Παρακλητικός Κανών εις την Αγία Ένδοξο Μεγαλομάρτυρα Χριστίνα
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἑξῆς.
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μεγαλομάρτυρα Κυρίου Χριστῖναν, βδελυξαμένην τὴν πατρῴαν ἀπάτην, καὶ παριδοῦσαν εὔκλειαν καὶ κάλλος σαρκὸς, μέλψωμεν κραυγάζοντες· Καλλιπάρθενε δούλη, τοῦ Χριστοῦ κατάπεμψον, οὐρανόθεν σὴν χάριν, ἐπὶ τοὺς πίστει σπεύδοντας λιταῖς, σαῖς διαθέρμοις, Αὐτὸν πρὸς τὸν εὔσπλαγχνον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
Χριστῖνα Μάρτυς, ἰσχύος ἡμᾶς πλῆσον. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστῖνα Μαρτύρων ἡ καλλονή, ἡ κάλλος προσώπου, καὶ νεότητος τὴν ἀκμὴν, ἐμφρόνως, στεῤῥόφρον παριδοῦσα, Χριστὸν ἡμῖν σὸν Νυμφίον ἱλέωσαι.
Ῥοάς μου δακρύων τῶν σῶν εὐχῶν, ἀπόσμηξον μάκτρῳ, καλλιμάρτυς τοῦ Ἰησοῦ, Χριστῖνα, στολήν σου παρθενίας, ἡ ταῖς ῥοαῖς σῶν αἱμάτων λαμπρύνασα.
Ἱκάνωσον πάντας σοὺς ὑμνητὰς, τυχεῖν ψυχοτρόφου, μετανοίας, ἡ τοῦ πατρὸς, εἰδώλων ἀπάτην βδελυχθεῖσα, Χριστῖνα Μάρτυς ὡράϊσμα πίστεως.
Θεοτοκίον.
Στηρίζουσα βίου ἐν πειρασμοῖς, μὴ παύσῃ σοὺς δούλους, ὑπερύμνητε Μαριάμ, πολλῆς μητρικῆς σου παῤῥησίας, τῇ βακτηρίᾳ πρὸς Τόκον τὸν θεῖόν σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῆς ψυχῆς σου τὸ κάλλος ὁλοσχερῶς Κτίσαντος, ἡ καθιερώσασα Λόγῳ, καὶ ὑπομείνασα, τρῶσιν πλευρᾶς δι’ Αὐτόν, Χριστῖνα Μεγαλομάρτυς, ῥῦσαι τοὺς ἱκέτας σου βλάβης τοῦ ὄφεως.
Ἰσχυροὺς ὑμνητάς σου δεῖξον ἀμνὰς ἄσπιλε, τοῦ Χριστοῦ στεῤῥόφρον Χριστῖνα, Μάρτυς μεγάλαθλε, ἐν τοῖς ἀγῶσιν αὐτῶν, κατὰ παθῶν χαμαιζήλων, πειρασμῶν στενώσεων, ἄλγους καὶ θλίψεων.
Νίκας δίδου μοι Μάρτυς Χριστοῦ ἀμνὰς ἄσπιλε, Τύρου πανευσήμου Χριστῖνα, ἄνθος μυρίπνοον, κατὰ τοῦ γένους ἡμῶν, τοῦ πτερνιστοῦ καὶ βεβήλου, τῆς κακίας ἄρχοντος, σαῖς παρακλήσεσι.
Θεοτοκίον.
Ἀπαθείας πρὸς ὕψος Μῆτερ Θεοῦ ἕλκυσον, Κεχαριτωμένη Παρθένε, σὲ μεγαλύνοντας, μελισταγέσιν ᾠδαῖς, καὶ ἐν παθῶν τρικυμίαις, σπεύδοντας πανύμνητε, τῇ προστασίᾳ σου.
Διάσωσον, τοὺς σοὺς ἱκέτας Χριστῖνα ἀπὸ κινδύνων, περιστάσεων πειρασμῶν δεινῶν καὶ κακώσεων, ὑμνοῦντας σὴν ἄθλησιν, καλλιμάρτυς.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστῖνα Χριστοῦ ἀμνὰς σεπτὴ καὶ ἄσπιλε, Μαρτύρων στεῤῥῶν τῆς πίστως λευκάνθεμον, εὐσεβέσιν ἱλέωσαι,
σὸν Νυμφίον τοῖς ὕμνοις γεραίρουσι, τῆς σῆς καρδίας καὶ τῆς σῆς πλευρᾶς, τὴν τρῶσιν καὶ ἄθλησιν τὴν πάνσεπτον.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Μαρτυρίου τοῖς σκάμμασιν, ἡ προθύμως Μάρτυς ἀκολουθήσασα, μαρτυρεῖν ἡμᾶς τὸ ὄνομα, τοῦ Χριστοῦ ἐν βίῳ καταξίωσον.
Αἱματόχρουν ἱμάτιον, φέρουσα ψυχῆς σου Χριστῷ ἀνέδραμες, ὑπαντῆσαι τῷ παρέχοντι, σαῖς εὐχαῖς Χριστῖνα πᾶσιν ἔλεος.
Ῥαντισμῷ σῶν δεήσεων, πάντας καθαγίαζε τοὺς τιμῶντάς σε, σεμνολόγημα ὡς πίστεως, καὶ πηγήν γενναιότητος.
Θεοτοκίον.
Τῆς μανίας ἐξάρπασον, τοῦ ἐχθροῦ Παρθένε τοὺς ἀνυμνοῦντάς σε, ὡς διάσωσμα τῶν δούλων σου, καὶ θαυμάτων βρύσιν ἀκεσώδυνον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕβρεις σοῦ πατρὸς, καὶ εἱρκτήν Σεμνή καὶ ἄθλησιν, ὑπομείνασα φρονήματι στεῤῥῷ, χάριν εὗρες, ἱλεοῦσθαι ἡμῖν Κύριον.
Σὲ τροχοῦ δεινὰ, τῆς ἀγάπης οὐκ ἐχώρισαν, τοῦ Νυμφίου σου Χριστίνα Ἰησοῦ, τοῦ παρέχοντος, ἡμῖν τὸ μέγα ἔλεος.
Ἴθυνον ἡμᾶς, πρὸς τοῦ πόλου Μάρτυς δώματα, ὧν Χριστῖνα ἀπολαύεις ὡς λαμπρῶν, ἀθληφόρων, πολυτίμητος διάκοσμος.
Θεοτοκίον.
Στήριξον ἡμᾶς, ἐν τῇ πίστει Μητροπάρθενε, μεγαλύνοντάς σε ὕμνοις μελιχροῖς, Κεχαριτωμένη, ῥάβδῳ σῶν δεήσεων.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Χριστώνυμε, Μάρτυς καλλιπάρθενε, Οὐρβανοῦ εἰδώλων λάτρεως γόνε, ἡ τοῦ Χριστοῦ μεγαλύνασα πίστιν, ἀνδρειοτάτῳ Χριστῖνα φρονήματι, ἴσθι ἡμῶν ἐν πειρασμοῖς, ἀρωγός ἀντιλήπτωρ καὶ πρόμαχος.
Ὑφέρποντος, ἰοβόλου ὄφεως, τῶν ὀδόντων με ἐξάρπασον τάχος, ἱκεσιῶν σου Χριστῖνα δυνάμει, πρὸς τὸν οὐράνιον Μάρτυς Νυμφίον σου, ἡ λυτρωθεῖσα προσβολῶν, τοῦ ἐχθροῦ θείῳ σθένει καλλίνικε.
Οἱ Ἄγγελοι, τοῦ Χριστοῦ ἀνήγαγον, ἐν βυθοῦ σε θαλαττίου Χριστῖνα, εἰς ὃν πατήρ σου σὲ ἔῤῥιψε Μάρτυς, μεθ’ ὧν συγχαίρεις ἐν πόλου νῦν δώμασι, καθικετεύουσα θερμῶς, σὸν Νυμφίον ὑπὲρ τῶν τιμώντων σε.
Θεοτοκίον.
Συνέσεως, δὸς σοῖς δούλοις νάματα, ὑπερύμνητε πιεῖν Θεοτόκε, πηγὴ ἀστείρευτε ὕδατος ζῶντος, ἡ τῶν βροτῶν τὰς ψυχὰς ἀναψύχουσα, καὶ ἁγιάζουσα ἡμᾶς, διὰ Τόκου πανσέπτου σου Δέσποινα.
Διάσωσον, τοὺς σοὺς ἱκέτας Χριστῖνα ἀπὸ κινδύνων,
περιστάσεων πειρασμῶν δεινῶν καὶ κακώσεων, ὑμνοῦντας σὴν ἄθλησιν καλλιμάρτυς.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν ἀθληφόρον Χριστοῦ εὐφημήσωμεν, ἀρνησαμένην πατρῴαν ἀσέβειαν, καὶ μαρτυρίου πρὸς τρίβους χωρήσασαν, σεπτὴν Χριστῖναν ἧς πάντες προσφεύγομεν, θερμαῖς λιταῖς πρὸς τὸν εὔσπλαγχνον Κύριον.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Μάρκον
(Κεφ. ε΄ 24 – 34 ).
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τὸν Ἰησοῦν ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γάρ· Ὅτι κᾂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πληγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ ὕψους δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ’ αὐτῇ, ἦλθε καὶ περιέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νύμφη τοῦ Παντάνακτος, Μεγαλομάρτυς Χριστῖνα, ἁπαλῷ ἐν σώματι, ἀνδρικὸν ἡ φρόνημα κατακρύπτουσα, καὶ ψυχῆς ἅπασι, κάλλος ἡ δεικνῦσα, μὴ ἐλλείπῃς τὸν Νυμφίον σου, καθικετεύουσα, τὸν ἐν οὐρανοῖς καλλιπάρθενε, διδόναι τοῖς τιμῶσί σε, ἄμφω τῆς ψυχῆς καὶ τοῦ σώματος, δύναμιν τε ῥῶσιν, ὑγίειαν καὶ σθένος τὸν ἐχθρὸν, καταπαλαίσαι τὸν δόλιον, πλάνον καὶ μισόκαλον.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ λιποῦσα τὴν πλάνην, τοῦ πατρός σου ἀλκίφρον,καὶ θείαν ἔλλαμψιν, Χριστῖνα δεξαμένη, Χριστοῦ τῆς ἀληθείας, τοῖς τιμῶσί σε βράβευσον, ῥῶσιν πατῆσαι ἐχθροῦ, ὀφρὺν τὴν ἐπηρμένην.
Μελῳδοῦντες σὴν μνήμην, τὴν ἁγίαν Χριστῖνα, σὲ ἱκετεύομεν· βοήθει σοῖς ἱκέταις, ὁδὸν καλῶς ἀνῦσαι, τὴν πρὸς πόλον ἀπάγουσαν, ἣν ἄθλοις σοῖς ἱεροῖς, διήνυσας προθύμως.
Ἀθληφόρε Χριστῖνα, μαρτυρίου σου πόνους, λαμπροὺς γεραίροντες, δι’ ὧνπερ κληρονόμος, ἐπώφθης θείας δόξης, δυσωποῦμέν σε· Πρέσβευε, τῷ σῷ Νυμφίῳ Χριστῷ, ὑπὲρ τῶν σῶν προσφύγων.
Θεοτοκίον.
Σῶν εὐχῶν Θεοτόκε,τῷ ὑσσώπῳ σῶν δούλων, ταχὺ ἀπόπλυνον, τὸν βόρβορον Παρθένε, Χριστίνης ἱκεσίαις, εὐκλεοῦς καλλιμάρτυρος, νύμφης σεμνῆς σοῦ Υἱοῦ, ὑπερευλογημένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Πλῆσον καρδίας, τῶν σὲ τιμώντων Χριστῖνα, σθένους θείου καὶ πέμψον σὴν χάριν, πᾶσιν ἀνυμνοῦσι, σοῦ μαρτυρίου πόνους.
Λαμπὰς ἀνδρείας, καὶ ψυχικῆς εὐρωστίας, λάμψον φῶς σοῖς ἱκέταις Χριστῖνα, μεγαλύνουσί σε, ὡς ἀθληφόρων κέρας.
Ἡ ἐν σταδίῳ, Μεγαλομάρτυς Χριστῖνα, τοῦ Χριστοῦ μεγαλύνασα κλῆσιν, πέμψον μοι σὴν χάριν, ἀφθόνως οὐρανόθεν.
Θεοτοκίον.
Στεῤῥῶς σοὺς δούλους, ἐν μάχαις ταῖς καθ’ ἡμέραν, ἀγωνίζεσθαι Μῆτερ Ἁγία, Κεχαριτωμένη, ἀξίωσον Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁδοὺς τοῦ μαρτυρίου, ἡ καλῶς Χριστῖνα, Μεγαλομάρτυς βαδίσασα δεῖξόν μοι, τῆς τελειώσεως τρίβους, ἀμνὰς τοῦ Κτίσαντος.
Νομίμως ἐν σταδίῳ, ἡ ἀγωνισθεῖσα, μὴ διαλείπῃς Χριστῖνα πρεσβεύουσα, ὑπὲρ πιστῶν ὑμνητῶν σου, τῷ Παντοκράτορι.
Χαρίτων οὐρανίων, ἔμπλησον Χριστῖνα, τοὺς καταφεύγοντας πίστει σῇ χάριτι, καὶ μεγαλύνοντας πόθῳ, σὰ κατορθώματα.
Θεοτοκίον.
Μετὰ τῆς ἀθληφόρου, πρέσβευε Χριστίνης, ὑπὲρ ἡμῶν σῷ Υἱῷ Μητροπάρθενε, εὐλογημένη Κυρία, Θεογεννήτρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις νύμφη ἄσπιλε τοῦ Χριστοῦ, ἡ πατρὸς λιποῦσα, τὴν ἀπάτην καὶ εὐκλεῶς, ἀγωνισαμένη ὑπὲρ τῆς εὐσεβείας, Χριστῖνα καλλιμάρτυς,πίστεως πρόβολε.
Χαίροις ἡ χριστώνυμος ἀληθῶς, πρώταθλος σταδίου, ἡ αἰσχύνασα σοῦ πατρὸς, πλάνην σῇ ἐνστάσει πολύαθλε Χριστῖνα, καὶ τρῶσιν σῆς καρδίας καθυπομείνασα.
Δεῦτε μεγαλύνωμεν ἐν χορῷ, Οὐρβανοῦ ἀπίστου, θυγατέρα τὴν εὐσεβῆ, πάνσεμνον Χριστῖναν, Χριστοῦ τὴν παῤῥησίᾳ, τὴν κλῆσιν ὁλοθύμως ὁμολογήσασαν.
Φρούρει καὶ ἁγίαζε τοὺς πιστῶς, μεγαλύνοντάς σε,
εὐσεβειας ὡς φρυκτωρὸν, καὶ φανὸν ἀνδρείας Χριστῖνα καλλιμάρτυς, ἡ λύσασα εἰδώλων λάτρεων ζόφωσιν.
Ῥῦσαι τοὺς ἱκέτας σου συμφορῶν, θλίψεων παντοίων,
ἀλγηδόνων καὶ λυπηρῶν, τοὺς ἀνευφημοῦντας σὴν ἄθλησιν Χριστῖνα, διὰ Χριστοῦ τὴν πίστιν τὴν παναμώμητον.
Λόγου τοῦ Ὑψίστου Θεοῦ ἀμνάς, ἔνδοξε Χριστῖνα,
μεγαλάθλων ἡ καλλονή, χάριν οὐρανόθεν ὑπὲρ ἡμῶν πρεσβεύειν, Χριστῷ τῷ σῷ Νυμφίῳ Μάρτυς ἀπείληφας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῦ Χριστοῦ τὴν συνώνυμον νύμφην μέλψωμεν, πατρὸς λιποῦσαν ἀπάτην, καὶ δι’ ἀγάπην Χριστοῦ, τὴν καρδίαν καὶ πλευρὰν τρωθεῖσαν ξίφεσιν, ὕμνοις Χριστῖναν εὐλαβῆ, καλλιμάρτυρα φαιδροῖς, βοῶντες· Ἀμνὰς καλλίστη, τοῦ Ἀρχιποίμενος Λόγου, Θεοῦ, ἡμᾶς εὐχαῖς σου στήριξον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Κάλλει διαπρέπουσαν σαρκός, Μάρτυρα Κυρίου Χριστῖναν, ὡς παριδοῦσαν ἀκμὴν, μέλψωμεν νεότητος καὶ κάλλος ἄφθιτον, Κτίστῃ καθιερώσασαν, ψυχῆς καὶ Κυρίῳ, κράζοντες· Χριστώνυμε ἀπαύστως πρέσβευε, δοῦναι τοῖς πιστῶς σε τιμῶσιν, ἄμφω ῥῶσιν δύναμιν σθένος, καὶ ἰσχύν, ἀρίστη, ἀδιάπτωτον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Χριστῖνα Μάρτυς ὑμνητάς σου ἴθυνε
πρὸς πόλου σκηνώσεις Χαραλάμπης ψάλλει.