῶν τὸ συμφέρον, καὶ Βασιλείας τῆς τῶν οὐρανῶν, πάντας μετόχους, γενέσθαι ἀξίωσον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄ Ὅτε ἐκ τοῦ ξύλου.
Ὦ παρθενομάρτυς τοῦ Χριστοῦ, θεία Ἀνυσία προσδέχου, ἡμῶν τὴν δέησιν, καὶ τὰς νόσους ἴασαι, ψυχῆς καὶ σώματος, χορηγοῦσα ἀσάλευτον, εἰρήνην καρδίαις, καὶ Θεοῦ ἀγάπησιν τὴν ἀναφαίρετον, ὅπως διανύσαντες βίον, εὐαγγελικῶς τοῦ Δεσπότου, Βασιλείας ἄνω ἐπιτύχωμεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Ἰκεσίας πρόσδεξαι ὦ Ἀνυσία,
Χέουσα ἀδάπανον Πνεύματος Χάριν.
