Παρακλητικός Κανών εις την Αγία Χρυσή την Νεομάρτυρα
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ παρὸν τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νεομαρτύρων θυρεὸς ἐγκρατείας, καὶ ἐθελόθυτος ἀμνὰς Ἀλμωπίας, ἡ νοερὰ λυχνία ἀληθῶς καὶ χρυσῇ, ἁπάσας ὑπήνεγκε τὰς τομὰς καὶ τὰς ξέσεις, καὶ στρεβλώσεις σώματος, ὡς καλλίνικος μάρτυς, καὶ μεληδὸν τμηθεῖσα ἡ Χρυσῆ, ἀεὶ πρεβεύει Χριστῷ ἡ πανάρετος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΧΡΥΣΗΣ ΤῸ ΜΕΛΙΣΜΑ ΑΡΧΙΘΥΤΗ ΚΑΛΛΙΝΙΚΩ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χρυσῆν τὴν παρθένον τὴν ἐκ Χρυσῆς, τὸ ἄνθος τὸ θεῖον Ἐπαρχίας τῶν Μογλενῶν, τιμήσωμεν πάντες νῦν συμφώνως, ἀναβοῶντες· τὸ χαῖρε πανθαύμαστε.
Ῥυσθῆναι δεόμεθα ἐκτενῶς, σαρκὸς σκιρτημάτων, τῇ ὀξείᾳ σου ἀρωγῆ, ὑμεῖς οἱ ἐν κλύδωνι πταισμάτων, παραπεσόντες Χρυσῆ χαριτόβρυτε.
Ὑπὲρ τῆς ἁγνείας ἀνδροπρεπῶς, ἀθλήσασα κόρη, ὡς τὸ πάλαι ὁ Ἰωσήφ, ἐμοῦ ὦ Χρυσῆ ταῖς σαῖς πρεσβείαις, ἐν ἐγκρατείᾳ διάνοιαν ἴθυνον.
Θεοτοκίον.
Σεσύληται Μῆτερ τοῖς λογισμοῖς, ῥημάτων ὁ νοῦς μου, τῶν ἀθέσμων τοῦ πονηροῦ, διὸ τῷ τεμένει σου προστρέχω, Ὑπεραγία ῥυσθῆναι τῶν θλίψεων.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ τρωθεῖσα ἀγάπῃ, καὶ μανικῷ ἔρωτι, τοῦ ἐπουρανίου Νυμφίου, Χρυσῆ πανεύφημος, περιπολοῦσα νῦν, τοὺς οὐρανίους θαλάμους, ὑπὲρ τῶν ἐν θλίψεσι πρεσβεύει πάντοτε.
Σώτειράν μου καὶ ῥύστιν ἀντιβολῶ πάναγνε, νόσων τῶν κατ᾽ ἄμφω γενέσθαι, σὲ τὴν ἰσάγγελον, ὡς γὰρ ἀκέστορα πρεσβευτικῇ σου δυνάμει, ψυχῆς τε καὶ σώματος Χρυσῆ γινώσκω σε.
Τὰ τῶν ἄγαρ φυγοῦσα, ψυχοβλαβῆ ρήματα, καὶ δαιμονικῆς ἐπηρείας, δειχθεῖσα ἄτρωτος, ἀνεπηρέαστον, τῶν τοῦ βελίαρ παγίδων, τὴν σὴν κώμην τήρησον, μαρτύρων καύχημα.
Θεοτοκίον.
Ὀροφανῶν ἡ προστάτις, καὶ τῶν πιστῶν πρέσβειρα, καὶ τῶν θλιβομένων Παρθένε, χαρὰ ἡ ἄφατος, τῶν ὀρθοδόξων δέ, ἡ φοβερὰ προστασία, Μαρία ἀνύμφευτε, ὑπάρχεις ἔκπαλαι.
Ἐνίσχυσον, τῶν Ὀρθοδόξων συστήματα πλουτοφόρε, ὅτι Νύμφη μαρτυρικῶς, καθεῖλες τὸν δράκοντα, ὡς ἔχουσα τὸν Χριστὸν ἐν τοῖς στέρνοις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸ αἷμα τὸ σόν, Χρυσῆ ἀειμακάριστε, ὑπὲρ τοῦ Χριστοῦ, ἐξέχεας θελήσει σου, καὶ ἤσχυνας τὸν δράκοντα καὶ τῆς Ἄγαρ υἱοὺς ἐταπείνωσας, διὸ πρεσβείαις ταῖς σαῖς ἐσαεί, μὴ παύσῃ φρουροῦσα τοὺς ἱκέτας σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μυστικῶς ὡς οἱ Ἄγγελοι, Ἀλμωπίας πάσης Χρυσῆ ἐφίπτασαι, καὶ καμνόντων τὴν ὁμήγυριν, προστατεύεις πάντοτε τῇ σκέπῃ σου.
Ἐμπεσὼν ὁ πανάθλιος, εἰς ἀκάνθας Μάρτυς τῶν ἁμαρτάδων μου, ἐξαιτοῦμαί σε πρὸς Κύριον, τὴν ψυχήν μου τάχει ἐπισπάσασθαι.
Λιτασμοῖς τῆς παρθένου σου, Ἰησοῦ Σωτήρ μου Χριστὲ κατάστειλον, τῶν παθῶν μου τὴν ἀκράτειαν, καὶ ζωήν μου δώρησαι ἀπήμονα.
Θεοτοκίον.
Ἰησοῦ ὡραιότατε, ταῖς εὐχαῖς Μητρός σου τὴν Ἐκκλησίαν σου, ἐν εἰρήνῃ διαφύλαξον, λύων τῶν αἱρέσεων τὰ σκάνδαλα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σύνοικον Χρυσῆ, σκοτασμὸν ψυχῆς διάλυσον, φρυκτωρίαις πρεσβειῶν σου ἀγαθή, ὡς ἀστὴρ τῆς παρθενίας ὡραιότατος.
Μῆνιν ἀσελγῶν, αἰκισμοῖς σου ἀφανίσασα, καὶ συντρίψασα τὸ θράσος τοῦ ἐχθροῦ, ἀνεδείχθης τῶν μαρτύρων ἀκροθίνιον.
Ἄρον τῆς ἐμῆς, ὦ Χρυσῆ ψυχῆς τὴν στένωσιν, ἐνσταλάζουσα χαρᾶς τὸν γλυκασμὸν καὶ τὰ νέφη ἀπελαύνουσα τῆς θλίψεως.
Θεοτοκίον.
Ἂσαρκον ἐχθρὸν καὶ δυνάστην κοσμοκράτορα, κατετρόπωσας τῷ τόκῳ σου δεινῶς, ὡς δανείσασα Αὐτῷ σάρκα Πανάμωμε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥυπώδεσι, λογισμοῖς καὶ ἔργοις τε, ἁμαρτάνω καθ᾽ ἑκάστην πλουτοφόρε, καὶ τὸν Χριστὸν ἐξεδύθην ὁ τάλας, κατασπιλώσας ψυχῆς τὸ ἱμάτιον, διὸ λιταῖς σου ἀγαθή, ἐκ φθορᾶς ἀναχθῆναί με δέομαι.
Χαρίτωσον, ὑμνητάς σου ἅπαντας, καταστέλουσα σαρκὸς ἐπαναστάσεις, καὶ χαμαιζήλων καθαίρουσα πᾶσαν, ψυχοβλαβῇ φαντασίαν πανεύφημε, καὶ τὰ σκιρτήματα νοός, ταῖς λιταῖς σου Χρυσῆ παμμακάριστε.
Ἰάτειρα, τῶν διψύχων γέγονας, ἀποκρούσασα ἀγάπην τῶν τοῦ κόσμου, καὶ παριδοῦσα οἰκίαν καὶ πάντα, περιχαρὴς πρὸς τὸ σκάμμα ἐχώρησας, ἔνθα ἐφάνης ὦ Χρυσῆ, τοῦ Χριστοῦ τὸ χρυσοῦν ἐγκαλλώπισμα.
Θεοτοκίον.
Θυμοῦ τε, καὶ τῆς ὀργῆς Βασίλισσα, Οὐρανῶν με ἐλευθέρωσον εὐχαῖς σου, καὶ ἀτυφίαν μοι δώρησαι Μῆτερ, κενοδοξίας δὲ σβέσον τὴν κάμινον, καὶ πρὸς μετάνοιαν στεῤῥῶς, χειραγώγησον Κόρη τὸν δοῦλόν σου.
Ἐνίσχυσον, τῶν Ὀρθοδόξων συστήματα πλουτοφόρε, ὅτι Νύμφη μαρτυρικῶς, καθεῖλες τὸν δράκοντα, ὡς ἔχουσα τὸν Χριστὸν ἐν τοῖς στέρνοις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.Τὰ ἄνω ζητῶν.
Παθῶν ποταμὸν καὶ δάκρυον ὑπόσπονδον, ἀπόσμηξον νῦν, τῶν θλίψεων πανεύφημε, καὶ παθῶν τὴν φλόγωσιν καὶ τὸν φόβον σβέσον κολάσεως, ταῖς σαῖς πρεσβείαις μάρτυς τοῦ Χριστοῦ, Χρυσῆ ἀθληφόρε καλλιπάρθενε.
Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Καὶ τὸ μνημόσυνον αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Μᾶρκον
(Κεφ. ε΄ 24-34).
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα· ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τεῖχος ἀδιάσειστον καὶ ἀῤῥαγέστατον πύργον, τῶν παθῶν κατάλυσιν, ἱερὸν μνημόσυνον τῆς ἁγνότητος, ῥόδον τὸ εὔοσμον, ὀρθρόν τῆς πίστεως, τῶν ἀπίστων τὴν καθαίρεσιν, πάντες σὲ ἔγνωμεν, καὶ παρακαλοῦμεν πανεύφημε, τοῦ βίου νῦν τὴν στένωσιν καὶ τὰ κατηφῆ ἐξαφάνισον, λῦσον σαῖς πρεσβεῖαις, αἱρέσεων πλοκὰς τὰς δυσμενεῖς καὶ Ὀρθοδόξους προστάτευσον, ὦ Χρυσῆ πανένδοξῃ.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑψηλόφρονα γνώμην, τῶν ἀπίστων παρθένε, Χρυσῆ συνέτριψας, Χριστοῦ τὴν παντευχίαν, ζωσθεῖσα ἀθληφόρε, ὃν ζητοῦσα ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τηλαυγέστατος φάρος, παμφαέστατος λύχνος, Χρυσῆ πανένδοξε, καὶ ὁ λαμπτὴρ ὁ θεῖος καὶ ἄστρον ἐγκρατείας, τοῖς κραυγάζουσι πέφηνας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ἡ βαφαῖς σῶν αἱμάτων, τῆς ψυχῆς τὸν χιτῶνα, Χρυσῆ λαμπρύνασα, ἡμᾶς τοὺς ῥυπωθέντας, τῇ ἁμαρτίᾳ κόρη, ταῖς πρεσβείαις σου λεύκανον· ἵνα ὑμνῶμεν πιστῶς, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Κυλισθεὶς ἐν βορβόρῳ, ἡδονῶν τῶν ἀτόπων, Μαρία πάναγνε, ἐν λάκκῳ κατωτάτῳ, τῆς ἁμαρτίας Μῆτερ, περιπέπτωκα Ἂχραντε· καὶ ἀνεχθῆναι με νῦν, κραυγάζω ταῖς λιταῖς σου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀγωνισμάτων, ἀνδροπρεπῶν ἀνεδείχθης, ἰσοστάσιος Χριστοῦ ἡ στεφανῖτις, καὶ τῶν θεομάχων, κατήσχυνας τὸ θράσος.
Λουτρῷ παρθένε, τῶν σῶν τιμίων αἱμάτων, ἡγιάσθης ὦ Χρυσῆ μεγαλομάρτυς, μεληδὸν τμηθεῖσα, ἐν τοῖς ἐσχάτοις χρόνοις.
Λοιμῷ παρθένε, ἀμπλακημάτων παμπόλλων, κατατρύχομαι ὁ τάλας ἐπ᾽ ἐσχάτων, ὅθεν σαῖς πρεσβεῖαις, παράσχου μοι τὴν λύσιν.
Θεοτοκίον.
Ἵνα πρὸς τρίβους, εὐθυπορεῖν Οὐρανίους, τοὺς ἱκέτας σου εὐόδωσον Μῆτερ, ταῖς πρὸς τὸν Υἱόν σου εὐχαῖς Παρθενομῆτορ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νευραῖς τῶν σῶν αἱμάτων, καὶ συντριβῆ τοῦ νώτου, τὸ τοῦ βελίαρ καθεῖλες γαυρίαμα, ὃν κατατρόπῶσον Νύμφη, παρενοχλοῦντά με.
Ἰλέωσαι τὸν Κτίστην, Χρυσῆ παρθενομάρτυς, ἀξιωθῆναι ζωῆς ἡμᾶς ἅπαντας, καὶ λυτρωθῆναι πυρὸς αἰωνίζοντος.
Καλλίνικε παρθένε, ὁρμὰς τὰς ὀξυῤῥόπους, τῶν ἡδονῶν τῆς σαρκός μου κατάπαυσον, τῇ ὀξυτάτῃ πρεσβείᾳ σου ἔνδοξε.
Θεοτοκίον.
Ὠράισον τὸν νοῦ μου, ἀπείρανδρε Μαρία, φυσιωθέντα ἐννοίαις Πανάχραντε, κενοδοξίας Παρθένε μου Παντευλόγητε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαἰροις Ἀλμωπίας φωτοειδής, μάρτυς καὶ παρθένος ἡ ἀθλήσασα ἀνδρικῶς, καὶ τὰς τῶν ἀπίστων καθαίρουσα ὑψώσεις, Χρυσῆ ἡ ἀθληφόρος ἡμῶν τὸ καύχημα.
Χαίροις τῶν παρθένων παρεμβολή, χαίροις τῶν μαρτύρων ἡ ὁμήγυρις ἡ σεπτή, ὅτι ἐν τοῖς κόλποις τοῖς σοῖς κεχρυσωμένη, Χρυσῆ ἡ στεφηφόρος, εἰσῆλθε χαίρουσα.
Μεληδὸν τμηθεῖσα διὰ Χριστόν, καὶ πλευρὰν ξεσθεῖσα, ὑποστᾶσα δὲ αἰκισμούς, νῦν μετὰ Μαρτύρων, συνομιλεῖς καὶ χαίρεις, καὶ πρεσβεύεις Κόρη ὑπὲρ τῶν δούλων σου.
Μελουργὸς κιθάρα τῶν ἀρετῶν, τέττιγξ τῆς ἁγνείας, σωφροσύνης ἡ ἀηδών, γλυκυφθόγγως Κόρη, φωνοῦσα τοῖς ἀνθρώποις, τὴν παρθενίαν πάντες καλῶς τηρήσατε.
Αἶνος χαριστήριος ἀληθῶς, ἐν τῇ σῇ πατρίδι ἀναπέμπεται θαυμαστῶς, καὶ δοξολογεῖται Χριστὸς ὁ ἐν παλαίστρᾳ, πλουσίως ἐνισχύσας, σὲ τὴν ἰσάγγελον.
Θεομάχον θράσος ἀγαρηνῶν, παντευχίᾳ νύμφη, τῆς ἁγνείας τῆς ἐν Χριστῷ, ἐν τῷ μαρτυρίῳ συνέκοψας γενναίως, καὶ γέγονας Ἑλλήνων, Χρυσῆ τὸ καύχημα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας Πίστεως.
Σκεῦος χρύσεον, τῆς παρθενίας, καὶ ἀκήρατος, νύμφη Κυρίου, ἐχρημάτισας Χρυσῆ καλλιπάρθενε· τὴν γὰρ ἁγνείαν ἀμέμπτως φυλάττουσα, ὐπὲρ Χριστοῦ θεοφρόνως ἐνήθλησας· Μάρτυς ἔνδοξε, ἱκέτευε τὸν Νυμφίον σου, δωρήσασθε ἡμῖν τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἀνθος Ἀλμωπίας ἠρινόν, τὸ τῆς εὐσεβείας ἐκπνέον, μύρον ἡ νύμφη Χριστοῦ, σπεῦσον νῦν καὶ μύρισον, βορβορωθείσας ψυχάς, ἡδοναῖς τε καὶ πράξεσι ἀτόποις καὶ πάντας, κόρη σὺ προστάτευσον πρεσβευτικῶς ἐκ δεινῶν, στόνων καὶ δακρύων καὶ νόσων καὶ τῶν ψυχικῶν ἀλγηδόνων, ὦ Χρυσῆ μαρτύρων ἐγκαλλώπισμα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.